Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 10.1–73: Polydamas and Aeneas debate

The Trojans, still burning their dead, see the Argives coming and throw up a hasty mound. Polydamas advises them to hold the walls until the Danaans tire. Aeneas answers that they would starve and urges them to fight, and Strife draws the armies together.

Lines 10.1–73 · 622 words · click a number to copy its link
1Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν. 5τοὺς δʼ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας, ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων· 10ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης· ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες. νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες, 15εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται, ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν· οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα. 20οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος· πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται 25τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.

Now were the Trojans all without the town
Of Priam, armour-clad, with battle-cars
And chariot-steeds; for still they burnt their dead,
And still they feared lest the Achaean men
Should fall on them. They looked, and saw them come
With furious speed against the walls. In haste
They cast a hurried earth-mound o’er the slain,
For greatly trembled they to see their foes.
Then in their sore disquiet spake to them
Polydamas, a wise and prudent chief:
“Friends, unendurably against us now
Maddens the war. Go to, let us devise
How we may find deliverance from our strait.
Still bide the Danaans here, still gather strength:
Now therefore let us man our stately towers,
And thence withstand them, fighting night and day,
Until yon Danaans weary, and return
To Sparta, or, renownless lingering here
Beside the wall, lose heart. No strength of theirs
Shall breach the long walls, howsoe’er they strive,
For in the imperishable work of Gods
Weakness is none. Food, drink, we shall not lack,
For in King Priam’s gold-abounding halls
Is stored abundant food, that shall suffice
For many more than we, through many years,
Though thrice so great a host at our desire
Should gather, eager to maintain our cause.”

26ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο· Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι, ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν; οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί, 30ἀλλʼ ἄρʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες· νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ, ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται· οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει 35οἶνον Μαιονίηθεν· ἀνιηρῷ δʼ ὑπὸ λιμῷ φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει. ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι, μηδʼ ἄρʼ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι 40καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ· εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν, εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι. 45ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες. αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου, 50ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.

Then chode with him Anchises’ valiant son:
“Polydamas, wherefore do they call thee wise,
Who biddest suffer endless tribulations
Cooped within walls? Never, how long soe’er
The Achaeans tarry here, will they lose heart;
But when they see us skulking from the field,
More fiercely will press on. So ours shall be
The sufferance, perishing in our native home,
If for long season they beleaguer us.
No food, if we be pent within our walls,
Shall Thebe send us, nor Maeonia wine,
But wretchedly by famine shall we die,
Though the great wall stand firm. Nay, though our lot
Should be to escape that evil death and doom,
And not by famine miserably to die;
Yet rather let us fight in armour clad
For children and grey fathers! Haply Zeus
Will help us yet; of his high blood are we.
Nay, even though we be abhorred of him,
Better straightway to perish gloriously
Fighting unto the last for fatherland,
Than die a death of lingering agony!”

Shouted they all who heard that gallant rede.
Swiftly with helms and shields and spears they stood
In close array. The eyes of mighty Zeus
From heaven beheld the Trojans armed for fight
Against the Danaans: then did he awake
Courage in these and those, that there might be
Strain of unflinching fight ‘twixt host and host.
That day was Paris doomed, for Helen’s sake
Fighting, by Philoctetes’ hands to die.

53τοὺς δʼ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους 55αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν· τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες· ἡ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα· 60τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ· πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνειεν ἀϋτμὴν σμερδαλέον· μέγα δʼ αἰὲν ἀΰτεεν ὀτρύνουσα αἰζηούς· οἱ δʼ αἶψα συνήιον ἀρτύνοντες 65ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον. τῶν δʼ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη φύλλα φύει, ἢ ὡς ὅτʼ ἀνʼ ἀζαλέην ξύλοχον πῦρ αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων 70μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος γίνετʼ ἀπειρέσιος, τρόμεει δʼ ὕπο γούνατα ναυτέων· ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη· ἐν δέ σφιν πέσε δῆρις· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὄρουσε.

To one place Strife incarnate drew them all,
The fearful Battle-queen, beheld of none,
But cloaked in clouds blood-raining: on she stalked
Swelling the mighty roar of battle, now
Rushed through Troy’s squadrons, through Achaea’s now;
Panic and Fear still waited on her steps
To make their father’s sister glorious.
From small to huge that Fury’s stature grew;
Her arms of adamant were blood-besprent,
The deadly lance she brandished reached the sky.
Earth quaked beneath her feet: dread blasts of fire
Flamed from her mouth: her voice pealed thunder-like
Kindling strong men. Swift closed the fronts of fight
Drawn by a dread Power to the mighty work.
Loud as the shriek of winds that madly blow
In early spring, when the tall woodland trees
Put forth their leaves—loud as the roar of fire
Blazing through sun-scorched brakes—loud as the voice
Of many waters, when the wide sea raves
Beneath the howling blast, with thunderous crash
Of waves, when shake the fearful shipman’s knees;
So thundered earth beneath their charging feet.
Strife swooped on them: foe hurled himself on foe.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.