Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 11.283–357: Athena turns the battle

Athena comes into the fight for the Greeks, and Aphrodite snatches Aeneas from the field in a mist. The Trojans are broken and flee, and a remnant enters the city. At dawn the Argive chiefs attack the gates of Troy.

Lines 11.283–357 · 577 words · click a number to copy its link
283ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι, δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος 285Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα. καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη, ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος, 290αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χευατο πουλύν· οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο. τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν 295ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν, μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν. Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος, ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες· 300ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι. τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο 305βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν. καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι κεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης 310ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα· ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες 315κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.

But now when many had perished in the dust,
Then did the Argive might prevail at last
By stern decree of Pallas; for she came
Into the heart of battle, hot to help
The Greeks to lay waste Priam’s glorious town.
Then Aphrodite, who lamented sore
For Paris slain, snatched suddenly away
Renowned Aeneas from the deadly strife,
And poured thick mist about him. Fate forbade
That hero any longer to contend
With Argive foes without the high-built wall.
Yea, and his mother sorely feared the wrath
Of Pallas passing-wise, whose heart was keen
To help the Danaans now—yea, feared lest she
Might slay him even beyond his doom, who spared
Not Ares’ self, a mightier far than he.

No more the Trojans now abode the edge
Of fight, but all disheartened backward drew.
For like fierce ravening beasts the Argive men
Leapt on them, mad with murderous rage of war.
Choked with their slain the river-channels were,
Heaped was the field; in red dust thousands fell,
Horses and men; and chariots overturned
Were strewn there: blood was streaming all around
Like rain, for deadly Doom raged through the fray.

Men stabbed with swords, and men impaled on spears
Lay all confusedly, like scattered beams,
When on the strand of the low-thundering sea
Men from great girders of a tall ship’s hull
Strike out the bolts and clamps, and scatter wide
Long planks and timbers, till the whole broad beach
Is paved with beams o’erplashed by darkling surge;
So lay in dust and blood those slaughtered men,
Rapture and pain of fight forgotten now.

316παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα· τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ. 320πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται. τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν· 325καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο. 330ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν, δὴ τοτʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων, οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν, οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι 335μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει. σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε 340Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν. 345ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο· τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ, 350Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης. ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο 355Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε. πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.

A remnant from the pitiless strife escaped
Entered their stronghold, scarce eluding doom.
Children and wives from their limbs blood-besprent
Received their arms bedabbled with foul gore;
And baths for all were heated. Leeches ran
Through all the town in hot haste to the homes
Of wounded men to minister to their hurts.
Here wives and daughters moaned round men come back
From war, there cried on many who came not
Here, men stung to the soul by bitter pangs
Groaned upon beds of pain; there, toil-spent men
Turned them to supper. Whinnied the swift steeds
And neighed o’er mangers heaped. By tent and ship
Far off the Greeks did even as they of Troy.

When o’er the streams of Ocean Dawn drove up
Her splendour-flashing steeds, and earth’s tribes waked,
Then the strong Argives’ battle-eager sons
Marched against Priam’s city lofty-towered,
Save some that mid the tents by wounded men
Tarried, lest haply raiders on the ships
Might fall, to help the Trojans, while these fought
The foe from towers, while rose the flame of war.

Before the Scaean gate fought Capaneus’ son
And godlike Diomedes. High above
Deiphobus battle-staunch and strong Polites
With many comrades, stoutly held them back
With arrows and huge stones. Clanged evermore
The smitten helms and shields that fenced strong men
From bitter doom and unrelenting fate,

Before the Gate Idaean Achilles’ son
Set in array the fight: around him toiled
His host of battle-cunning Myrmidons.
Helenus and Agenor gallant-souled,
Down-hailing darts, against them held the wall,
Aye cheering on their men. No spurring these
Needed to fight hard for their country’s walls.

Odysseus and Eurypylus made assault
Unresting on the gates that fated the plain
And looked to the swift ships. From wall and tower
With huge stones brave Aeneas made defence.

In battle-stress by Simons Teucer toiled.
Each endured hardness at his several post.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.