Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 9.321–443: Philoctetes on Lemnos

On Calchas' advice the Argives draw back, for Troy cannot fall until Philoctetes comes. Diomedes and Odysseus sail to Lemnos and find him in his cave, wounded and clothed in feathers. He aims at them with his bow, and then they win him over and carry him to the ship.

Lines 9.321–443 · 1019 words · click a number to copy its link
321ὣς φάθʼ· ὁ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος δείσας τʼ ἀμφὶ πόληος ἐϋσθενέων θʼ ἅμα λαῶν χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὁ δʼ εἰς ἅλα. τοὶ δʼ ἐμάχοντο ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ, 325μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο· οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ, πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος. 330καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατʼ οἰωνοῖσιν, ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις μαντοσύνης ἐτέτυκτο· θεὸς δʼ ὣς ᾔδεε πάντα. τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον 335Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα νηὶ θοῇ τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης, Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες 340ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον, ἀλλʼ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων· αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος 345θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·

At last by Calchas’ counsel Achaea’s sons
Drew back to the ships, and put from them the thought
Of battle, seeing it was not foreordained
That Ilium should fall until the might
Of war-wise Philoctetes came to aid
The Achaean host. This had the prophet learnt.
From birds of prosperous omen, or had read
In hearts of victims. Wise in prophecy-lore
Was he, and like a God knew things to be.

Trusting in him, the sons of Atreus stayed
Awhile the war, and unto Lemnos, land
Of stately mansions, sent they Tydeus’ son
And battle-staunch Odysseus oversea.
Fast by the Fire-god’s city sped they on
Over the broad flood of the Aegean Sea
To vine-clad Lemnos, where in far-off days
The wives wreaked murderous vengeance on their lords,
In fierce wrath that they gave them not their due,
But couched beside the handmaid-thralls of Thrace,
The captives of their spears when they laid waste
The land of warrior Thracians. Then these wives,
Their hearts with fiery jealousy’s fever filled,
Murdered in every home with merciless hands
Their husbands: no compassion would they show
To their own wedded lords—such madness shakes
The heart of man or woman, when it burns
With jealousy’s fever, stung by torturing pangs.
So with souls filled with desperate hardihood
In one night did they slaughter all their lords;
And on a widowed nation rose the sun.

350ἀλλʼ αἵ γε σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος. οἱ δʼ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ, 355δὴ τότʼ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι κεκλιμένον στυφελοῖο κατʼ οὔδεος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο· ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ 360λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής, βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε· καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε. φύλλα δέ οἱ παρέκειτο, τά θʼ ἕλκεος οὐλομένοιο ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης. αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο 365θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι· 370ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη· καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτʼ αὐχμὴ λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος, δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ 375αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτʼ ἔλειπεν, οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι, πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι. ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη 380δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν, θεινομένης δʼ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ· ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι 385λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν· ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο 390ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι. καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ ἰῶν πεπληθυῖα· πέλοντο δʼ ἄρʼ οἱ μὲν ἐπʼ ἄγρην, οἱ δʼ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου 395φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι χερσὶν ὑπʼ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.

To hallowed Lemnos came those heroes twain;
They marked the rocky cave where lay the son
Of princely Poeas. Horror came on them
When they beheld the hero of their quest
Groaning with bitter pangs, on the hard earth
Lying, with many feathers round him strewn,
And others round his body, rudely sewn
Into a cloak, a screen from winter’s cold.
For, oft as famine stung him, would he shoot
The shaft that missed no fowl his aim had doomed.
Their flesh he ate, their feathers vestured him.
And there lay herbs and healing leaves, the which,
Spread on his deadly wound, assuaged its pangs.
Wild tangled elf-locks hung about his head.
He seemed a wild beast, that hath set its foot,
Prowling by night, upon a hidden trap,
And so hath been constrained in agony
To bite with fierce teeth through the prisoned limb
Ere it could win back to its cave, and there
In hunger and torturing pains it languisheth.
So in that wide cave suffering crushed the man;
And all his frame was wasted: naught but skin
Covered his bones. Unwashen there he crouched
With famine-haggard cheeks, with sunken eyes
Glaring his misery ‘neath cavernous brows.
Never his groaning ceased, for evermore
The ulcerous black wound, eating to the bone,
Festered with thrills of agonizing pain.
As when a beetling cliff, by seething seas
Aye buffeted, is carved and underscooped,
For all its stubborn strength, by tireless waves,
Till, scourged by winds and lashed by tempest-flails,
The sea into deep caves hath gnawed its base;
So greater ‘neath his foot grew evermore
The festering wound, dealt when the envenomed fangs
Tare him of that fell water-snake, which men
Say dealeth ghastly wounds incurable,
When the hot sun hath parched it as it crawls
Over the sands; and so that mightiest man
Lay faint and wasted with his cureless pain;
And from the ulcerous wound aye streamed to earth
Fetid corruption fouling all the floor
Of that wide cave, a marvel to be heard
Of men unborn. Beside his stony bed
Lay a long quiver full of arrows, some
For hunting, some to smite his foes withal;
With deadly venom of that fell water-snake
Were these besmeared. Before it, nigh to his hand,
Lay the great bow, with curving tips of horn,
Wrought by the mighty hands of Hercules.

398τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας, ἐσσυμένως οἴμησεν ἐπʼ ἀμφοτέροισι τανύσσαι 400ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ, οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης. καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός, εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη 405ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων εἴροντʼ· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας. 410οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι, ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν 415αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν, ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε 420ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο, 425ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.

Now when that solitary spied these twain
Draw nigh his cave, he sprang to his bow, he laid
The deadly arrow on the string; for now
Fierce memory of his wrongs awoke against
These, who had left him years agone, in pain
Groaning upon the desolate sea-shore.
Yea, and his heart’s stem will he had swiftly wrought,
But, even as upon that godlike twain
He gazed, Athena caused his bitter wrath
To melt away. Then drew they nigh to him
With looks of sad compassion, and sat down
On either hand beside him in the cave,
And of his deadly wound and grievous pangs
Asked; and he told them all his sufferings.
And they spake hope and comfort; and they said:
“Thy woeful wound, thine anguish, shall be healed,
If thou but come with us to Achaea’s host—
The host that now is sorrowing after thee
With all its kings. And no man of them all
Was cause of thine affliction, but the Fates,
The cruel ones, whom none that walk the earth
Escape, but aye they visit hapless men
Unseen; and day by day with pitiless hearts
Now they afflict men, now again exalt
To honour—none knows why; for all the woes
And all the joys of men do these devise
After their pleasure.” Hearkening he sat
To Odysseus and to godlike Diomede;
And all the hoarded wrath for olden wrongs
And all the torturing rage, melted away.

426οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις· καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ. 430ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ, τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ 435πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον. ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι, νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ 440ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός· ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.

Straight to the strand dull-thundering and the ship,
Laughing for joy, they bare him with his bow.
There washed they all his body and that foul wound
With sponges, and with plenteous water bathed:
So was his soul refreshed. Then hasted they
And made meat ready for the famished man,
And in the galley supped with him. Then came
The balmy night, and sleep slid down on them.
Till rose the dawn they tarried by the strand
Of sea-girt Lemnos, but with dayspring cast
The hawsers loose, and heaved the anchor-stones
Out of the deep. Athena sent a breeze
Blowing behind the galley taper-prowed.
They strained the sail with either stern-sheet taut;
Seaward they pointed the stout-girdered ship;
O’er the broad flood she leapt before the wind;
Broken to right and left the dark wave sighed,
And seething all around was hoary foam,
While thronging dolphins raced on either hand
Flashing along the paths of silver sea.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.