Homer · Iliad Ἰλιάς

Homer, Iliad 2.278–393: The omen of the sparrows; Nestor's counsel

Odysseus reminds the army of the omen at Aulis, where a serpent devoured eight sparrow chicks and their mother and was then turned to stone, which Calchas read as a sign that Troy would fall in the tenth year. Nestor rebukes the men for forgetting their oaths and tells Agamemnon to marshal them by tribes and clans. Agamemnon agrees, wishes he had ten counsellors like Nestor, and tells the men to eat and sharpen their weapons for battle.

Lines 2.278–393 · 1319 words · click a number to copy its link
278ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη 280εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ 285πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι. ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες 290ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· 295ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.

So spake the multitude; but up rose Odysseus, sacker of cities, the sceptre in his hand, and by his side flashing-eyed Athene, in the likeness of a herald, bade the host keep silence, that the sons of the Achaeans, both the nearest and the farthest, might hear his words, and lay to heart his counsel. He with good intent addressed their gathering and spake among them: Son of Atreus, now verily are the Achaeans minded to make thee, O king, the most despised among all mortal men, nor will they fulfill the promise that they made to thee, while faring hitherward from Argos, the pasture-land of horses, that not until thou hadst sacked well-walled Ilios shouldest thou get thee home. For like little children or widow women do they wail each to the other in longing to return home. Verily there is toil enough to make a man return disheartened. For he that abideth but one single month far from his wife in his benched ship hath vexation of heart, even he whom winter blasts and surging seas keep afar; but for us is the ninth year at its turn, while we abide here; wherefore I count it not shame that the Achaeans have vexation of heart beside their beaked ships; yet even so it is a shameful thing to tarry long, and return empty.

299τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν 300ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, 305ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, 310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· 315μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.

Endure, my friends, and abide for a time, that we may know whether the prophecies of Calchas be true, or no. For this in truth do we know well in our hearts, and ye are all witnesses thereto, even as many as the fates of death have not borne away. It was but as yesterday or the day before, when the ships of the Achaeans were gathering in Aulis, laden with woes for Priam and the Trojans; and we round about a spring were offering to the immortals upon the holy altars hecatombs that bring fulfillment, beneath a fair plane-tree from whence flowed the bright water; then appeared a great portent: a serpent, blood-red on the back, terrible, whom the Olympian himself had sent forth to the light, glided from beneath the altar and darted to the plane-tree. Now upon this were the younglings of a sparrow, tender little ones, on the topmost bough, cowering beneath the leaves, eight in all, and the mother that bare them was the ninth, Then the serpent devoured them as they twittered piteously, and the mother fluttered around them, wailing for her dear little ones; howbeit he coiled himself and caught her by the wing as she screamed about him.

317αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· 320ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας, Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε· τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς 325ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. 330κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν, 335μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.

But when he had devoured the sparrow's little ones and the mother with them, the god, who had brought him to the light, made him to be unseen; for the son of crooked-counselling Cronos turned him to stone; and we stood there and marveled at what was wrought. So, when the dread portent brake in upon the hecatombs of the gods, then straightway did Calchas prophesy, and address our gathering, saying: 'Why are ye thus silent, ye long-haired Achaeans? To us hath Zeus the counsellor shewed this great sign, late in coming, late in fulfillment, the fame whereof shall never perish. Even as this serpent devoured the sparrow's little ones and the mother with them—the eight, and the mother that bare them was the ninth—so shall we war there for so many years, but in the tenth shall we take the broad-wayed city.' On this wise spake Calchas, and now all this is verily being brought to pass. Nay, come, abide ye all, ye well-greaved Achaeans, even where ye are, until we take the great city of Priam. So spake he, and the Argives shouted aloud, and all round about them the ships echoed wondrously beneath the shouting of the Achaeans, as they praised the words of godlike Odysseus. And there spake among them the horseman, Nestor of Gerenia: Now look you; in very truth are ye holding assembly after the manner of silly boys that care no whit for deeds of war.

339πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; 340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν 345ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν· πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. 350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι 355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.

What then is to be the end of our compacts and our oaths? Nay, into the fire let us cast all counsels and plans of warriors, the drink-offerings of unmixed wine, and the hand-clasps wherein we put our trust. For vainly do we wrangle with words, nor can we find any device at all, for all our long-tarrying here. Son of Atreus, do thou as of old keep unbending purpose, and be leader of the Argives throughout stubborn fights; and for these, let them perish, the one or two of the Achaeans, that take secret counsel apart—yet no accomplishment shall come therefrom—to depart first to Argos or ever we have learned whether the promise of Zeus that beareth the aegis be a lie or no. For I declare that Cronos' son, supreme in might, gave promise with his nod on that day when the Argives went on board their swift-faring ships, bearing unto the Trojans death and fate; for he lightened on our right and shewed forth signs of good. Wherefore let no man make haste to depart homewards until each have lain with the wife of some Trojan, and have got him requital for his strivings and groanings for Helen's sake. Howbeit, if any man is exceeding fain to depart homewards, let him lay his hand upon his black, well-benched ship, that before the face of all he may meet death and fate.

360ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ· οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, 365γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 370ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα 380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, 385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται· 390ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.

But do thou, O King, thyself take good counsel, and hearken to another; the word whatsoever I speak, shalt thou not lightly cast aside. Separate thy men by tribes, by clans, Agamemnon, that clan may bear aid to clan and tribe to tribe. If thou do thus, and the Achaeans obey thee, thou wilt know then who among thy captains is a coward, and who among thy men, and who too is brave; for they will fight each clan for itself. So shalt thou know whether it is even by the will of heaven that thou shalt not take the city, or by the cowardice of thy folk and their witlessness in war. Then in answer to him spake the king, Agamemnon: Aye verily once more, old sir, art thou pre-eminent in speech above the sons of the Achaeans. I would, O father Zeus and Athene and Apollo, that I had ten such counsellors; then would the city of king Priam forthwith bow her head, taken and laid waste beneath our hands. But the son of Cronos, even Zeus that beareth the aegis, hath brought sorrows upon me, in that he casteth me into the midst of fruitless strifes and wranglings. For verily I and Achilles fought about a girl with violent words, and it was I that waxed wroth the first; but if e'er we shall be at one in counsel, then shall there no more be any putting off of evil for the Trojans, no not for an instant. But for this present go ye to your meal, that we may join battle. Let every man whet well his spear and bestow well his shield, and let him well give to his swift-footed horses their food, and look well to his chariot on every side, and bethink him of fighting; that the whole day through we may contend in hateful war. For of respite shall there intervene, no, not a whit, until night at its coming shall part the fury of warriors. Wet with sweat about the breast of many a man shall be the baldric of his sheltering shield, and about the spear shall his hand grow weary, and wet with sweat shall a man's horse be, as he tugs at the polished car. But whomsoever I shall see minded to tarry apart from the fight beside the beaked ships, for him shall there be no hope thereafter to escape the dogs and birds.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.