Homer · Iliad Ἰλιάς

Homer, Iliad 4.73–219: Pandarus breaks the truce and wounds Menelaus

Athena goes down in the likeness of Laodocus and persuades Pandarus to shoot at Menelaus. The arrow passes through belt and corselet and draws blood, and Agamemnon, in dread, says that the broken oath will bring ruin on Troy. Talthybius is sent for Machaon, who sucks the blood from the wound and spreads soothing drugs upon it.

Lines 4.73–219 · 1637 words · click a number to copy its link
73ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. 75οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας 80Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. 85ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε 90ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.

So saying, he stirred on Athene that was already eager, and down from the peaks of Olympus she went darting. Even in such wise as the son of crooked-counselling Cronos sendeth a star to be a portent for seamen or for a wide host of warriors, a gleaming star, and therefrom the sparks fly thick; even so darted Pallas Athene to earth, and down she leapt into the midst; and amazement came upon all that beheld, on horse-taming Trojans and well-greaved Achaeans; and thus would a man say with a glance at his neighbour: Verily shall we again have evil war and the dread din of battle, or else friendship is set amid the hosts by Zeus, who is for men the dispenser of battle. So would many a one of Achaeans and Trojans speak. But Athene entered the throng of the Trojans in the guise of a man, even of Laodocus, son of Antenor, a valiant spearman, in quest of god-like Pandarus, if haply she might find him. And she found Lycaon's son, peerless and stalwart, as he stood, and about him were the stalwart ranks of the shield-bearing hosts that followed him from the streams of Aesepus. Then she drew near, and spake to him winged words: Wilt thou now hearken to me, thou wise-hearted son of Lycaon?

94τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, 95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. 100ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· 105αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ. τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· 110καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.

Then wouldst thou dare to let fly a swift arrow upon Menelaus, and wouldst win favour and renown in the eyes of all the Trojans, and of king Alexander most of all. From him of a surety wouldst thou before all others bear off glorious gifts, should he see Menelaus, the warlike son of Atreus, laid low by thy shaft, and set upon the grievous pyre. Nay, come, shoot thine arrow at glorious Menelaus, and vow to Apollo, the wolf-born god, famed for his bow, that thou wilt sacrifice a glorious hecatomb of firstling lambs, when thou shalt come to thy home, the city of sacred Zeleia. So spake Athene, and persuaded his heart in his folly. Straightway he uncovered his polished bow of the horn of a wild ibex, that himself on a time had smitten beneath the breast as it came forth from a rock, he lying in wait the while in a place of ambush, and had struck it in the chest, so that it fell backward in a cleft of the rock. From its head the horns grew to a length of sixteen palms; these the worker in horn had wrought and fitted together, and smoothed all with care, and set thereon a tip of gold.

112καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν 115πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων· αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ 120ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, 125λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.

This bow he bent, leaning it against the ground, and laid it carefully down; and his goodly comrades held their shields before him, lest the warrior sons of the Achaeans should leap to their feet or ever Menelaus, the warlike son of Atreus, was smitten. Then opened he the lid of his quiver, and took forth an arrow, a feathered arrow that had never been shot, freighted with dark pains; and forthwith he fitted the bitter arrow to the string, and made a vow to Apollo, the wolf-born god, famed for his bow, that he would sacrifice a glorious hecatomb of firstling lambs, when he should come to his home, the city of sacred Zeleia. And he drew the bow, clutching at once the notched arrow and the string of ox's sinew: the string he brought to his breast and to the bow the iron arrow-head. But when he had drawn the great bow into a round, the bow twanged and the string sang aloud, and the keen arrow leapt, eager to wing its way amid the throng. Then, O Menelaus, the blessed gods, the immortals, forgat thee not; and before all the daughter of Zeus, she that driveth the spoil, who took her stand before thee, and warded off the stinging arrow.

130ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· 135διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· 140αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, 145ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· 150ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.

She swept it just aside from the flesh, even as a mother sweepeth a fly from her child when he lieth in sweet slumber; and of herself she guided it where the golden clasps of the belt were fastened and the corselet overlapped. On the clasped belt lighted the bitter arrow, and through the belt richly dight was it driven, and clean through the curiously wrought corselet did it force its way, and through the taslet which he wore, a screen for his flesh and a barrier against darts, wherein was his chiefest defence; yet even through this did it speed. So the arrow grazed the outermost flesh of the warrior, and forthwith the dark blood flowed from the wound. As when a woman staineth ivory with scarlet, some woman of Maeonia or Caria, to make a cheek-piece for horses, and it lieth in a treasure-chamber, though many horsemen pray to wear it; but it lieth there as a king's treasure, alike an ornament for his horse and to its driver a glory; even in such wise, Menelaus, were thy thighs stained with blood, thy shapely thighs and thy legs and thy fair ankles beneath. Thereat shuddered the king of men, Agamemnon, as he saw the black blood flowing from the wound, and Menelaus, dear to Ares, himself likewise shuddered.

151ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· 155φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν. οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. 160εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ 165καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε 170αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.

But when he saw that the sinew and the barbs were without the flesh, back again into his breast was his spirit gathered. But with a heavy moan spake among them lord Agamemnon, holding Menelaus by the hand; and his comrades too made moan: Dear brother, it was for thy death, meseems, that I swore this oath with sacrifice, setting thee forth alone before the face of the Achaeans to do battle with the Trojans, seeing the Trojans have thus smitten thee, and trodden under foot the oaths of faith. Yet in no wise is an oath of none effect and the blood of lambs and drink-offerings of unmixed wine and the hand-clasps, wherein we put our trust. For even if for the moment the Olympian vouchsafeth not fulfillment, yet late and at length doth he fulfill them, and with a heavy price do men make atonement, even with their own heads and their wives and their children. For of a surety know I this in heart and soul: the day shall come when sacred Ilios shall be laid low, and Priam, and the people of Priam, with goodly spear of ash; and Zeus, son of Cronos, throned on high, that dwelleth in the heaven, shall himself shake over them all his dark aegis in wrath for this deceit. These things verily shall not fail of fulfillment; yet dread grief for thee shall be mine, O Menelaus, if thou shalt die and fill up thy lot of life.

171καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα 175κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, 180καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· 185οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· 190ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.

Aye, and as one most despised should I return to thirsty Argos, for straightway will the Achaeans bethink them of their native land, and so should we leave to Priam and the Trojans their boast, even Argive Helen. And thy bones shall the earth rot as thou liest in the land of Troy with thy task unfinished; and thus shall many a one of the overweening Trojans say, as he leapeth upon the barrow of glorious Menelaus: Would that in every matter it may he thus that Agamemnon may fulfill his wrath, even as now he led hither a host of the Achaeans to no purpose, and lo! he hath departed home to his dear native land with empty ships, and hath left here noble Menelaus. So shall some man speak in aftertime; in that day let the wide earth gape for me. But fair-haired Menelaus spake and heartened him, saying: Be thou of good cheer, neither affright in any wise the host of the Achaeans. Not in a fatal spot hath the shaft been fixed; ere that my flashing belt stayed it, and the kilt beneath, and the taslet that the coppersmiths fashioned. Then in answer to him spake lord Agamemnon: Would it may be so, dear Menelaus. But the leech shall search the wound and lay thereon simples that shall make thee cease from dark pains.

192ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, 195ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 200παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, 205ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. 210ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. 215λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.

Therewith he spake to Talthybius, the godlike herald: Talthybius, make haste to call hither Machaon, son of Asclepius, the peerless leech, to see warlike Menelaus, son of Atreus, whom some man well skilled in archery hath smitten with an arrow, some Trojan or Lycian, compassing glory for himself but for us sorrow. So spake he, and the herald failed not to hearken, as he heard, but went his way throughout the host of the brazen-coated Achaeans, glancing this way and that for the warrior Machaon; and he marked him as he stood, and round about him were the stalwart ranks of the shield-bearing hosts that followed him from Trica, the pastureland of horses. And he came up to him, and spake winged words, saying: Rouse thee, son of Asclepius; lord Agamemnon calleth thee to see warlike Menelaus, captain of the Achaeans, whom some man, well skilled in archery, hath smitten with an arrow, some Trojan or Lycian, compassing glory for himself but for us sorrow. So spake he, and roused the heart in his breast, and they went their way in the throng throughout the broad host of the Achaeans. And when they were come where was fair-haired Menelaus, wounded, and around him were gathered in a circle all they that were chieftains, the godlike hero came and stood in their midst, and straightway drew forth the arrow from the clasped belt; and as it was drawn forth the sharp barbs were broken backwards. And he loosed the flashing belt and the kilt beneath and the taslet that the coppersmiths fashioned. But when he saw the wound where the bitter arrow had lighted, he sucked out the blood, and with sure knowledge spread thereon soothing simples, which of old Cheiron had given to his father with kindly thought.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Iliad Book 4, lines 73–219: Pandarus breaks the truce and…