Homer · Iliad Ἰλιάς

Homer, Iliad 5.297–430: Diomedes wounds Aphrodite

Aeneas stands over the body of Pandarus, and Diomedes hurls a stone that crushes his hip, but Aphrodite wraps him in her robe and Diomedes pierces her hand. She drops her son, and Apollo covers Aeneas with a cloud while Iris leads the wounded goddess to Ares, who lends her his chariot to Olympus. Dione comforts her daughter, Athena mocks her, and Zeus tells Aphrodite that war is not her business.

Lines 5.297–430 · 1487 words · click a number to copy its link
297Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, 300πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. 305τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 310γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, 315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.

But Aeneas leapt down with shield and long spear, seized with fear lest perchance the Achaeans might drag from him the dead man. Over him he strode like a lion confident in his strength, and before him he held his spear and his shield that was well balanced on every side, eager to slay the man whosoever should come to seize the corpse, and crying a terrible cry. But the son of Tydeus grasped in his hand a stone—a mighty deed—one that not two men could bear, such as mortals now are; yet lightly did he wield it even alone. Therewith he smote Aeneas on the hip, where the thigh turns in the hip joint,—the cup, men call it—and crushed the cup-bone, and broke furthermore both sinews, and the jagged stone tore the skin away. Then the warrior fell upon his knees, and thus abode, and with his stout hand leaned he upon the earth; and dark night enfolded his eyes. And now would the king of men, Aeneas, have perished, had not the daughter of Zeus, Aphrodite, been quick to mark, even his mother, that conceived him to Anchises as he tended his kine. About her dear son she flung her white arms, and before him she spread a fold of her bright garment to be a shelter against missiles, lest any of the Danaans with swift horses might hurl a spear of bronze into his breast and take away his life.

318ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων 320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. 325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους 330ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.

She then was bearing her dear son forth from out the battle; but the son of Capaneus forgat not the commands that Diomedes good at the war-cry laid upon him. He held his own single-hooved horses away from the turmoil, binding the reins taut to the chariot rim, but rushed upon the fair-maned horses of Aeneas, and drave them forth from the Trojans into the host of the well-greaved Achaeans, and gave them to Deïpylus his dear comrade, whom he honoured above all the companions of his youth, because he was like-minded with himself; him he bade drive them to the hollow ships. Then did the warrior mount his own car and take the bright reins, and straightway drive his stout-hooved horses in eager quest of Tydeus' son. He the while had gone in pursuit of Cypris with his pitiless bronze, discerning that she was a weakling goddess, and not one of those that lord it in the battle of warriors,—no Athene she, nor Enyo, sacker of cities.

334ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, 335ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο 340ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων 345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; 350εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς· τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.

But when he had come upon her as he pursued her through the great throng, then the son of great-souled Tydeus thrust with his sharp spear and leapt upon her, and wounded the surface of her delicate hand, and forthwith through the ambrosial raiment that the Graces themselves had wrought for her the spear pierced the flesh upon the wrist above the palm and forth flowed the immortal blood of the goddess, the ichor, such as floweth in the blessed gods; for they eat not bread neither drink flaming wine, wherefore they are bloodless, and are called immortals. She then with a loud cry let fall her son, and Phoebus Apollo took him in his arms and saved him in a dark cloud, lest any of the Danaans with swift horses might hurl a spear of bronze into his breast and take away his life. But over her shouted aloud Diomedes good at the war-cry: Keep thee away, daughter of Zeus, from war and fighting. Sufficeth it not that thou beguilest weakling women? But if into battle thou wilt enter, verily methinks thou shalt shudder at the name thereof, if thou hearest it even from afar. So spake he, and she departed frantic, and was sore distressed; and wind-footed Iris took her and led her forth from out the throng, racked with pain, and her fair flesh was darkened.

355εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω· ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, 360ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί. λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο. ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους· ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, 365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ· 370ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;

Anon she found furious Ares abiding on the left of the battle, and upon a cloud was his spear leaning, and at hand were his swift horses twain. Then she fell upon her knees and with instant prayer begged for her dear brother's horses with frontlets of gold: Dear brother, save me, and give me thy horses, that I may get me to Olympus, where is the abode of the immortals. For sorely am I pained with a wound which a mortal man dealt me, Tydeus' son, that would now fight even with father Zeus. So spake she, and Ares gave her his horses with frontlets of gold; and she mounted upon the car, her heart distraught, and beside her mounted Iris and took the reins in her hand. She touched the horses with the lash to start them, and nothing loath the pair sped onward. Straightway then they came to the abode of the gods, to steep Olympus and there wind-footed, swift Iris stayed the horses and loosed them from the car, and cast before them food ambrosial; but fair Aphrodite flung herself upon the knees of her mother Dione. She clasped her daughter in her arms, and stroked her with her hand and spake to her, saying: Who now of the sons of heaven, dear child, hath entreated thee thus wantonly, as though thou wert working some evil before the face of all?

375τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, 380ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων· τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες. 385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια 390Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.

To her then made answer laughter-loving Aphrodite: Tydeus' son, Diomedes high of heart, wounded me, for that I was bearing forth from out the war my dear son Aeneas, who is in my eyes far the dearest of all men. For no longer is the dread battle one between Trojans and Achaeans; nay, the Danaans now fight even with the immortals. To her then made answer Dione, the fair goddess: Be of good heart, my child, and endure for all thy suffering; for full many of us that have dwellings on Olympus have suffered at the hands of men, in bringing grievous woes one upon the other. So suffered Ares, when Otus and mighty Ephialtes, the sons of Aloeus, bound him in cruel bonds, and in a brazen jar he lay bound for thirteen months; and then would Ares, insatiate of war, have perished, had not the stepmother of the sons of Aloeus, the beauteous Eëriboea, brought tidings unto Hermes; and he stole forth Ares, that was now sore distressed, for his grievous bonds were overpowering him. So suffered Hera, when the mighty son of Amphitryon smote her on the right breast with a three-barbed arrow; then upon her too came pain that might in no wise be assuaged.

395τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς 400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. 405σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν 415ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. 420τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων 425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, 430ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.

And so suffered monstrous Hades even as the rest a bitter arrow, when this same man, the son of Zeus that beareth the aegis, smote him in Pylos amid the dead, and gave him over to pains. But he went to the house of Zeus and to high Olympus with grief at heart, pierced through with pains; for into his mighty shoulder had the shaft been driven, and distressed his soul. But Paeëon spread thereon simples that slay pain, and healed him; for verily he was in no wise of mortal mould. Rash man, worker of violence, that recked not of his evil deeds, seeing that with his arrows he vexed the gods that hold Olympus. And upon thee has the goddess, flashing-eyed Athene, set this man—fool that he is; for the heart of Tydeus' son knoweth not this, that verily he endureth not for long who fighteth with the immortals, nor do his children prattle about his knees when he is come back from war and the dread conflict. Wherefore now let Tydeus' son, for all he is so mighty, beware lest one better than thou fight against him, lest in sooth Aegialeia, the daughter of Adrastus, passing wise, wake from sleep with her long lamentings all her household, as she wails for her wedded husband, the best man of the Achaeans, even she, the stately wife of horse-taming Diomedes. She spake, and with both her hands wiped the ichor from the arm; the arm was restored, and the grievous pains assuaged. But Athene and Hera, as they looked upon her, sought to anger Zeus, son of Cronos, with mocking words. And among them the goddess flashing-eyed Athene was first to speak: Father Zeus, wilt thou anywise be wroth with me for the word that I shall say? Of a surety now Cypris has been urging some one of the women of Achaea to follow after the Trojans, whom now she so wondrously loveth; and while stroking such a one of the fair-robed women of Achaea, she hath scratched upon her golden brooch her delicate hand. So spake she, but the father of men and gods smiled, and calling to him golden Aphrodite, said: Not unto thee, my child, are given works of war; nay, follow thou after the lovely works of marriage, and all these things shall be the business of swift Ares and Athene.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Iliad 5.297–430: Diomedes wounds Aphrodite | Homer