Homer · Iliad Ἰλιάς

Homer, Iliad 6.119–236: Diomedes and Glaucus exchange armour

Diomedes and Glaucus meet between the armies, and Diomedes asks who he is, saying that he will not fight a god. Glaucus answers that the generations of men are like leaves, and tells how his forefather Bellerophon was sent to Lycia, where he overcame the Chimaera, the Solymi and the Amazons. Diomedes, learning that their grandfathers were guest-friends, plants his spear and they exchange armour, Zeus taking the wits of Glaucus so that he gives gold for bronze.

Lines 6.119–236 · 1298 words · click a number to copy its link
119Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς 120ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε, τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ 125τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας· δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας, οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. 130οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου 135θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

But Glaucus, son of Hippolochus, and the son of Tydeus came together in the space between the two hosts, eager to do battle. And when the twain were now come near as they advanced one against the other, Diomedes, good at the war-cry, was first to speak, saying: Who art thou, mighty one, among mortal men? For never have I seen thee in battle where men win glory until this day, but now hast thou come forth far in advance of all in thy hardihood, in that thou abidest my far-shadowing spear. Unhappy are they whose children face my might. But and if thou art one of the immortals come down from heaven, then will I not fight with the heavenly gods. Nay, for even the son of Dryas, mighty Lycurgus, lived not long, seeing that he strove with heavenly gods—he that on a time drave down over the sacred mount of Nysa the nursing mothers of mad Dionysus; and they all let fall to the ground their wands, smitten with an ox-goad by man-slaying Lycurgus. But Dionysus fled, and plunged beneath the wave of the sea, and Thetis received him in her bosom, filled with dread, for mighty terror gat hold of him at the man's threatenings.

138τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν 140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· 145Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. 150εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, 155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

Then against Lycurgus did the gods that live at ease wax wroth, and the son of Cronos made him blind; and he lived not for long, seeing that he was hated of all the immortal gods. So would not I be minded to fight against the blessed gods. But if thou art of men, who eat the fruit of the field, draw nigh, that thou mayest the sooner enter the toils of destruction. Then spake to him the glorious son of Hippolochus: Great-souled son of Tydeus, wherefore inquirest thou of my lineage? Even as are the generations of leaves, such are those also of men. As for the leaves, the wind scattereth some upon the earth, but the forest, as it bourgeons, putteth forth others when the season of spring is come; even so of men one generation springeth up and another passeth away. Howbeit, if thou wilt, hear this also, that thou mayest know well my lineage; and many there be that know it. There is a city Ephyre in the heart of Argos, pasture-land of horses, and there dwelt Sisyphus that was craftiest of men, Sisyphus, son of Aeolus; and he begat a son Glaucus; and Glaucus begat peerless Bellerophon. To him the gods granted beauty and lovely manliness; but Proetus in his heart devised against him evil, and drave him, seeing he was mightier far, from the land of the Argives; for Zeus had made them subject to his sceptre.

160τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, 165ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, 170δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. 175ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

Now the wife of Proetus, fair Anteia, lusted madly for Bellerophon, to lie with him in secret love, but could in no wise prevail upon wise-hearted Bellerophon, for that his heart was upright. So she made a tale of lies, and spake to king Proetus: Either die thyself, Proetus, or slay Bellerophon, seeing he was minded to lie with me in love against my will. So she spake, and wrath gat hold upon the king to hear that word. To slay him he forbare, for his soul had awe of that; but he sent him to Lycia, and gave him baneful tokens, graving in a folded tablet many signs and deadly, and bade him show these to his own wife's father, that he might be slain. So he went his way to Lycia under the blameless escort of the gods. And when he was come to Lycia and the stream of Xanthus, then with a ready heart did the king of wide Lycia do him honour: for nine days' space he shewed him entertainment, and slew nine oxen. Howbeit when the tenth rosy-fingered Dawn appeared, then at length he questioned him and asked to see whatever token he bare from his daughter's husband, Proetus.

178αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε 180πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· 185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο· 190πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων 195καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

But when he had received from him the evil token of his daughter's husband, first he bade him slay the raging Chimaera. She was of divine stock, not of men, in the fore part a lion, in the hinder a serpent, and in the midst a goat, breathing forth in terrible wise the might of blazing fire. And Bellerophon slew her, trusting in the signs of the gods. Next fought he with the glorious Solymi, and this, said he was the mightest battle of warriors that ever he entered; and thirdly he slew the Amazons, women the peers of men. And against him, as he journeyed back therefrom, the king wove another cunning wile; he chose out of wide Lycia the bravest men and set an ambush; but these returned not home in any wise, for peerless Bellerophon slew them one and all. But when the king now knew that he was the valiant offspring of a god, he kept him there, and offered him his own daughter, and gave to him the half of all his kingly honour; moreover the Lycians meted out for him a demesne pre-eminent above all, a fair tract of orchard and of plough-land, to possess it. And the lady bare to wise-hearted Bellerophon three children, Isander and Hippolochus and Laodameia.

198Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. 200ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· 205τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι· πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι 210ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης· ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· 215ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας· οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά· Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, 220Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.

With Laodameia lay Zeus the counsellor, and she bare godlike Sarpedon, the warrior harnessed in bronze. But when even Bellerophon came to be hated of all the gods, then verily he wandered alone over the Aleian plain, devouring his own soul, and shunning the paths of men; and Isander his son was slain by Ares, insatiate of battle, as he fought against the glorious Solymi; and his daughter was slain in wrath by Artemis of the golden reins. But Hippolochus begat me and of him do I declare that I am sprung; and he sent me to Troy and straitly charged me ever to be bravest and pre-eminent above all, and not bring shame upon the race of my fathers, that were far the noblest in Ephyre and in wide Lycia. This is the lineage and the blood whereof I avow me sprung. So spake he, and Diomedes, good at the warcry, waxed glad. He planted his spear in the bounteous earth, and with gentle words spake to the shepherd of the host: Verily now art thou a friend of my father's house from of old: for goodly Oeneus on a time entertained peerless Bellerophon in his halls, and kept him twenty days; and moreover they gave one to the other fair gifts of friendship. Oeneus gave a belt bright with scarlet, and Bellerophon a double cup of gold which I left in my palace as I came hither.

222Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ 225εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου· πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. 230τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι. ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο· ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, 235ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.

But Tydeus I remember not, seeing I was but a little child when he left, what time the host of the Achaeans perished at Thebes. Therefore now am I a dear guest-friend to thee in the midst of Argos, and thou to me in Lycia, whenso I journey to the land of that folk. So let us shun one another's spears even amid the throng; full many there be for me to slay, both Trojans and famed allies, whomsoever a god shall grant me and my feet overtake; and many Achaeans again for thee to slay whomsoever thou canst. And let us make exchange of armour, each with the other, that these men too may know that we declare ourselves to be friends from our fathers' days. When they had thus spoken, the twain leapt down from their chariots and clasped each other's hands and pledged their faith. And then from Glaucus did Zeus, son of Cronos, take away his wit, seeing he made exchange of armour with Diomedes, son of Tydeus, giving golden for bronze, the worth of an hundred oxen for the worth of nine.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.