Homer · Iliad Ἰλιάς

Homer, Iliad 5.166–296: Pandarus and Aeneas against Diomedes

Pandarus complains that his arrow has not killed Diomedes and fears that a god stands beside him, and Aeneas persuades him to mount his car and face the Achaean. Sthenelus warns Diomedes, who refuses to flee and bids him seize Aeneas' horses, which are of the breed that Zeus gave to Tros. Pandarus' spear pierces Diomedes' shield, but Diomedes' spear passes through Pandarus' face and kills him.

Lines 5.166–296 · 1476 words · click a number to copy its link
166τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, 170στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν 175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· 180Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.

But Aeneas was ware of him as he made havoc of the ranks of warriors, and went his way along the battle amid the hurtling of the spears in quest of godlike Pandarus, if so be he might anywhere find him. He found the son of Lycaon, goodly and valiant, and took his stand before his face, and spake to him, saying: Pandarus, where now are thy bow and thy winged arrows, and thy fame? Therein may no man of this land vie with thee, nor any in Lycia declare himself to be better than thou. Come now, lift up thy hands in prayer to Zeus, and let fly a shaft at this man, whoe'er he be that prevaileth thus, and hath verily wrought the Trojans much mischief, seeing he hath loosed the knees of many men and goodly; if indeed he be not some god that is wroth with the Trojans, angered by reason of sacrifices; with grievous weight doth the wrath of god rest upon men. To him then spake the glorious son of Lycaon: Aeneas, counsellor of the brazen-coated Trojans, to the wise-hearted son of Tydeus do I liken him in all things, knowing him by his shield and his crested helm, and when I look on his horses; yet I know not surely if he be not a god.

184εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς 185οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· 190καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι 195πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα 200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.

But if he be the man I deem him, even the wise-hearted son of Tydeus, not without the aid of some god doth he thus rage, but one of the immortals standeth hard by him, his shoulders wrapped in cloud, and turned aside from him my swift shaft even as it lighted. For already have I let fly a shaft at him, and I smote him upon the right shoulder clean through the plate of his corselet; and I deemed that I should send him forth to Aïdoneus, yet I subdued him not; verily he is some wrathful god. And horses have I not at hand, neither car whereon I might mount—yet in Lycaon's halls, I ween, there be eleven fair chariots, new-wrought, new-furnished, with cloths spread over them; and by each standeth its yoke of horses feeding on white barley and spelt. Aye, and as I set out hither the old spearman Lycaon straitly charged me in our well-built house: he bade me be mounted on horse and car, and so lead the Trojans in mighty conflicts. Howbeit I hearkened not— verily it had been better far!—but spared the horses lest in the multitude of men they should lack fodder, they that were wont to eat their fill.

204ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα 205τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα 210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς 215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως, πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν 220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε 225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.

So I left them, and am come on foot to Ilios, trusting in my bow; but this, meseems, was to avail me not. Already have I let fly a shaft at two chieftains, the son of Tydeus and Atreus' son, and smitten them fairly, and from them both of a surety I drew forth blood, yet did I but arouse them the more. Wherefore with ill hap was it that I took from the peg my curved bow on that day when I led my Trojans to lovely Ilios to do pleasure to Hector. But if so be I shall return and behold with mine eyes my native land and my wife and great, high-roofed palace, then may some alien forthwith cut my head from me, if I break not this bow with my hands and cast it into the blazing fire; for worthless as wind doth it attend me. To him then spake in answer Aeneas, leader of the Trojans: Nay, speak not thus; things shall in no wise be any better before that we twain with horses and chariot go to face this man and make trial of him in arms. Nay, come, mount upon my car, that thou mayest see of what sort are the horses of Tros, well skilled to course fleetly hither and thither over the plain whether in pursuit or in flight. They twain will bring the two of us safely to the city, if again Zeus shall vouchsafe glory to Tydeus' son Diomedes.

226ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· 230Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, 235νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω, τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες 240ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι 245ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι· Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.

Come, therefore, take thou now the lash and the shining reins, and I will dismount to fight; or else do thou await his onset, and I will look to the horses. Then made answer to him the glorious son of Lycaon: Aeneas, keep thou the reins thyself, and drive thine own horses; better will they draw the curved car under their wonted charioteer, if so be we must flee from the son of Tydeus. I would not that they take fright and run wild, and for want of thy voice be not minded to bear us forth from the battle, and so the son of great-souled Tydeus leap upon us and slay the two of us, and drive off the single-hooved horses. Nay, drive thou thyself thine own car and thine own horses, and I will abide this man's onset with my sharp spear. So saying they mounted upon the inlaid car and eagerly drave the swift horses against the son of Tydeus. And Sthenelus, the glorious son of Capaneus, saw them and straightway spake to Tydeus' son winged words: Diomedes, son of Tydeus, dear to my heart, I behold two valiant warriors eager to fight against thee, endued with measureless strength. The one is well skilled with the bow, even Pandarus, and moreover avoweth him to be the son of Lycaon; while Aeneas avoweth himself to be born of peerless Anchises, and his mother is Aphrodite.

249ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω 250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· 255ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· 260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων, ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. 265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· 270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.

Nay, come, let us give ground on the car, neither rage thou thus, I pray thee, amid the foremost fighters, lest thou haply lose thy life. Then with an angry glance from beneath his brows mighty Diomedes spake to him: Talk not thou to me of flight, for I deem thou wilt not persuade me. Not in my blood is it to fight a skulking fight or to cower down; still is my strength steadfast. And I have no mind to mount upon a car, but even as I am will I go to face them; that I should quail Pallas Athene suffereth not. As for these twain, their swift horses shall not bear both back from us again, even if one or the other escape. And another thing will I tell thee, and do thou lay it to heart. If so be Athene, rich in counsel, shall vouchsafe me this glory, to slay them both, then do thou hold here these swift horses, binding the reins taut to the chariot rim; but be mindful to rush upon the horses of Aeneas and drive them forth from the Trojans to the host of the well-greaved Achaeans. For they are of that stock wherefrom Zeus, whose voice is borne afar, gave to Tros recompense for his son Ganymedes, for that they were the best of all horses that are beneath the dawn and the sun. Of this stock the king of men Anchises stole a breed, putting his mares to them while Laomedon knew naught thereof.

271τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 275τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. 280ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω 285δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. 290ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ 295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.

And from these a stock of six was born him in his palace; four he kept himself and reared at the stall, and the other two he gave to Aeneas, devisers of rout. Could we but take these twain, we should win us goodly renown. Thus they spake on this wise one to the other, and forthwith drew near those other twain, driving the swift horses. And Lycaon's glorious son spake first to him, saying: Thou son of lordly Tydeus, stalwart and wise of heart, verily my swift shaft subdued thee not, the bitter arrow; now will I again make trial of thee with my spear, if so be I may hit thee. So saying, he poised and hurled his far-shadowing spear, and smote upon the shield of Tydeus' son; and straight therethrough sped the point of bronze and reached the corselet. Then over him shouted aloud the glorious son of Lycaon: Thou art smitten clean through the belly, and not for long, methinks, shalt thou endure; but to me hast thou granted great glory. Then with no touch of fear spake to him mighty Diomedes: Thou hast missed and not hit; but ye twain, I deem, shall not cease till one or the other of you shall have fallen and glutted with his blood Ares, the warrior with tough shield of hide. So spake he and hurled; and Athene guided the spear upon his nose beside the eye, and it pierced through his white teeth. So the stubborn bronze shore off his tongue at its root, and the spear-point came out by the base of the chin. Then he fell from out the car, and his armour all bright and flashing clanged upon him, and the swift-footed horses swerved aside; and there his spirit and his strength were undone.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.