ἐπανάγωμεν δὲ νῦν πάλιν ἐπὶ τὸν Πελασγόν, ὃν Ἀκουσίλαος μὲν Διὸς λέγει καὶ Νιόβης, καθάπερ ὑπέθεμεν, Ἡσίοδος δὲ αὐτόχθονα. τούτου καὶ τῆς Ὠκεανοῦ θυγατρὸς Μελιβοίας, ἢ καθάπερ ἄλλοι λέγουσι νύμφης Κυλλήνης, παῖς Λυκάων ἐγένετο, ὃς βασιλεύων Ἀρκάδων ἐκ πολλῶν γυναικῶν πεντήκοντα παῖδας ἐγέννησε· Μελαινέα Θεσπρωτὸν Ἕλικα Νύκτιμον Πευκέτιον, Καύκωνα Μηκιστέα Ὁπλέα Μακαρέα Μάκεδνον, Ὅρον Πόλιχον Ἀκόντην Εὐαίμονα Ἀγκύορα, Ἀρχεβάτην Καρτέρωνα Αἰγαίωνα Πάλλαντα Εὔμονα, Κάνηθον Πρόθοον Λίνον Κορέθοντα Μαίναλον, Τηλεβόαν Φύσιον Φάσσον Φθῖον Λύκιον, Ἁλίφηρον Γενέτορα Βουκολίωνα Σωκλέα Φινέα, Εὐμήτην Ἁρπαλέα Πορθέα Πλάτωνα Αἵμονα, Κύναιθον Λέοντα Ἁρπάλυκον Ἡραιέα Τιτάναν, Μαντινέα Κλείτορα Στύμφαλον Ὀρχομενόν […] οὗτοι πάντας ἀνθρώπους ὑπερέβαλλονὑπερηφανίᾳ καὶ ἀσεβείᾳ. Ζεὺς δὲ αὐτῶν βουλόμενος τὴν ἀσέβειαν πειρᾶσαι εἰκασθεὶς ἀνδρὶ χερνήτῃ παραγίνεται. οἱ δὲ αὐτὸν ἐπὶ ξένια καλέσαντες, σφάξαντες ἕνα τῶν ἐπιχωρίων παῖδα, τοῖς ἱεροῖς τὰ τούτου σπλάγχνα συναναμίξαντες παρέθεσαν, συμβουλεύσαντος τοῦ πρεσβυτέρου ἀδελφοῦ Μαινάλου. Ζεὺς δὲ μυσαχθεὶς τὴν μὲν τράπεζαν ἀνέτρεψεν, ἔνθα νῦν Τραπεζοῦς καλεῖται ὁ τόπος, Λυκάονα δὲ καὶ τοὺς τούτου παῖδας ἐκεραύνωσε, χωρὶς τοῦ νεωτάτου Νυκτίμου· φθάσασα γὰρ ἡ Γῆ καὶ τῆς δεξιᾶς τοῦ Διὸς ἐφαψαμένη τὴν ὀργὴν κατέπαυσε.
Let us now return to Pelasgus, who, Acusilaus says, was a son of Zeus and Niobe, as we have supposed, but Hesiod declares him to have been a son of the soil. He had a son Lycaon by Meliboea, daughter of Ocean or, as others say, by a nymph Cyllene; and Lycaon, reigning over the Arcadians, begat by many wives fifty sons, to wit: Melaeneus, Thesprotus, Helix, Nyctimus, Peucetius, Caucon, Mecisteus, Hopleus, Macareus, Macednus, Horus, Polichus, Acontes, Evaemon, Ancyor, Archebates, Carteron, Aegaeon, Pallas, Eumon, Canethus, Prothous, Linus, Coretho, Maenalus, Teleboas, Physius, Phassus, Phthius, Lycius, Halipherus, Genetor, Bucolion, Socleus, Phineus, Eumetes, Harpaleus, Portheus, Plato, Haemo, Cynaethus, Leo, Harpalycus, Heraeeus, Titanas, Mantineus, Clitor, Stymphalus, Orchomenus, […] These exceeded all men in pride and impiety; and Zeus, desirous of putting their impiety to the proof, came to them in the likeness of a day-laborer. They offered him hospitality and having slaughtered a male child of the natives, they mixed his bowels with the sacrifices, and set them before him, at the instigation of the elder brother Maenalus. But Zeus in disgust upset the table at the place which is still called Trapezus, and blasted Lycaon and his sons by thunderbolts, all but Nyctimus, the youngest; for Earth was quick enough to lay hold of the right hand of Zeus and so appease his wrath.
Νυκτίμου δὲ. τὴν βασιλείαν παραλαβόντος ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐγένετο. τοῦτον ἔνιοι διὰ τὴν τῶν Λυκάονος παίδων δυσσέβειαν εἶπον γεγενῆσθαι.
Εὔμηλος δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι· Ἡσίοδος μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει, Ἄσιος δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως. αὕτη σύνθηρος Ἀρτέμιδος οὖσα, τὴν αὐτὴν ἐκείνῃ στολὴν φοροῦσα, ὤμοσεν αὐτῇ μεῖναι παρθένος. Ζεὺς δὲ ἐρασθεὶς ἀκούσῃ συνευνάζεται, εἰκασθείς, ὡς μὲν ἔνιοι λέγουσιν, Ἀρτέμιδι, ὡς δὲ ἔνιοι, Ἀπόλλωνι. βουλόμενος δὲ Ἥραν λαθεῖν εἰς ἄρκτον μετεμόρφωσεν αὐτήν. Ἥρα δὲ ἔπεισεν Ἄρτεμιν ὡς ἄγριον θηρίον κατατοξεῦσαι. εἰσὶ δὲ οἱ λέγοντες ὡς Ἄρτεμις αὐτὴν κατετόξευσεν ὅτι τὴν παρθενίαν οὐκ ἐφύλαξεν. ἀπολομένης δὲ Καλλιστοῦς Ζεὺς τὸ βρέφος ἁρπάσας ἐν Ἀρκαδίᾳ δίδωσιν ἀνατρέφειν Μαίᾳ, προσαγορεύσας Ἀρκάδα· τὴν δὲ Καλλιστὼ καταστερίσας ἐκάλεσεν ἄρκτον.
But when Nyctimus succeeded to the kingdom, there occurred the flood in the age of Deucalion; some said that it was occasioned by the impiety of Lycaon's sons. But Eumelus and some others say that Lycaon had also a daughter Callisto; though Hesiod says she was one of the nymphs, Asius that she was a daughter of Nycteus, and Pherecydes that she was a daughter of Ceteus. She was a companion of Artemis in the chase, wore the same garb, and swore to her to remain a maid. Now Zeus loved her and, having assumed the likeness, as some say, of Artemis, or, as others say, of Apollo, he shared her bed against her will, and wishing to escape the notice of Hera, he turned her into a bear. But Hera persuaded Artemis to shoot her down as a wild beast. Some say, however, that Artemis shot her down because she did not keep her maidenhood. When Callisto perished, Zeus snatched the babe, named it Arcas, and gave it to Maia to bring up in Arcadia; and Callisto he turned into a star and called it the Bear.