Πανδίονος δὲ ἀποθανόντος οἱ παῖδες τὰ πατρῷα ἐμερίσαντο, καὶ τὴν μὲν βασιλείαν Ἐρεχθεὺς λαμβάνει, τὴν δὲ ἱερωσύνην τῆς Ἀθηνᾶς καὶ τοῦ Ποσειδῶνος τοῦ Ἐρεχθέως Βούτης. γήμας δὲ Ἐρεχθεὺς Πραξιθέαν τὴν Φρασίμου καὶ Διογενείας τῆς Κηφισοῦ, ἔσχε παῖδας Κέκροπα Πάνδωρον Μητίονα, θυγατέρας δὲ Πρόκριν Κρέουσαν Χθονίαν Ὠρείθυιαν, ἣν ἥρπασε Βορέας.
Χθονίαν μὲν οὖν ἔγημε Βούτης, Κρέουσαν δὲ Ξοῦθος, Πρόκριν δὲ Κέφαλος ὁ Δηιόνος. ἡ δὲ λαβοῦσα χρυσοῦν στέφανον Πτελέοντι συνευνάζεται, καὶ φωραθεῖσα ὑπὸ Κεφάλου πρὸς Μίνωα φεύγει. ὁ δὲ αὐτῆς ἐρᾷ καὶ πείθει συνελθεῖν. εἰ δὲ συνέλθοι γυνὴ Μίνωι, ἀδύνατον ἦν αὐτὴν σωθῆναι· Πασιφάη γάρ, ἐπειδὴ πολλαῖς Μίνως συνηυνάζετο γυναιξίν, ἐφαρμάκευσεν αὐτόν, καὶ ὁπότε ἄλλῃ συνηυνάζετο, εἰς τὰ ἄρθρα ἀφίει θηρία, καὶ οὕτως ἀπώλλυντο. ἔχοντος οὖν αὐτοῦ κύνα ταχὺν καὶ ἀκόντιον ἰθυβόλον, ἐπὶ τούτοις Πρόκρις, δοῦσα τὴν Κιρκαίαν πιεῖν ῥίζαν πρὸς τὸ μηδὲν βλάψαι, συνευνάζεται. δείσασα δὲ αὖθις τὴν Μίνωος γυναῖκα ἧκεν εἰς Ἀθήνας, καὶ διαλλαγεῖσα Κεφάλῳ μετὰ τούτου παραγίνεται ἐπὶ θήραν· ἦν γὰρ θηρευτική. διωκούσης δὲ αὐτῆς ἐν τῇ λόχμῃ ἀγνοήσας Κέφαλος ἀκοντίζει, καὶ τυχὼν ἀποκτείνει Πρόκριν. καὶ κριθεὶς ἐν Ἀρείῳ πάγῳ φυγὴν ἀίδιον καταδικάζεται.
When Pandion died, his sons divided their father's inheritance between them, and Erechtheus got the kingdom, and Butes got the priesthood of Athena and Poseidon Erechtheus. Erechtheus married Praxithea, daughter of Phrasimus by Diogenia, daughter of Cephisus, and had sons, to wit, Cecrops, Pandorus, and Metion; and daughters, to wit, Procris, Creusa, Chthonia, and Orithyia, who was carried off by Boreas. Chthonia was married to Butes, Creusa to Xuthus, and Procris to Cephalus, son of Deion. Bribed by a golden crown, Procris admitted Pteleon to her bed, and being detected by Cephalus she fled to Minos. But he fell in love with her and tried to seduce her. Now if any woman had intercourse with Minos, it was impossible for her to escape with life; for because Minos cohabited with many women, Pasiphae bewitched him, and whenever he took another woman to his bed, he discharged wild beasts at her joints, and so the women perished. But Minos had a swift dog and a dart that flew straight; and in return for these gifts Procris shared his bed, having first given him the Circaean root to drink that he might not harm her. But afterwards, fearing the wife of Minos, she came to Athens and being reconciled to Cephalus she went forth with him to the chase; for she was fond of hunting. As she was in pursuit of game in the thicket, Cephalus, not knowing she was there, threw a dart, hit and killed Procris, and, being tried in the Areopagus, was condemned to perpetual banishment.
Ὠρείθυιαν δὲ παίζουσαν ἐπὶ Ἰλισσοῦ ποταμοῦ ἁρπάσας Βορέας συνῆλθεν· ἡ δὲ γεννᾷ θυγατέρας μὲν Κλεοπάτραν καὶ Χιόνην, υἱοὺς δὲ Ζήτην καὶ Κάλαϊν πτερωτούς, οἳ πλέοντες σὺν Ἰάσονι καὶ τὰς ἁρπυίας διώκοντες ἀπέθανον, ὡς δὲ Ἀκουσίλαος λέγει, περὶ Τῆνον ὑφʼ Ἡρακλέους ἀπώλοντο.
While Orithyia was playing by the Ilissus river, Boreas carried her off and had intercourse with her; and she bore daughters, Cleopatra and Chione, and winged sons, Zetes and Calais. These sons sailed with Jason and met their end in chasing the Harpies; but according to Acusilaus, they were killed by Hercules in Tenos.
Κλεοπάτραν δὲ ἔγημε Φινεύς, ᾧ γίνονται παῖδες ἐξ αὐτῆς Πλήξιππος καὶ Πανδίων. ἔχων δὲ τούτους ἐκ Κλεοπάτρας παῖδας Ἰδαίαν ἐγάμει τὴν Δαρδάνου. κἀκείνη τῶν προγόνων πρὸς Φινέα φθορὰν καταψεύδεται, καὶ πιστεύσας Φινεὺς ἀμφοτέρους τυφλοῖ. παραπλέοντες δὲ οἱ Ἀργοναῦται σὺν Βορέᾳ κολάζονται αὐτόν.
Cleopatra was married to Phineus, who had by her two sons, Plexippus and Pandion. When he had these sons by Cleopatra, he married Idaea, daughter of Dardanus. She falsely accused her stepsons to Phineus of corrupting her virtue, and Phineus, believing her, blinded them both. But when the Argonauts sailed past with Boreas, they punished him.
Χιόνη δὲ Ποσειδῶνι μίγνυται. ἡ δὲ κρύφα τοῦ πατρὸς Εὔμολπον τεκοῦσα, ἵνα μὴ γένηται καταφανής, εἰς τὸν βυθὸν ῥίπτει τὸ παιδίον. Ποσειδῶν δὲ ἀνελόμενος εἰς Αἰθιοπίαν κομίζει καὶ δίδωσι Βενθεσικύμῃ τρέφειν, αὐτοῦ θυγατρὶ καὶ Ἀμφιτρίτης. ὡς δὲ ἐτελειώθη, ὁ Βενθεσικύμης ἀνὴρ τὴν ἑτέραν αὐτῷ τῶν θυγατέρων δίδωσιν. ὁ δὲ καὶ τὴν ἀδελφὴν τῆς γαμηθείσης ἐπεχείρησε βιάζεσθαι, καὶ διὰ τοῦτο φυγαδευθεὶς μετὰ Ἰσμάρου τοῦ παιδὸς πρὸς Τεγύριον ἧκε, Θρᾳκῶν βασιλέα, ὃς αὐτοῦ τῷ παιδὶ τὴν θυγατέρα συνῴκισεν. ἐπιβουλεύων δὲ ὕστερον Τεγυρίῳ καταφανὴς γίνεται, καὶ πρὸς Ἐλευσινίους φεύγει καὶ φιλίαν ποιεῖται πρὸς αὐτούς. αὖθις δὲ Ἰσμάρου τελευτήσαντος μεταπεμφθεὶς ὑπὸ Τεγυρίου παραγίνεται, καὶ τὴν πρὸ τοῦ μάχην διαλυσάμενος τὴν βασιλείαν παρέλαβε. καὶ πολέμου ἐνστάντος πρὸς Ἀθηναίους τοῖς Ἐλευσινίοις, ἐπικληθεὶς ὑπὸ Ἐλευσινίων μετὰ πολλῆς συνεμάχει Θρᾳκῶν δυνάμεως. Ἐρεχθεῖ δὲ ὑπὲρ Ἀθηναίων νίκης χρωμένῳ ἔχρησεν ὁ θεὸς κατορθώσειν τὸν πόλεμον, ἐὰν μίαν τῶν θυγατέρων σφάξῃ. καὶ σφάξαντος αὐτοῦ τὴν νεωτάτην καὶ αἱ λοιπαὶ ἑαυτὰς κατέσφαξαν· ἐπεποίηντο γάρ, ὡς ἔφασάν τινες, συνωμοσίαν ἀλλήλαις συναπολέσθαι. γενομένης δὲ μετὰ τὴν σφαγὴν τῆς μάχης Ἐρεχθεὺς μὲν ἀνεῖλεν Εὔμολπον,
Chione had connexion with Poseidon, and having given birth to Eumolpus unknown to her father, in order not to be detected, she flung the child into the deep. But Poseidon picked him up and conveyed him to Ethiopia, and gave him to Benthesicyme( a daughter of his own by Amphitrite) to bring up. When he was full grown, Benthesicyme's husband gave him one of his two daughters. But he tried to force his wife's sister, and being banished on that account, he went with his son Ismarus to Tegyrius, king of Thrace, who gave his daughter in marriage to Eumolpus's son. But being afterwards detected in a plot against Tegyrius, he fled to the Eleusinians and made friends with them. Later, on the death of Ismarus, he was sent for by Tegyrius and went, composed his old feud with him, and succeeded to the kingdom. And war having broken out between the Athenians and the Eleusinians, he was called in by the Eleusinians and fought on their side with a large force of Thracians. When Erechtheus inquired of the oracle how the Athenians might be victorious, the god answered that they would win the war if he would slaughter one of his daughters; and when he slaughtered his youngest, the others also slaughtered themselves; for, as some said, they had taken an oath among themselves to perish together. In the battle which took place after the slaughter, Erechtheus killed Eumolpus.
Ποσειδῶνος δὲ καὶ τὸν Ἐρεχθέα καὶ τὴν οἰκίαν αὐτοῦ καταλύσαντος, Κέκροψ ὁ πρεσβύτατος τῶν Ἐρεχθέως παίδων ἐβασίλευσεν, ὃς γήμας Μητιάδουσαν τὴν Εὐπαλάμου παῖδα ἐτέκνωσε Πανδίονα. οὗτος μετὰ Κέκροπα βασιλεύων ὑπὸ τῶν Μητίονος υἱῶν κατὰ στάσιν ἐξεβλήθη, καὶ παραγενόμενος εἰς Μέγαρα πρὸς Πύλαν τὴν ἐκείνου θυγατέρα Πυλίαν γαμεῖ. αὖθις δὲ καὶ τῆς πόλεως βασιλεὺς καθίσταται· κτείνας γὰρ Πύλας τὸν τοῦ πατρὸς ἀδελφὸν Βίαντα τὴν βασιλείαν δίδωσι Πανδίονι, αὐτὸς δὲ εἰς Πελοπόννησον σὺν λαῷ παραγενόμενος κτίζει πόλιν Πύλον.
Πανδίονι δὲ ἐν Μεγάροις ὄντι παῖδες ἐγένοντο Αἰγεὺς Πάλλας Νῖσος Λύκος. ἔνιοι δὲ Αἰγέα Σκυρίου εἶναι λέγουσιν, ὑποβληθῆναι δὲ ὑπὸ Πανδίονος.
But Poseidon having destroyed Erechtheus and his house, Cecrops, the eldest of the sons of Erechtheus, succeeded to the throne. He married Metiadusa, daughter of Eupalamus, and begat Pandion. This Pandion, reigning after Cecrops, was expelled by the sons of Metion in a sedition, and going to Pylas at Megara married his daughter Pylia. And at a later time he was even appointed king of the city; for Pylas slew his father's brother Bias and gave the kingdom to Pandion, while he himself repaired to Peloponnese with a body of people and founded the city of Pylus. While Pandion was at Megara, he had sons born to him, to wit, Aegeus, Pallas, Nisus, and Lycus. But some say that Aegeus was a son of Scyrius, but was passed off by Pandion as his own.
μετὰ δὲ τὴν Πανδίονος τελευτὴν οἱ παῖδες αὐτοῦ στρατεύσαντες ἐπʼ Ἀθήνας ἐξέβαλον τοὺς Μητιονίδας καὶ τὴν ἀρχὴν τετραχῇ διεῖλον· εἶχε δὲ τὸ πᾶν κράτος Αἰγεύς. γαμεῖ δὲ πρώτην μὲν Μήταν τὴν Ὁπλῆτος, δευτέραν δὲ Χαλκιόπην τὴν Ῥηξήνορος. ὡς δὲ οὐκ ἐγένετο παῖς αὐτῷ, δεδοικὼς τοὺς ἀδελφοὺς εἰς Πυθίανἦλθε καὶ περὶ παίδων γονῆς ἐμαντεύετο. ὁ δὲ θεὸς ἔχρησεν αὐτῷ· ἀσκοῦ τὸν προύχοντα ποδάονα, φέρτατε λαῶν, / μὴ λύσῃς, πρὶν ἐς ἄκρον Ἀθηναίων ἀφίκηαι. / ἀπορῶν δὲ τὸν χρησμὸν ἀνῄει πάλιν εἰς Ἀθήνας.
After the death of Pandion his sons marched against Athens, expelled the Metionids, and divided the government in four; but Aegeus had the whole power. The first wife whom he married was Meta, daughter of Hoples, and the second was Chalciope, daughter of Rhexenor. As no child was born to him, he feared his brothers, and went to Pythia and consulted the oracle concerning the begetting of children. The god answered him: The bulging mouth of the wineskin, O best of men, / Loose not until thou hast reached the height of Athens. / Not knowing what to make of the oracle, he set out on his return to Athens.
καὶ Τροιζῆνα διοδεύων ἐπιξενοῦται Πιτθεῖ τῷ Πέλοπος, ὃς τὸν χρησμὸν συνείς, μεθύσας αὐτὸν τῇ θυγατρὶ συγκατέκλινεν Αἴθρᾳ. τῇ δὲ αὐτῇ νυκτὶ καὶ Ποσειδῶν ἐπλησίασεν αὐτῇ. Αἰγεὺς δὲ ἐντειλάμενος Αἴθρᾳ, ἐὰν ἄρρενα γεννήσῃ, τρέφειν, τίνος ἐστὶ μὴ λέγουσαν, ἀπέλιπεν ὑπό τινα πέτραν μάχαιραν καὶ πέδιλα, εἰπών, ὅταν ὁ παῖς δύνηται τὴν πέτραν ἀποκυλίσας ἀνελέσθαι ταῦτα, τότε μετʼ αὐτῶν αὐτὸν ἀποπέμπειν.
αὐτὸς δὲ ἧκεν εἰς Ἀθήνας, καὶ τὸν τῶν Παναθηναίων ἀγῶνα ἐπετέλει, ἐν ᾧ ὁ Μίνωος παῖς Ἀνδρόγεως ἐνίκησε πάντας. τοῦτον Αἰγεὺς ἐπὶ τὸν Μαραθώνιον ἔπεμψε ταῦρον, ὑφʼ οὗ διεφθάρη. ἔνιοι δὲ αὐτὸν λέγουσι πορευόμενον εἰς Θήβαςἐπὶ τὸν Λαΐου ἀγῶνα πρὸς τῶν ἀγωνιστῶν ἐνεδρευθέντα διὰ φθόνον ἀπολέσθαι. Μίνως δέ, ἀγγελθέντος αὐτῷ τοῦ θανάτου, θύων ἐν Πάρῳ ταῖς χάρισι, τὸν μὲν στέφανον ἀπὸ τῆς κεφαλῆς ἔρριψε καὶ τὸν αὐλὸν κατέσχε, τὴν δὲ θυσίαν οὐδὲν ἧττον ἐπετέλεσεν· ὅθεν ἔτι καὶ δεῦρο χωρὶς αὐλῶν καὶ στεφάνων ἐν Πάρῳ θύουσι ταῖς χάρισι.
And journeying by way of Troezen, he lodged with Pittheus, son of Pelops, who, understanding the oracle, made him drunk and caused him to lie with his daughter Aethra. But in the same night Poseidon also had connexion with her. Now Aegeus charged Aethra that, if she gave birth to a male child, she should rear it, without telling whose it was; and he left a sword and sandals under a certain rock, saying that when the boy could roll away the rock and take them up, she was then to send him away with them. But he himself came to Athens and celebrated the games of the Panathenian festival, in which Androgeus, son of Minos, vanquished all comers. Him Aegeus sent against the bull of Marathon, by which he was destroyed. But some say that as he journeyed to Thebes to take part in the games in honor of Laius, he was waylaid and murdered by the jealous competitors. But when the tidings of his death were brought to Minos, as he was sacrificing to the Graces in Paros, he threw away the garland from his head and stopped the music of the flute, but nevertheless completed the sacrifice; hence down to this day they sacrifice to the Graces in Paros without flutes and garlands.
μετʼ οὐ πολὺ δὲ θαλασσοκρατῶν ἐπολέμησε στόλῳ τὰς Ἀθήνας, καὶ Μέγαρα εἷλε Νίσου βασιλεύοντος τοῦ Πανδίονος, καὶ Μεγαρέα τὸν Ἱππομένους ἐξ Ὀγχηστοῦ Νίσῳ βοηθὸν ἐλθόντα ἀπέκτεινεν. ἀπέθανε δὲ καὶ Νῖσος διὰ θυγατρὸς προδοσίαν. ἔχοντι γὰρ αὐτῷ πορφυρέαν ἐν μέσῃ τῇ κεφαλῇ τρίχα ταύτης ἀφαιρεθείσης ἦν χρησμὸς τελευτῆσαι· ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα ἐρασθεῖσα Μίνωος ἐξεῖλε τὴν τρίχα. Μίνως δὲ Μεγάρων κρατήσας καὶ τὴν κόρην τῆς πρύμνης τῶν ποδῶν ἐκδήσας ὑποβρύχιον ἐποίησε.
χρονιζομένου δὲ τοῦ πολέμου, μὴ δυνάμενος ἑλεῖν Ἀθήνας εὔχεται Διὶ παρʼ Ἀθηναίων λαβεῖν δίκας. γενομένου δὲ τῇ πόλει λιμοῦ τε καὶ λοιμοῦ. τὸ μὲν πρῶτον κατὰ λόγιον Ἀθηναῖοι παλαιὸν τὰς Ὑακίνθου κόρας, Ἀνθηίδα Αἰγληίδα Λυταίαν Ὀρθαίαν, ἐπὶ τὸν Γεραίστου τοῦ Κύκλωπος τάφον κατέσφαξαν· τούτων δὲ ὁ πατὴρ Ὑάκινθος ἐλθὼν ἐκ Λακεδαίμονος Ἀθήνας κατῴκει. ὡς δὲ οὐδὲν ὄφελος ἦν τοῦτο, ἐχρῶντο περὶ ἀπαλλαγῆς. ὁ δὲ θεὸς ἀνεῖλεν αὐτοῖς Μίνωι διδόναι δίκας ἃς ἂν αὐτὸς αἱροῖτο. πέμψαντες οὖν πρὸς Μίνωα ἐπέτρεπον αἰτεῖν δίκας. Μίνως δὲ ἐκέλευσεν αὐτοῖς κόρους ἑπτὰ καὶ κόρας τὰς ἴσας χωρὶς ὅπλων πέμπειν τῷ Μινωταύρῳ βοράν. ἦν δὲ οὗτος ἐν λαβυρίνθῳ καθειργμένος, ἐν ᾧ τὸν εἰσελθόντα ἀδύνατον ἦν ἐξιέναι· πολυπλόκοις γὰρ καμπαῖς τὴν ἀγνοουμένην ἔξοδον ἀπέκλειε. κατεσκευάκει δὲ αὐτὸν Δαίδαλος ὁ Εὐπαλάμου παῖς τοῦ Μητίονος καὶ Ἀλκίππης. ἦν γὰρ ἀρχιτέκτων ἄριστος καὶ πρῶτος ἀγαλμάτων εὑρετής. οὗτος ἐξ Ἀθηνῶν ἔφυγεν, ἀπὸ τῆς ἀκροπόλεως βαλὼν τὸν τῆς ἀδελφῆς υἱὸν Τάλω, μαθητὴν ὄντα, δείσας μὴ διὰ τὴν εὐφυΐαν αὐτὸν ὑπερβάλῃ· σιαγόνα γὰρ ὄφεως εὑρὼν ξύλον λεπτὸν ἔπρισε. φωραθέντος δὲ τοῦ νεκροῦ κριθεὶς ἐν Ἀρείῳ πάγῳ καὶ καταδικασθεὶς πρὸς Μίνωα ἔφυγε. .
But not long afterwards, being master of the sea, he attacked Athens with a fleet and captured Megara, then ruled by king Nisus, son of Pandion, and he slew Megareus, son of Hippomenes, who had come from Onchestus to the help of Nisus. Now Nisus perished through his daughter's treachery. For he had a purple hair on the middle of his head, and an oracle ran that when it was pulled out he should die; and his daughter Scylla fell in love with Minos and pulled out the hair. But when Minos had made himself master of Megara, he tied the damsel by the feet to the stern of the ship and drowned her. When the war lingered on and he could not take Athens, he prayed to Zeus that he might be avenged on the Athenians. And the city being visited with a famine and a pestilence, the Athenians at first, in obedience to an ancient oracle, slaughtered the daughters of Hyacinth, to wit, Antheis, Aegleis, Lytaea, and Orthaea, on the grave of Geraestus, the Cyclops; now Hyacinth, the father of the damsels, had come from Lacedaemon and dwelt in Athens. But when this was of no avail, they inquired of the oracle how they could be delivered; and the god answered them that they should give Minos whatever satisfaction he might choose. So they sent to Minos and left it to him to claim satisfaction. And Minos ordered them to send seven youths and the same number of damsels without weapons to be fodder for the Minotaur. Now the Minotaur was confined in a labyrinth, in which he who entered could not find his way out; for many a winding turn shut off the secret outward way. The labyrinth was constructed by Daedalus, whose father was Eupalamus, son of Metion, and whose mother was Alcippe; for he was an excellent architect and the first inventor of images. He had fled from Athens, because he had thrown down from the acropolis Talos, the son of his sister Perdix; for Talos was his pupil, and Daedalus feared that with his talents he might surpass himself, seeing that he had sawed a thin stick with a jawbone of a snake which he had found. But the corpse was discovered; Daedalus was tried in the Areopagus, and being condemned fled to Minos. And there Pasiphae having fallen in love with the bull of Poseidon, Daedalus acted as her accomplice by contriving a wooden cow, and he constructed the labyrinth, to which the Athenians every year sent seven youths and as many damsels to be fodder for the Minotaur.
Θησεὺς δὲ γεννηθεὶς ἐξ Αἴθρας Αἰγεῖ παῖς, ὡς ἐγένετο τέλειος, ἀπωσάμενος τὴν πέτραν τὰ πέδιλα καὶ τὴν μάχαιραν ἀναιρεῖται, καὶ πεζὸς ἠπείγετο εἰς τὰς Ἀθήνας. φρουρουμένην δὲ ὑπὸ ἀνδρῶν κακούργων τὴν ὁδὸν ἡμέρωσε. πρῶτον μὲν γὰρ Περιφήτην τὸν Ἡφαίστου καὶ Ἀντικλείας, ὃς ἀπὸ τῆς κορύνης ἣν ἐφόρει κορυνήτης ἐπεκαλεῖτο, ἔκτεινεν ἐν Ἐπιδαύρῳ. πόδας δὲ ἀσθενεῖς ἔχων οὗτος ἐφόρει κορύνην σιδηρᾶν, διʼ ἧς τοὺς παριόντας ἔκτεινε. ταύτην ἀφελόμενος Θησεὺς ἐφόρει.
Aethra bore to Aegeus a son Theseus, and when he was grown up, he pushed away the rock and took up the sandals and the sword, and hastened on foot to Athens. And he cleared the road, which had been beset by evildoers. For first in Epidaurus he slew Periphetes, son of Hephaestus and Anticlia, who was surnamed the Clubman from the club which he carried. For being crazy on his legs he carried an iron club, with which he despatched the passers-by. That club Theseus wrested from him and continued to carry about.
δεύτερον δὲ κτείνει Σίνιν τὸν Πολυπήμονος καὶ Συλέας τῆς Κορίνθου. οὗτος πιτυοκάμπτης ἐπεκαλεῖτο· οἰκῶν γὰρ τὸν Κορινθίων ἰσθμὸν ἠνάγκαζε τοὺς παριόντας πίτυς κάμπτοντας ἀνέχεσθαι· οἱ δὲ διὰ τὴν ἀσθένειαν οὐκ ἠδύναντο, καὶ ὑπὸ τῶν δένδρων ἀναρριπτούμενοι πανωλέθρως ἀπώλλυντο. τούτῳ τῷ τρόπῳ καὶ Θησεὺς Σίνιν ἀπέκτεινεν.
Second, he killed Sinis, son of Polypemon and Sylea, daughter of Corinthus. This Sinis was surnamed the Pine-bender; for inhabiting the Isthmus of Corinth he used to force the passersby to keep bending pine trees; but they were too weak to do so, and being tossed up by the trees they perished miserably. In that way also Theseus killed Sinis.