Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέννησε καὶ κατά τινας Νικόστρατον, ἐκ δούλης δὲ Πιερίδος, γένος Αἰτωλίδος, ἢ καθάπερ Ἀκουσίλαός φησι Τηρηίδος, Μεγαπένθη, ἐκ Κνωσσίας δὲ νύμφης κατὰ Εὔμηλον Ξενόδαμον.
Now Menelaus had by Helen a daughter Hermione and, according to some, a son Nicostratus; and by a female slave Pieris, an Aetolian, or, according to Acusilaus, by Tereis, he had a son Megapenthes; and by a nymph Cnossia, according to Eumelus, he had a son Xenodamus.
τῶν δὲ ἐκ Λήδας γενομένων παίδων Κάστωρ μὲν ἤσκει τὰ κατὰ πόλεμον, Πολυδεύκης δὲ πυγμήν, καὶ διὰ τὴν ἀνδρείαν ἐκλήθησαν ἀμφότεροι Διόσκουροι. βουλόμενοι δὲ γῆμαι τὰς Λευκίππου θυγατέρας ἐκ Μεσσήνης ἁρπάσαντες ἔγημαν· καὶ γίνεται μὲν Πολυδεύκους καὶ Φοίβης Μνησίλεως, Κάστορος δὲ καὶ Ἱλαείρας Ἀνώγων. ἐλάσαντες δὲ ἐκ τῆς Ἀρκαδίας βοῶν λείαν μετὰ τῶν Ἀφαρέως παίδων Ἴδα καὶ Λυγκέως, ἐπιτρέπουσιν Ἴδᾳ διελεῖν· ὁ δὲ τεμὼν βοῦν εἰς μέρη τέσσαρα, τοῦ πρώτου καταφαγόντος εἶπε τῆς λείας τὸ ἥμισυ ἔσεσθαι, καὶ τοῦ δευτέρου τὸ λοιπόν. καὶ φθάσας κατηνάλωσε τὸ μέρος τὸ ἴδιον πρῶτος Ἴδας, καὶ τὸ τοῦ ἀδελφοῦ, καὶ μετʼ ἐκείνου τὴν λείαν εἰς Μεσσήνην ἤλασε. στρατεύσαντες δὲ ἐπὶ Μεσσήνην οἱ Διόσκουροι τήν τε λείαν ἐκείνην καὶ πολλὴν ἄλλην συνελαύνουσι. καὶ τὸν Ἴδαν ἐλόχων καὶ τὸν Λυγκέα. Λυγκεὺς δὲ ἰδὼν Κάστορα ἐμήνυσεν Ἴδᾳ, κἀκεῖνος αὐτὸν κτείνει. Πολυδεύκης δὲ ἐδίωξεν αὐτούς, καὶ τὸν μὲν Λυγκέα κτείνει τὸ δόρυ προέμενος, τὸν δὲ Ἴδαν διώκων, βληθεὶς ὑπʼ ἐκείνου πέτρᾳ κατὰ τῆς κεφαλῆς, πίπτει σκοτωθείς. καὶ Ζεὺς Ἴδαν κεραυνοῖ, Πολυδεύκην δὲ εἰς οὐρανὸν ἀνάγει. μὴ δεχομένου δὲ Πολυδεύκους τὴν ἀθανασίαν ὄντος νεκροῦ Κάστορος, Ζεὺς ἀμφοτέροις παρʼ ἡμέραν καὶ ἐν θεοῖς εἶναι καὶ ἐν θνητοῖς ἔδωκε. μεταστάντων δὲ εἰς θεοὺς τῶν Διοσκούρων, Τυνδάρεως μεταπεμψάμενος Μενέλαον εἰς Σπάρτην τούτῳ τὴν βασιλείαν παρέδωκεν.
Of the sons born to Leda Castor practised the art of war, and Pollux the art of boxing; and on account of their manliness they were both called Dioscuri. And wishing to marry the daughters of Leucippus, they carried them off from Messene and wedded them; and Pollux had Mnesileus by Phoebe, and Castor had Anogon by Hilaira. And having driven booty of cattle from Arcadia, in company with Idas and Lynceus, sons of Aphareus, they allowed Idas to divide the spoil. He cut a cow in four and said that one half of the booty should be his who ate his share first, and that the rest should be his who ate his share second. And before they knew where they were, Idas had swallowed his own share first and likewise his brother's, and with him had driven off the captured cattle to Messene. But the Dioscuri marched against Messene, and drove away that cattle and much else besides. And they lay in wait for Idas and Lynceus. But Lynceus spied Castor and discovered him to Idas, who killed him. Pollux chased them and slew Lynceus by throwing his spear, but in pursuing Lynceus he was wounded in the head with a stone thrown by him, and fell down in a swoon. And Zeus smote Idas with a thunderbolt, but Pollux he carried up to heaven. Nevertheless, as Pollux refused to accept immortality while his brother Castor was dead, Zeus permitted them both to be every other day among the gods and among mortals. And when the Dioscuri were translated to the gods, Tyndareus sent for Menelaus to Sparta and handed over the kingdom to him.