πλέοντος δὲ ἀπὸ Τροίας Ἡρακλέους Ἥρα χαλεποὺς ἔπεμψε χειμῶνας· ἐφʼ οἷς ἀγανακτήσας Ζεὺς ἐκρέμασεν αὐτὴν ἐξ Ὀλύμπου. προσέπλει δὲ Ἡρακλῆς τῇ Κῷ· καὶ νομίσαντες αὐτὸν οἱ Κῷοι λῃστρικὸν ἄγειν στόλον, βάλλοντες λίθοις προσπλεῖν ἐκώλυον. ὁ δὲ βιασάμενος αὐτὴν νυκτὸς εἷλε, καὶ τὸν βασιλέα Εὐρύπυλον, Ἀστυπαλαίας παῖδα καὶ Ποσειδῶνος, ἔκτεινεν. ἐτρώθη δὲ κατὰ τὴν μάχην Ἡρακλῆς ὑπὸ Χαλκώδοντος, καὶ Διὸς ἐξαρπάσαντος αὐτὸν οὐδὲν ἔπαθε. πορθήσας δὲ Κῶ ἧκε διʼ Ἀθηνᾶς εἰς Φλέγραν, καὶ μετὰ θεῶν κατεπολέμησε Γίγαντας.
When Hercules was sailing from Troy, Hera sent grievous storms, which so vexed Zeus that he hung her from Olympus. Hercules sailed to Cos, and the Coans, thinking he was leading a piratical squadron, endeavored to prevent his approach by a shower of stones. But he forced his way in and took the city by night, and slew the king, Eurypylus, son of Poseidon by Astypalaea. And Hercules was wounded in the battle by Chalcedon; but Zeus snatched him away, so that he took no harm. And having laid waste Cos, he came through Athena's agency to Phlegra, and sided with the gods in their victorious war on the giants.
μετʼ οὐ πολὺ δὲ ἐπʼ Αὐγείαν ἐστρατεύετο, συναθροίσας Ἀρκαδικὸν στρατὸν καὶ παραλαβὼν ἐθελοντὰς τῶν ἀπὸ τῆς Ἑλλάδος ἀριστέων. Αὐγείας δὲ τὸν ἀφʼ Ἡρακλέους πόλεμον ἀκούων κατέστησεν Ἠλείων στρατηγοὺς Εὔρυτον καὶ Κτέατον συμφυεῖς, οἳ δυνάμει τοὺς τότε ἀνθρώπους ὑπερέβαλλον, παῖδες δὲ ἦσαν Μολιόνης καὶ Ἄκτορος, ἐλέγοντο δὲ Ποσειδῶνος· Ἄκτωρ δὲ ἀδελφὸς ἦν Αὐγείου. συνέβη δὲ Ἡρακλεῖ κατὰ τὴν στρατείαν νοσῆσαι· διὰ τοῦτο καὶ σπονδὰς πρὸς τοὺς Μολιονίδας ἐποιήσατο. οἱ δὲ ὕστερον ἐπιγνόντες αὐτὸν νοσοῦντα, ἐπιτίθενται τῷ στρατεύματι καὶ κτείνουσι πολλούς. τότε μὲν οὖν ἀνεχώρησεν Ἡρακλῆς· αὖθις δὲ τῆς τρίτης ἰσθμιάδος τελουμένης, Ἠλείων τοὺς Μολιονίδας πεμψάντων συνθύτας, ἐν Κλεωναῖς ἐνεδρεύσας τούτους Ἡρακλῆς ἀπέκτεινε, καὶ στρατευσάμενος ἐπὶ τὴν Ἦλιν εἷλε τὴν πόλιν. καὶ κτείνας μετὰ τῶν παίδων Αὐγείαν κατήγαγε Φυλέα, καὶ τούτῳ τὴν βασιλείαν ἔδωκεν. ἔθηκε δὲ καὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, Πέλοπός τε βωμὸν ἱδρύσατο, καὶ θεῶν δώδεκα βωμοὺς ἓξ ἐδείματο.
Not long afterwards he collected an Arcadian army, and being joined by volunteers from the first men in Greece he marched against Augeas. But Augeas, hearing of the war that Hercules was levying, appointed Eurytus and Cteatus generals of the Eleans. They were two men joined in one, who surpassed all of that generation in strength and were sons of Actor by Molione, though their father was said to be Poseidon; now Actor was a brother of Augeas. But it came to pass that on the expedition Hercules fell sick; hence he concluded a truce with the Molionides. But afterwards, being apprized of his illness, they attacked the army and slew many. On that occasion, therefore, Hercules beat a retreat; but afterwards at the celebration of the third Isthmian festival, when the Eleans sent the Molionides to take part in the sacrifices, Hercules waylaid and killed them at Cleonae, and marching on Elis took the city. And having killed Augeas and his sons, he restored Phyleus and bestowed on him the kingdom. He also celebrated the Olympian games and founded an altar of Pelops, and built six altars of the twelve gods.
μετὰ δὲ τὴν τῆς Ἤλιδος ἅλωσιν ἐστράτευσεν ἐπὶ Πύλον, καὶ τὴν πόλιν ἑλὼν Περικλύμενον κτείνει τὸν ἀλκιμώτατον τῶν Νηλέως παίδων, ὃς μεταβάλλων τὰς μορφὰς ἐμάχετο. τὸν δὲ Νηλέα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Νέστορος ἀπέκτεινεν· οὗτος δὲ νέος ὢν παρὰ Γερηνίοις ἐτρέφετο. κατὰ δὲ τὴν μάχην καὶ Ἅιδην ἔτρωσε Πυλίοις βοηθοῦντα.
ἑλὼν δὲ τὴν Πύλον ἐστράτευεν ἐπὶ Λακεδαίμονα, μετελθεῖν τοὺς Ἱπποκόωντος παῖδας θέλων· ὠργίζετο μὲν γὰρ αὐτοῖς καὶ διότι Νηλεῖ συνεμάχησαν, μᾶλλον δὲ ὠργίσθη ὅτι τὸν Λικυμνίου παῖδα ἀπέκτειναν. θεωμένου γὰρ αὐτοῦ τὰ Ἱπποκόωντος βασίλεια, ἐκδραμὼν κύων τῶν Μολοττικῶν ἐπʼ αὐτὸν ἐφέρετο· ὁ δὲ βαλὼν λίθον ἐπέτυχε τοῦ κυνός, ἐκτροχάσαντες δὲ οἱ Ἱπποκοωντίδαι καὶ τύπτοντες αὐτὸν τοῖς σκυτάλοις ἀπέκτειναν. τὸν δὲ τούτου θάνατον ἐκδικῶν στρατιὰν ἐπὶ Λακεδαιμονίους συνήθροιζε. καὶ παραγενόμενος εἰς Ἀρκαδίαν ἠξίου Κηφέα μετὰ τῶν παίδων ὧν εἶχεν εἴκοσι συμμαχεῖν. δεδιὼς δὲ Κηφεὺς μὴ καταλιπόντος αὐτοῦ Τεγέαν Ἀργεῖοι ἐπιστρατεύσωνται, τὴν στρατείαν ἠρνεῖτο. Ἡρακλῆς δὲ παρʼ Ἀθηνᾶς λαβὼν ἐν ὑδρίᾳ χαλκῇ βόστρυχον Γοργόνος Στερόπῃ τῇ Κηφέως θυγατρὶ δίδωσιν, εἰπών, ἐὰν ἐπίῃ στρατός, τρὶς ἀνασχούσης ἐκ τῶν τειχῶν τὸν βόστρυχον καὶ μὴ προϊδούσης τροπὴν τῶν πολεμίων ἔσεσθαι. τούτου γενομένου Κηφεὺς μετὰ τῶν παίδων ἐστράτευε. καὶ κατὰ τὴν μάχην αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ τελευτῶσι, καὶ πρὸς τούτοις Ἰφικλῆς ὁ τοῦ Ἡρακλέους ἀδελφός. Ἡρακλῆς δὲ κτείνας τὸν Ἱπποκόωντα καὶ τοὺς παῖδας αὐτοῦ καὶ χειρωσάμενος τὴν πόλιν, Τυνδάρεων καταγαγὼν τὴν βασιλείαν παρέδωκε τούτῳ.
After the capture of Elis he marched against Pylus, and having taken the city he slew Periclymenus, the most valiant of the sons of Neleus, who used to change his shape in battle. And he slew Neleus and his sons, except Nestor; for he was a youth and was being brought up among the Gerenians. In the fight he also wounded Hades, who was siding with the Pylians. Having taken Pylus he marched against Lacedaemon, wishing to punish the sons of Hippocoon, for he was angry with them, both because they fought for Neleus, and still angrier because they had killed the son of Licymnius. For when he was looking at the palace of Hippocoon, a hound of the Molossian breed ran out and rushed at him, and he threw a stone and hit the dog, whereupon the Hippocoontids darted out and despatched him with blows of their cudgels. It was to avenge his death that Hercules mustered an army against the Lacedaemonians. And having come to Arcadia he begged Cepheus to join him with his sons, of whom he had twenty. But fearing lest, if he quitted Tegea, the Argives would march against it, Cepheus refused to join the expedition. But Hercules had received from Athena a lock of the Gorgon's hair in a bronze jar and gave it to Sterope, daughter of Cepheus, saying that if an army advanced against the city, she was to hold up the lock of hair thrice from the walls, and that, provided she did not look before her, the enemy would be turned to flight. That being so, Cepheus and his sons took the field, and in the battle he and his sons perished, and besides them Iphicles, the brother of Hercules. Having killed Hippocoon and his sons and subjugated the city, Hercules restored Tyndareus and entrusted the kingdom to him.
παριὼν δὲ Τεγέαν Ἡρακλῆς τὴν Αὔγην Ἀλεοῦ θυγατέρα οὖσαν ἀγνοῶν ἔφθειρεν. ἡ δὲ τεκοῦσα κρύφα τὸ βρέφος κατέθετο ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς. λοιμῷ δὲ τῆς χώρας φθειρομένης, Ἀλεὸς εἰσελθὼν εἰς τὸ τέμενος καὶ ἐρευνήσας τὰς τῆς θυγατρὸς ὠδῖνας εὗρε. τὸ μὲν οὖν βρέφος εἰς τὸ Παρθένιον ὄρος ἐξέθετο. καὶ τοῦτο κατὰ θεῶν τινα πρόνοιαν ἐσώθη· θηλὴν μὲν γὰρ ἀρτιτόκος ἔλαφος ὑπέσχεν αὐτῷ, ποιμένες δὲ ἀνελόμενοι τὸ βρέφος Τήλεφον ἐκάλεσαν αὐτό. Αὔγην δὲ ἔδωκε Ναυπλίῳ τῷ Ποσειδῶνος ὑπερόριον ἀπεμπολῆσαι. ὁ δὲ Τεύθραντι τῷ Τευθρανίας ἔδωκεν αὐτὴν δυνάστῃ, κἀκεῖνος γυναῖκα ἐποιήσατο.
Passing by Tegea, Hercules debauched Auge, not knowing her to be a daughter of Aleus. And she brought forth her babe secretly and deposited it in the precinct of Athena. But the country being wasted by a pestilence, Aleus entered the precinct and on investigation discovered his daughter's motherhood. So he exposed the babe on Mount Parthenius, and by the providence of the gods it was preserved: for a doe that had just cast her fawn gave it suck, and shepherds took up the babe and called it Telephus. And her father gave Auge to Nauplius, son of Poseidon, to sell far away in a foreign land; and Nauplius gave her to Teuthras, the prince of Teuthrania, who made her his wife.
παραγενόμενος δὲ Ἡρακλῆς εἰς Καλυδῶνα τὴν Οἰνέως θυγατέρα Δηιάνειραν ἐμνηστεύετο, καὶ διαπαλαίσας ὑπὲρ τῶν γάμων αὐτῆς πρὸς Ἀχελῷον εἰκασμένον ταύρῳ περιέκλασε τὸ ἕτερον τῶν κεράτων. καὶ τὴν μὲν Δηιάνειραν γαμεῖ, τὸ δὲ κέρας Ἀχελῷος λαμβάνει, δοὺς ἀντὶ τούτου τὸ τῆς Ἀμαλθείας. Ἀμάλθεια δὲ ἦν Αἱμονίου θυγάτηρ, ἣ κέρας εἶχε ταύρου. τοῦτο δέ, ὡς Φερεκύδης λέγει, δύναμιν εἶχε τοιαύτην ὥστε βρωτὸν ἢ ποτόν, ὅπερ ἂν εὔξαιτό τις, παρέχειν ἄφθονον.
And having come to Calydon, Hercules wooed Deianira, daughter of Oeneus. He wrestled for her hand with Achelous, who assumed the likeness of a bull; but Hercules broke off one of his horns. So Hercules married Deianira, but Achelous recovered the horn by giving the horn of Amalthea in its stead. Now Amalthea was a daughter of Haemonius, and she had a bull's horn, which, according to Pherecydes, had the power of supplying meat or drink in abundance, whatever one might wish.
στρατεύει δὲ Ἡρακλῆς μετὰ Καλυδωνίων ἐπὶ Θεσπρωτούς, καὶ πόλιν ἑλὼν Ἔφυραν, ἧς ἐβασίλευε Φύλας, Ἀστυόχῃ τῇ τούτου θυγατρὶ συνελθὼν πατὴρ Τληπολέμου γίνεται. διατελῶν δὲ παρʼ αὐτοῖς, πέμψας πρὸς Θέσπιον ἑπτὰ μὲν κατέχειν ἔλεγε παῖδας, τρεῖς δὲ εἰς Θήβας ἀποστέλλειν, τοὺς δὲ λοιποὺς τεσσαράκοντα πέμπειν εἰς Σαρδὼ τὴν νῆσον ἐπʼ ἀποικίαν. γενομένων δὲ τούτων εὐωχούμενος παρʼ Οἰνεῖ κονδύλῳ πλήξας ἀπέκτεινεν Ἀρχιτέλους παῖδα Εὔνομον κατὰ χειρῶν διδόντα· συγγενὴς δὲ Οἰνέως οὗτος. ἀλλʼ ὁ μὲν πατὴρ τοῦ παιδός, ἀκουσίως γεγενημένου τοῦ συμβεβηκότος, συνεγνωμόνει, Ἡρακλῆς δὲ κατὰ τὸν νόμον τὴν φυγὴν ὑπομένειν ἤθελε, καὶ διέγνω πρὸς Κήυκα εἰς Τραχῖνα ἀπιέναι. ἄγων δὲ Δηιάνειραν ἐπὶ ποταμὸν Εὔηνον ἧκεν, ἐν ᾧ καθεζόμενος Νέσσος ὁ Κένταυρος τοὺς παριόντας διεπόρθμευε μισθοῦ, λέγων παρὰ θεῶν τὴν πορθμείαν εἰληφέναι διὰ δικαιοσύνην. αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διέβη, Δηιάνειραν δὲ μισθὸν αἰτηθεὶς ἐπέτρεψε Νέσσῳ διακομίζειν. ὁ δὲ διαπορθμεύων αὐτὴν ἐπεχείρει βιάζεσθαι. τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐξελθόντα Νέσσον ἐτόξευσεν εἰς τὴν καρδίαν. ὁ δὲ μέλλων τελευτᾶν προσκαλεσάμενος Δηιάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τόν τε γόνον ὃν ἀφῆκε κατὰ τῆς γῆς καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα συμμῖξαι, ἡ δὲ ποιήσασα τοῦτο ἐφύλαττε παρʼ ἑαυτῇ.
And Hercules marched with the Calydonians against the Thesprotians, and having taken the city of Ephyra, of which Phylas was king, he had intercourse with the king's daughter Astyoche, and became the father of Tlepolemus. While he stayed among them, he sent word to Thespius to keep seven of his sons, to send three to Thebes and to despatch the remaining forty to the island of Sardinia to plant a colony. After these events, as he was feasting with Oeneus, he killed with a blow of his knuckles Eunomus, son of Architeles, when the lad was pouring water on his hands; now the lad was a kinsman of Oeneus. Seeing that it was an accident, the lad's father pardoned Hercules; but Hercules wished, in accordance with the law, to suffer the penalty of exile, and resolved to depart to Ceyx at Trachis. And taking Deianira with him, he came to the river Evenus, at which the centaur Nessus sat and ferried passengers across for hire, alleging that he had received the ferry from the gods for his righteousness. So Hercules crossed the river by himself, but on being asked to pay the fare he entrusted Deianira to Nessus to carry over. But he, in ferrying her across, attempted to violate her. She cried out, Hercules heard her, and shot Nessus to the heart when he emerged from the river. Being at the point of death, Nessus called Deianira to him and said that if she would have a love charm to operate on Hercules she should mix the seed he had dropped on the ground with the blood that flowed from the wound inflicted by the barb. She did so and kept it by her.
διεξιὼν δὲ Ἡρακλῆς τὴν Δρυόπων χώραν, ἀπορῶν τροφῆς, ἀπαντήσαντος Θειοδάμαντος βοηλατοῦντος τὸν ἕτερον τῶν ταύρων λύσας καὶ σφάξας εὐωχήσατο. ὡς δὲ ἦλθεν εἰς Τραχῖνα πρὸς Κήυκα, ὑποδεχθεὶς ὑπʼ αὐτοῦ Δρύοπας κατεπολέμησεν.
αὖθις δὲ ἐκεῖθεν ὁρμηθεὶς Αἰγιμίῳ βασιλεῖ Δωριέων συνεμάχησε· Λαπίθαι γὰρ περὶ γῆς ὅρων ἐπολέμουν αὐτῷ Κορώνου στρατηγοῦντος, ὁ δὲ πολιορκούμενος ἐπεκαλέσατο τὸν Ἡρακλέα βοηθὸν ἐπὶ μέρει τῆς γῆς. βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κόρωνον μετὰ καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ἀπέκτεινε δὲ καὶ Λαογόραν μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν Ἀπόλλωνος τεμένει δαινύμενον, ὑβριστὴν ὄντα καὶ Λαπιθῶν σύμμαχον. παριόντα δὲ Ἴτωνον εἰς μονομαχίαν προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας· συστὰς δὲ καὶ τοῦτον ἀπέκτεινεν. ὡς δὲ εἰς Ὀρμένιον ἧκεν, Ἀμύντωρ αὐτὸν ὁ βασιλεὺς μεθʼ ὅπλων οὐκ εἴα διέρχεσθαι· κωλυόμενος δὲ παριέναι καὶ τοῦτον ἀπέκτεινεν.
ἀφικόμενος δὲ εἰς Τραχῖνα στρατιὰν ἐπʼ Οἰχαλίαν συνήθροισεν, Εὔρυτον τιμωρήσασθαι θέλων. συμμαχούντων δὲ αὐτῷ Ἀρκάδων καὶ Μηλιέων τῶν ἐκ Τραχῖνος καὶ Λοκρῶν τῶν Ἐπικνημιδίων, κτείνας μετὰ τῶν παίδων Εὔρυτον αἱρεῖ τὴν πόλιν. καὶ θάψας τῶν σὺν αὐτῷ στρατευσαμένων τοὺς ἀποθανόντας, Ἵππασόν τε τὸν Κήυκος καὶ Ἀργεῖον καὶ Μέλανα τοὺς Λικυμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. καὶ προσορμισθεὶς Κηναίῳ τῆς Εὐβοίας ἀκρωτηρίῳ Διὸς Κηναίου βωμὸν ἱδρύσατο. μέλλων δὲ ἱερουργεῖν εἰς Τραχῖνα Λίχαν τὸν κήρυκα ἔπεμψε λαμπρὰν ἐσθῆτα οἴσοντα. παρὰ δὲ τούτου τὰ περὶ τὴν Ἰόλην Δηιάνειρα πυθομένη, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. ἐνδὺς δὲ Ἡρακλῆς ἔθυεν. ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τὸν χρῶτα ἔσηπε, τὸν μὲν Λίχαν τῶν ποδῶν ἀράμενος κατηκόντισεν ἀπὸ τῆς †Βοιωτίας, τὸν δὲ χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. τοιαύτῃ συμφορᾷ κατασχεθεὶς εἰς Τραχῖνα ἐπὶ νεὼς κομίζεται. Δηιάνειρα δὲ αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἐκ Δηιανείρας ἦν αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην ἀνδρωθέντα γῆμαι, παραγενόμενος εἰς Οἴτην ὄρος (ἔστι δὲ τοῦτο Τραχινίων), ἐκεῖ πυρὰν ποιήσας ἐκέλευσεν ἐπιβὰς ὑφάπτειν. μηδενὸς δὲ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων ὑφῆψε. τούτῳ καὶ τὰ τόξα ἐδωρήσατο Ἡρακλῆς. καιομένης δὲ τῆς πυρᾶς λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι. ἐκεῖθεν δὲ τυχὼν ἀθανασίας καὶ διαλλαγεὶς Ἥρᾳ τὴν ἐκείνης θυγατέρα Ἥβην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖδες Ἀλεξιάρης καὶ Ἀνίκητος ἐγένοντο.
Going through the country of the Dryopes and being in lack of food, Hercules met Thiodamas driving a pair of bullocks; so he unloosed and slaughtered one of the bullocks and feasted. And when he came to Ceyx at Trachis he was received by him and conquered the Dryopes. And afterwards setting out from there, he fought as an ally of Aegimius, king of the Dorians. For the Lapiths, commanded by Coronus, made war on him in a dispute about the boundaries of the country; and being besieged he called in the help of Hercules, offering him a share of the country. So Hercules came to his help and slew Coronus and others, and handed the whole country over to Aegimius free. He slew also Laogoras, king of the Dryopes, with his children, as he was banqueting in a precinct of Apollo; for the king was a wanton fellow and an ally of the Lapiths. And as he passed by Itonus he was challenged to single combat by Cycnus a son of Ares and Pelopia; and closing with him Hercules slew him also. But when he was come to Ormenium, king Amyntor took arms and forbade him to march through; but when he would have hindered his passage, Hercules slew him also. On his arrival at Trachis he mustered an army to attack Oechalia, wishing to punish Eurytus. Being joined by Arcadians, Melians from Trachis, and Epicnemidian Locrians, he slew Eurytus and his sons and took the city. After burying those of his own side who had fallen, to wit, Hippasus, son of Ceyx, and Argius and Melas, the sons of Licymnius, he pillaged the city and led Iole captive. And having put in at Cenaeum, a headland of Euboea, he built an altar of Cenaean Zeus. Intending to offer sacrifice, he sent the herald Lichas to Trachis to fetch fine raiment. From him Deianira learned about Iole, and fearing that Hercules might love that damsel more than herself, she supposed that the spilt blood of Nessus was in truth a love-charm, and with it she smeared the tunic. So Hercules put it on and proceeded to offer sacrifice. But no sooner was the tunic warmed than the poison of the hydra began to corrode his skin; and on that he lifted Lichas by the feet, hurled him down from the headland, and tore off the tunic, which clung to his body, so that his flesh was torn away with it. In such a sad plight he was carried on shipboard to Trachis: and Deianira, on learning what had happened, hanged herself. But Hercules, after charging Hyllus his elder son by Deianira, to marry Iole when he came of age, proceeded to Mount Oeta, in the Trachinian territory, and there constructed a pyre, mounted it, and gave orders to kindle it. When no one would do so, Poeas, passing by to look for his flocks, set a light to it. On him Hercules bestowed his bow. While the pyre was burning, it is said that a cloud passed under Hercules and with a peal of thunder wafted him up to heaven. Thereafter he obtained immortality, and being reconciled to Hera he married her daughter Hebe, by whom he had sons, Alexiares and Anicetus.
ἦσαν δὲ παῖδες αὐτῷ ἐκ μὲν τῶν Θεσπίου θυγατέρων, Πρόκριδος μὲν Ἀντιλέων καὶ Ἱππεύς (ἡ πρεσβυτάτη γὰρ διδύμους ἐγέννησε), Πανόπης δὲ Θρεψίππας, Λύσης Εὐμήδης, […] Κρέων, Ἐπιλάϊδος Ἀστυάναξ, Κέρθης Ἰόβης, Εὐρυβίας Πολύλαος, Πατροῦς Ἀρχέμαχος, Μηλίνης Λαομέδων, Κλυτίππης Εὐρύκαπυς, Εὐρύπυλος Εὐβώτης, Ἀγλαΐης Ἀντιάδης, Ὀνήσιππος Χρυσηίδος, Ὀρείης Λαομένης, Τέλης Λυσιδίκης, Ἐντελίδης Μενιππίδος, Ἀνθίππης Ἱπποδρόμος, Τελευταγόρας Εὐρυ […] , Καπύλος Ἵππωτος, Εὐβοίας Ὄλυμπος, Νίκης Νικόδρομος, Ἀργέλης Κλεόλαος, Ἐξόλης Ἐρύθρας, Ξανθίδος Ὁμόλιππος, Στρατονίκης Ἄτρομος, Κελευστάνωρ Ἴφιδος, Λαοθόης Ἄντιφος, Ἀντιόπης Ἀλόπιος, Ἀστυβίης Καλαμήτιδος, Φυληίδος Τίγασις, Αἰσχρηίδος Λευκώνης, Ἀνθείας […] , Εὐρυπύλης Ἀρχέδικος, Δυνάστης Ἐρατοῦς, ἈσωπίδοςΜέντωρ, Ἠώνης Ἀμήστριος, Τιφύσης Λυγκαῖος, Ἁλοκράτης Ὀλυμπούσης, Ἑλικωνίδος Φαλίας, Ἡσυχείης Οἰστρόβλης, Τερψικράτης Εὐρυόπης, Ἐλαχείας Βουλεύς, Ἀντίμαχος Νικίππης, Πάτροκλος Πυρίππης, Νῆφος Πραξιθέας, Λυσίππης Ἐράσιππος, Λυκοῦργος Τοξικράτης, Βουκόλος Μάρσης, Λεύκιππος Εὐρυτέλης, Ἱπποκράτης Ἱππόζυγος. οὗτοι μὲν ἐκ τῶν Θεσπίου θυγατέρων, ἐκ δὲ τῶν ἄλλων, Δηιανείρας μὲν τῆς Οἰνέως Ὕλλος Κτήσιππος Γληνὸς Ὀνείτης, ἐκ Μεγάρας δὲ τῆς Κρέοντος Θηρίμαχος Δηικόων Κρεοντιάδης, ἐξ Ὀμφάλης δὲ Ἀγέλαος, ὅθεν καὶ τὸ Κροίσου γένος. Χαλκιόπης δὲ τῆς Εὐρυπύλου Θετταλός, Ἐπικάστης τῆς Αὐγέου Θεστάλος, Παρθενόπης τῆς Στυμφάλου Εὐήρης, Αὔγης τῆς Ἀλεοῦ Τήλεφος, Ἀστυόχης τῆς Φύλαντος Τληπόλεμος, Ἀστυδαμείας τῆς Ἀμύντορος Κτήσιππος, Αὐτονόης τῆς Πειρέως Παλαίμων.
And he had sons by the daughters of Thespius, to wit: by Procris he had Antileon and Hippeus( for the eldest daughter bore twins); by Panope he had Threpsippas; by Lyse he had Eumedes; […] he had Creon; by Epilais he had Astyanax; by Certhe he had Iobes; by Eurybia he had Polylaus; by Patro he had Archemachus; by Meline he had Laomedon; by Clytippe he had Eurycapys; by Eubote he had Eurypylus; by Aglaia he had Antiades; by Chryseis he had Onesippus; by Oriahe had Laomenes; by Lysidice he had Teles; by Menippis he had Entelides; by Anthippe he had Hippodromus; by Eury […] he had Teleutagoras; by Hippo he had Capylus; by Euboea he had Olympus; by Nice he had Nicodromus; by Argele he had Cleolaus; by Exole he had Erythras; by Xanthis he had Homolippus; by Stratonice he had Atromus; by Iphis he had Celeustanor; by Laothoe he had Antiphus; by Antiope he had Alopius; by Calametis he had Astybies; by Phyleis he had Tigasis, by Aeschreis he had Leucones; by Anthea […] ; by Eurypyle he had Archedicus; by Erato he had Dynastes; by Asopis he had Mentor; by Eone he had Amestrius; by Tiphyse he had Lyncaeus; by Olympusa he had Halocrates; by Heliconis he had Phalias; by Hesychia he had Oestrobles; by Terpsicrate he had Euryopes; by Elachia he had Buleus; by Nicippe he had Antimachus; by Pyrippehe had Patroclus; by Praxithea he had Nephus; by Lysippe he had Erasippus; by Toxicrate he had Lycurgus; by Marse he had Bucolus; by Eurytele he had Leucippus; by Hippocrate he had Hippozygus. These he had by the daughters of Thespius. And he had sons by other women: by Deianira, daughter of Oeneus, he had Hyllus, Ctesippus, Glenus and Onites; by Megara, daughter of Creon, he had Therimachus, Deicoon, and Creontiades; by Omphale he had Agelaus, from whom the family of Croesus was descended, by Chalciope, daughter of Eurypylus, he had Thettalus; by Epicaste, daughter of Augeas, he had Thestalus; by Parthenope, daughter of Stymphalus, he had Everes; by Auge, daughter of Aleus, he had Telephus; by Astyoche, daughter of Phylas, he had Tlepolemus; by Astydamia, daughter of Amyntor, he had Ctesippus; by Autonoe, daughter of Pireus, he had Palaemon.