τῶν δὲ Αἰόλου παίδων Ἀθάμας, Βοιωτίας δυναστεύων, ἐκ Νεφέλης τεκνοῖ παῖδα μὲν Φρίξον θυγατέρα δὲ Ἕλλην. αὖθις δὲ Ἰνὼ γαμεῖ, ἐξ ἧς αὐτῷ Λέαρχος καὶ Μελικέρτης ἐγένοντο. ἐπιβουλεύουσα δὲ Ἰνὼ τοῖς Νεφέλης τέκνοις ἔπεισε τὰς γυναῖκας τὸν πυρὸν φρύγειν. λαμβάνουσαι δὲ κρύφα τῶν ἀνδρῶν τοῦτο ἔπρασσον. γῆ δὲ πεφρυγμένους πυροὺς δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. διὸ πέμπων ὁ Ἀθάμας εἰς Δελφοὺς ἀπαλλαγὴν ἐπυνθάνετο τῆς ἀφορίας. Ἰνὼ δὲ τοὺς πεμφθέντας ἀνέπεισε λέγειν ὡς εἴη κεχρησμένον παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ ὁ Φρίξος. τοῦτο ἀκούσας Ἀθάμας, συναναγκαζόμενος ὑπὸ τῶν τὴν γῆν κατοικούντων, τῷ βωμῷ παρέστησε Φρίξον. Νεφέλη δὲ μετὰ τῆς θυγατρὸς αὐτὸν ἀνήρπασε, καὶ παρʼ Ἑρμοῦ λαβοῦσα χρυσόμαλλον κριὸν ἔδωκεν, ὑφʼ οὗ φερόμενοι διʼ οὐρανοῦ γῆν ὑπερέβησαν καὶ θάλασσαν. ὡς δὲ ἐγένοντο κατὰ τὴν μεταξὺ κειμένην θάλασσαν Σιγείου καὶ Χερρονήσου, ὤλισθεν εἰς τὸν βυθὸν ἡ Ἕλλη, κἀκεῖ θανούσης αὐτῆς ἀπʼ ἐκείνης Ἑλλήσποντος ἐκλήθη τὸ πέλαγος. Φρίξος δὲ ἦλθεν εἰς Κόλχους, ὧν Αἰήτης ἐβασίλευε παῖς Ἡλίου καὶ Περσηίδος, ἀδελφὸς δὲ Κίρκης καὶ Πασιφάης, ἣν Μίνως ἔγημεν. οὗτος αὐτὸν ὑποδέχεται, καὶ μίαν τῶν θυγατέρων Χαλκιόπην δίδωσιν. ὁ δὲ τὸν χρυσόμαλλον κριὸν Διὶ θύει φυξίῳ, τὸ δὲ τούτου δέρας Αἰήτῃ δίδωσιν· ἐκεῖνος δὲ αὐτὸ περὶ δρῦν ἐν Ἄρεος ἄλσει καθήλωσεν. ἐγένοντο δὲ ἐκ Χαλκιόπης Φρίξῳ παῖδες Ἄργος Μέλας Φρόντις Κυτίσωρος.
Of the sons of Aeolus, Athamas ruled over Boeotia and begat a son Phrixus and a daughter Helle by Nephele. And he married a second wife, Ino, by whom he had Learchus and Melicertes. But Ino plotted against the children of Nephele and persuaded the women to parch the wheat; and having got the wheat they did so without the knowledge of the men. But the earth, being sown with parched wheat, did not yield its annual crops; so Athamas sent to Delphi to inquire how he might be delivered from the dearth. Now Ino persuaded the messengers to say it was foretold that the infertility would cease if Phrixus were sacrificed to Zeus. When Athamas heard that, he was forced by the inhabitants of the land to bring Phrixus to the altar. But Nephele caught him and her daughter up and gave them a ram with a golden fleece, which she had received from Hermes, and borne through the sky by the ram they crossed land and sea. But when they were over the sea which lies betwixt Sigeum and the Chersonese, Helle slipped into the deep and was drowned, and the sea was called Hellespont after her. But Phrixus came to the Colchians, whose king was Aeetes, son of the Sun and of Perseis, and brother of Circe and Pasiphae, whom Minos married. He received Phrixus and gave him one of his daughters, Chalciope. And Phrixus sacrificed the ram with the golden fleece to Zeus the god of Escape, and the fleece he gave to Aeetes, who nailed it to an oak in a grove of Ares. And Phrixus had children by Chalciope, to wit, Argus, Melas, Phrontis, and Cytisorus.
Ἀθάμας δὲ ὕστερον διὰ μῆνιν Ἥρας καὶ τῶν ἐξ Ἰνοῦς ἐστερήθη παίδων· αὐτὸς μὲν γὰρ μανεὶς ἐτόξευσε Λέαρχον, Ἰνὼ δὲ Μελικέρτην μεθʼ ἑαυτῆς εἰς πέλαγος ἔρριψεν. ἐκπεσὼν δὲ τῆς Βοιωτίας ἐπυνθάνετο τοῦ θεοῦ ποῦ κατοικήσει· χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ, πολλὴν χώραν διελθὼν ἐνέτυχε λύκοις προβάτων μοίρας νεμομένοις· οἱ δέ, θεωρήσαντες αὐτόν, ἃ διῃροῦντο ἀπολιπόντες ἔφυγον. Ἀθάμας δὲ κτίσας τὴν χώραν Ἀθαμαντίαν ἀφʼ ἑαυτοῦ προσηγόρευσε, καὶ γήμας Θεμιστὼ τὴν Ὑψέως ἐγέννησε Λεύκωνα Ἐρύθριον Σχοινέα Πτῶον.
But afterwards Athamas was bereft also of the children of Ino through the wrath of Hera; for he went mad and shot Learchus with an arrow, and Ino cast herself and Melicertes into the sea. Being banished from Boeotia, Athamas inquired of the god where he should dwell, and on receiving an oracle that he should dwell in whatever place he should be entertained by wild beasts, he traversed a great extent of country till he fell in with wolves that were devouring pieces of sheep; but when they saw him they abandoned their prey and fled. So Athamas settled in that country and named it Athamantia after himself; and he married Themisto, daughter of Hypseus, and begat Leucon, Erythrius, Schoeneus, and Ptous.
Σίσυφος δὲ ὁ Αἰόλου κτίσας Ἐφύραν τὴν νῦν λεγομένην Κόρινθον γαμεῖ Μερόπην τὴν Ἄτλαντος. ἐξ αὐτῶν παῖς γίνεται Γλαῦκος, ᾧ παῖς Βελλεροφόντης ἐξ Εὐρυμέδης ἐγεννήθη, ὃς ἔκτεινε τὴν πυρίπνουν Χίμαιραν. κολάζεται δὲ Σίσυφος ἐν Ἅιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ τοῦτον ὑπερβάλλειν θέλων· οὗτος δὲ ὠθούμενος ὑπʼ αὐτοῦ ὠθεῖται πάλιν εἰς τοὐπίσω. τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν· ἁρπάσαντα γὰρ αὐτὴν κρύφα Δία Ἀσωπῷ μηνῦσαι ζητοῦντι λέγεται.
And Sisyphus, son of Aeolus, founded Ephyra, which is now called Corinth, and married Merope, daughter of Atlas. They had a son Glaucus, who had by Eurymede a son Bellerophon, who slew the fire breathing Chimera. But Sisyphus is punished in Hades by rolling a stone with his hands and head in the effort to heave it over the top; but push it as he will, it rebounds backward. This punishment he endures for the sake of Aegina, daughter of Asopus; for when Zeus had secretly carried her off, Sisyphus is said to have betrayed the secret to Asopus, who was looking for her.
Δηιὼν δὲ βασιλεύων τῆς Φωκίδος Διομήδην τὴν Ξούθου γαμεῖ, καὶ αὐτῷ γίνεται θυγάτηρ μὲν Ἀστεροδία, παῖδες δὲ Αἰνετὸς Ἄκτωρ Φύλακος Κέφαλος, ὃς γαμεῖ Πρόκριν τὴν Ἐρεχθέως. αὖθις δὲ ἡ Ἠὼς αὐτὸν ἁρπάζει ἐρασθεῖσα.
Deion reigned over Phocis and married Diomede, daughter of Xuthus; and there were born to him a daughter, Asterodia, and sons, Aenetus, Actor, Phylacus, and Cephalus, who married Procris, daughter of Erechtheus. But afterwards Dawn fell in love with him and carried him off.
Περιήρης δὲ Μεσσήνην κατασχὼν Γοργοφόνην τὴν Περσέως ἔγημεν, ἐξ ἧς Ἀφαρεὺς αὐτῷ καὶ Λεύκιππος καὶ Τυνδάρεως ἔτι τε Ἰκάριος παῖδες ἐγένοντο. πολλοὶ δὲ τὸν Περιήρην λέγουσιν οὐκ Αἰόλου παῖδα ἀλλὰ Κυνόρτα τοῦ Ἀμύκλα· διόπερ τὰ περὶ τῶν Περιήρους ἐκγόνων ἐν τῷ Ἀτλαντικῷ γένει δηλώσομεν.
Perieres took possession of Messene and married Gorgophone, daughter of Perseus, by whom he had sons, to wit, Aphareus and Leucippus, and Tyndareus, and also Icarius. But many say that Perieres was not the son of Aeolus but of Cynortas, son of Amyclas; so we shall narrate the history of the descendants of Perieres in dealing with the family of Atlas.
Μάγνης δὲ γαμεῖ νύμφην νηίδα, καὶ γίνονται αὐτῷ παῖδες Πολυδέκτης καὶ Δίκτυς· οὗτοι Σέριφον ᾤκισαν.
Magnes married a Naiad nymph, and sons were born to him, Polydectes and Dictys; these colonized Seriphus.
Σαλμωνεὺς δὲ τὸ μὲν πρῶτον περὶ Θεσσαλίαν κατῴκει, παραγενόμενος δὲ αὖθις εἰς Ἦλιν ἐκεῖ πόλιν ἔκτισεν. ὑβριστὴς δὲ ὢν καὶ τῷ Διὶ ἐξισοῦσθαι θέλων διὰ τὴν ἀσέβειαν ἐκολάσθη· ἔλεγε γὰρ ἑαυτὸν εἶναι Δία, καὶ τὰς ἐκείνου θυσίας ἀφελόμενος ἑαυτῷ προσέτασσε θύειν, καὶ βύρσας μὲν ἐξηραμμένας ἐξ ἅρματος μετὰ λεβήτων χαλκῶν σύρων ἔλεγε βροντᾶν, βάλλων δὲ εἰς οὐρανὸν αἰθομένας λαμπάδας ἔλεγεν ἀστράπτειν. Ζεὺς δὲ αὐτὸν κεραυνώσας τὴν κτισθεῖσαν ὑπʼ αὐτοῦ πόλιν καὶ τοὺς οἰκήτορας ἠφάνισε πάντας.
Salmoneus at first dwelt in Thessaly, but afterwards he came to Elis and there founded a city. And being arrogant and wishful to put himself on an equality with Zeus, he was punished for his impiety; for he said that he was himself Zeus, and he took away the sacrifices of the god and ordered them to be offered to himself; and by dragging dried hides, with bronze kettles, at his chariot, he said that he thundered, and by flinging lighted torches at the sky he said that he lightened. But Zeus struck him with a thunderbolt, and wiped out the city he had founded with all its inhabitants.
Τυρὼ δὲ ἡ Σαλμωνέως θυγάτηρ καὶ Ἀλκιδίκης παρὰ Κρηθεῖ τρεφομένη ἔρωτα ἴσχει Ἐνιπέως τοῦ ποταμοῦ, καὶ συνεχῶς ἐπὶ τὰ τούτου ῥεῖθρα φοιτῶσα τούτοις ἐπωδύρετο.Ποσειδῶν δὲ εἰκασθεὶς Ἐνιπεῖ συγκατεκλίθη αὐτῇ· ἡ δὲ γεννήσασα κρύφα διδύμους παῖδας ἐκτίθησιν. ἐκκειμένων δὲ τῶν βρεφῶν, παριόντων ἱπποφορβῶν ἵππος μία προσαψαμένη τῇ χηλῇ θατέρου τῶν βρεφῶν πέλιόν τι τοῦ προσώπου μέρος ἐποίησεν. ὁ δὲ ἱπποφορβὸς ἀμφοτέρους τοὺς παῖδας ἀνελόμενος ἔθρεψε, καὶ τὸν μὲν πελιωθέντα Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα. τελειωθέντες δὲ ἀνεγνώρισαν τὴν μητέρα, καὶ τὴν μητρυιὰν ἀπέκτειναν Σιδηρώ· κακουμένην γὰρ γνόντες ὑπʼ αὐτῆς τὴν μητέρα ὥρμησαν ἐπʼ αὐτήν, ἡ δὲ φθάσασα εἰς τὸ τῆς Ἥρας τέμενος κατέφυγε, Πελίας δὲ ἐπʼ αὐτῶν τῶν βωμῶν αὐτὴν κατέσφαξε, καὶ καθόλου διετέλει τὴν Ἥραν ἀτιμάζων.
Now Tyro, daughter of Salmoneus and Alcidice, was brought up by Cretheus, brother of Salmoneus, and conceived a passion for the river Enipeus, and often would she hie to its running waters and utter her plaint to them. But Poseidon in the likeness of Enipeus lay with her, and she secretly gave birth to twin sons, whom she exposed. As the babes lay forlorn, a mare, belonging to some passing horsekeepers, kicked with its hoof one of the two infants and left a livid mark on its face. The horsekeeper took up both the children and reared them; and the one with the livid (pelion) mark he called Pelias, and the other Neleus. When they were grown up, they discovered their mother and killed their stepmother Sidero. For knowing that their mother was ill-used by her, they attacked her, but before they could catch her she had taken refuge in the precinct of Hera. However, Pelias cut her down on the very altars, and ever after he continued to treat Hera with contumely.
ἐστασίασαν δὲ ὕστερον πρὸς ἀλλήλους, καὶ Νηλεὺς μὲν ἐκπεσὼν ἧκεν εἰς Μεσσήνην καὶ Πύλον κτίζει, καὶ γαμεῖ Χλωρίδα τὴν Ἀμφίονος, ἐξ ἧς αὐτῷ γίνεται θυγάτηρ μὲν Πηρώ, ἄρρενες δὲ Ταῦρος Ἀστέριος Πυλάων Δηίμαχος Εὐρύβιος Ἐπίλαος Φράσιος Εὐρυμένης Εὐαγόρας Ἀλάστωρ Νέστωρ Περικλύμενος, ᾧ δὴ καὶ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς, καὶ μαχόμενος ὅτε Ἡρακλῆς ἐξεπόρθει Πύλον, γινόμενος ὁτὲ μὲν λέων ὁτὲ δὲ ὄφις ὁτὲ δὲ μέλισσα, ὑφʼ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν. ἐσώθη δὲ Νέστωρ μόνος, ἐπειδὴ παρὰ Γερηνίοις ἐτρέφετο· ὃς γήμας Ἀναξιβίαν τὴν Κρατιέως θυγατέρας μὲν Πεισιδίκην καὶ Πολυκάστην ἐγέννησε, παῖδας δὲ Περσέα Στράτιχον Ἄρητον Ἐχέφρονα Πεισίστρατον Ἀντίλοχον Θρασυμήδην.
But afterwards the brothers fell out, and Neleus, being banished, came to Messene, and founded Pylus, and married Chloris, daughter of Amphion, by whom he had a daughter, Pero, and sons, to wit, Taurus, Asterius, Pylaon, Deimachus, Eurybius, Epilaus, Phrasius, Eurymenes, Evagoras, Alastor, Nestor and Periclymenus, whom Poseidon granted the power of changing his shape. And when Hercules was ravaging Pylus, in the fight Periclymenus turned himself into a lion, a snake, and a bee, but was slain by Hercules with the other sons of Neleus. Nestor alone was saved, because he was brought up among the Gerenians. He married Anaxibia, daughter of Cratieus, and begat daughters, Pisidice and Polycaste, and sons, Perseus, Stratichus, Aretus, Echephron, Pisistratus, Antilochus, and Thrasymedes.
Πελίας δὲ περὶ Θεσσαλίαν κατῴκει, καὶ γήμας Ἀναξιβίαν τὴν Βίαντος, ὡς δὲ ἔνιοι Φυλομάχην τὴν Ἀμφίονος, ἐγέννησε παῖδα μὲν Ἄκαστον, θυγατέρας δὲ Πεισιδίκην Πελόπειαν Ἱπποθόην Ἄλκηστιν.
But Pelias dwelt in Thessaly and married Anaxibia, daughter of Bias, but according to some his wife was Phylomache, daughter of Amphion; and he begat a son, Acastus, and daughters, Pisidice, Pelopia, Hippothoe, and Alcestis.
Κρηθεὺς δὲ κτίσας Ἰωλκὸν γαμεῖ Τυρὼ τὴν Σαλμωνέως, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Αἴσων Ἀμυθάων Φέρης. Ἀμυθάων μὲν οὖν οἰκῶν Πύλον Εἰδομένην γαμεῖ τὴν Φέρητος, καὶ γίνονται παῖδες αὐτῷ Βίας καὶ Μελάμπους, ὃς ἐπὶ τῶν χωρίων διατελῶν, οὔσης πρὸ τῆς οἰκήσεως αὐτοῦ δρυὸς ἐν ᾗ φωλεὸς ὄφεων ὑπῆρχεν, ἀποκτεινάντων τῶν θεραπόντων τοὺς ὄφεις τὰ μὲν ἑρπετὰ ξύλα συμφορήσας ἔκαυσε, τοὺς δὲ τῶν ὄφεων νεοσσοὺς ἔθρεψεν. οἱ δὲ γενόμενοι τέλειοι παραστάντες αὐτῷ κοιμωμένῳ τῶν ὤμων ἐξ ἑκατέρου τὰς ἀκοὰς ταῖς γλώσσαις ἐξεκάθαιρον. ὁ δὲ ἀναστὰς καὶ γενόμενος περιδεὴς τῶν ὑπερπετομένων ὀρνέων τὰς φωνὰς συνίει, καὶ παρʼ ἐκείνων μανθάνων προύλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα. προσέλαβε δὲ καὶ τὴν διὰ τῶν ἱερῶν μαντικήν, περὶ δὲ τὸν Ἀλφειὸν συντυχὼν Ἀπόλλωνι τὸ λοιπὸν ἄριστος ἦν μάντις.
Cretheus founded Iolcus and married Tyro, daughter of Salmoneus, by whom he had sons, Aeson, Amythaon, and Pheres. Amythaon dwelt in Pylus and married Idomene, daughter of Pheres, and there were born to him two sons, Bias and Melampus. The latter lived in the country, and before his house there was an oak, in which there was a lair of snakes. His servants killed the snakes, but Melampus gathered wood and burnt the reptiles, and reared the young ones. And when the young were full grown, they stood beside him at each of his shoulders as he slept, and they purged his ears with their tongues. He started up in a great fright, but understood the voices of the birds flying overhead, and from what he learned from them he foretold to men what should come to pass. He acquired besides the art of taking the auspices, and having fallen in with Apollo at the Alpheus he was ever after an excellent soothsayer.
Βίας δὲ ἐμνηστεύετο Πηρὼ τὴν Νηλέως· ὁ δὲ πολλῶν αὐτῷ μνηστευομένων τὴν θυγατέρα δώσειν ἔφη τῷ τὰς Φυλάκου βόας κομίσαντι αὐτῷ. αὗται δὲ ἦσαν ἐν Φυλάκῃ, καὶ κύων ἐφύλασσεν αὐτὰς οὗ οὔτε ἄνθρωπος οὔτε θηρίον πέλας ἐλθεῖν ἠδύνατο. ταύτας ἀδυνατῶν Βίας τὰς βόας κλέψαι παρεκάλει τὸν ἀδελφὸν συλλαβέσθαι. Μελάμπους δὲ ὑπέσχετο, καὶ προεῖπεν ὅτι φωραθήσεται κλέπτων καὶ δεθεὶς ἐνιαυτὸν οὕτω τὰς βόας λήψεται. μετὰ δὲ τὴν ὑπόσχεσιν εἰς Φυλάκην ἀπῄει καί, καθάπερ προεῖπε, φωραθεὶς ἐπὶ τῇ κλοπῇ δέσμιος ἐν οἰκήματι ἐφυλάσσετο. λειπομένου δὲ τοῦ ἐνιαυτοῦ βραχέος χρόνου, τῶν κατὰ τὸ κρυφαῖον τῆς στέγης σκωλήκων ἀκούει, τοῦ μὲν ἐρωτῶντος πόσον ἤδη μέρος τοῦ δοκοῦ διαβέβρωται, τῶν δὲ ἀποκρινομένων λοιπὸν ἐλάχιστον εἶναι. καὶ ταχέως ἐκέλευσεν αὑτὸν εἰς ἕτερον οἴκημα μεταγαγεῖν, γενομένου δὲ τούτου μετʼ οὐ πολὺ συνέπεσε τὸ οἴκημα. θαυμάσας δὲ Φύλακος, καὶ μαθὼν ὅτι ἐστὶ μάντις ἄριστος, λύσας παρεκάλεσεν εἰπεῖν ὅπως αὐτοῦ τῷ παιδὶ Ἰφίκλῳ παῖδες γένωνται. ὁ δὲ ὑπέσχετο ἐφʼ ᾧ τὰς βόας λήψεται. καὶ καταθύσας ταύρους δύο καὶ μελίσας τοὺς οἰωνοὺς προσεκαλέσατο· παραγενομένου δὲ αἰγυπιοῦ, παρὰ τούτου μανθάνει δὴ ὅτι Φύλακός ποτε κριοὺς τέμνων ἐπὶ τῶν αἰδοίων παρὰ τῷ Ἰφίκλῳ τὴν μάχαιραν ᾑμαγμένην ἔτι κατέθετο, δείσαντος δὲ τοῦ παιδὸς καὶ φυγόντος αὖθις κατὰ τῆς ἱερᾶς δρυὸς αὐτὴν ἔπηξε, καὶ ταύτην ἀμφιτροχάσας ἐκάλυψεν ὁ φλοιός. ἔλεγεν οὖν, εὑρεθείσης τῆς μαχαίρας εἰ ξύων τὸν ἰὸν ἐπὶ ἡμέρας δέκα Ἰφίκλῳ δῷ πιεῖν, παῖδα γεννήσειν. ταῦτα μαθὼν παρʼ αἰγυπιοῦ Μελάμπους τὴν μὲν μάχαιραν εὗρε, τῷ δὲ Ἰφίκλῳ τὸν ἰὸν ξύσας ἐπὶ ἡμέρας δέκα δέδωκε πιεῖν, καὶ παῖς αὐτῷ Ποδάρκης ἐγένετο. τὰς δὲ βόας εἰς Πύλον ἤλασε, καὶ τῷ ἀδελφῷ τὴν Νηλέως θυγατέρα λαβὼν ἔδωκε. καὶ μέχρι μέν τινος ἐν Μεσσήνῃ κατῴκει, ὡς δὲ τὰς ἐν Ἄργει γυναῖκας ἐξέμηνε Διόνυσος, ἐπὶ μέρει τῆς βασιλείας ἰασάμενος αὐτὰς ἐκεῖ μετὰ Βίαντος κατῴκησε.
Bias wooed Pero, daughter of Neleus. But as there were many suitors for his daughter's hand, Neleus said that he would give her to him who should bring him the kine of Phylacus. These were in Phylace, and they were guarded by a dog which neither man nor beast could come near. Unable to steal these kine, Bias invited his brother to help him. Melampus promised to do so, and foretold that he should be detected in the act of stealing them, and that he should get the kine after being kept in bondage for a year. After making this promise he repaired to Phylace and, just as he had foretold, he was detected in the theft and kept a prisoner in a cell. When the year was nearly up, he heard the worms in the hidden part of the roof, one of them asking how much of the beam had been already gnawed through, and others answering that very little of it was left. At once he bade them transfer him to another cell, and not long after that had been done the cell fell in. Phylacus marvelled, and perceiving that he was an excellent soothsayer, he released him and invited him to say how his son Iphiclus might get children. Melampus promised to tell him, provided he got the kine. And having sacrificed two bulls and cut them in pieces he summoned the birds; and when a vulture came, he learned from it that once, when Phylacus was gelding rams, he laid down the knife, still bloody, beside Iphiclus, and that when the child was frightened and ran away, he stuck the knife on the sacred oak, and the bark encompassed the knife and hid it. He said, therefore, that if the knife were found, and he scraped off the rust, and gave it to Iphiclus to drink for ten days, he would beget a son. Having learned these things from the vulture, Melampus found the knife, scraped the rust, and gave it to Iphiclus for ten days to drink, and a son Podarces was born to him. But he drove the kine to Pylus, and having received the daughter of Neleus he gave her to his brother. For a time he continued to dwell in Messene, but when Dionysus drove the women of Argos mad, he healed them on condition of receiving part of the kingdom, and settled down there with Bias.
Βίαντος δὲ καὶ Πηροῦς Ταλαός, οὗ καὶ Λυσιμάχης τῆς Ἄβαντος τοῦ Μελάμποδος Ἄδραστος Παρθενοπαῖος Πρῶναξ Μηκιστεὺς Ἀριστόμαχος Ἐριφύλη, ἣν Ἀμφιάραος γαμεῖ. Παρθενοπαίου δὲ Πρόμαχος ἐγένετο, ὃς μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας ἐστρατεύθη, Μηκιστέως δὲ Εὐρύαλος, ὃς ἧκεν εἰς Τροίαν. Πρώνακτος δὲ ἐγένετο Λυκοῦργος, Ἀδράστου δὲ καὶ Ἀμφιθέας τῆς Πρώνακτος θυγατέρες μὲν Ἀργεία Δηιπύλη Αἰγιάλεια, παῖδες δὲ Αἰγιαλεὺς καὶ Κυάνιππος.
Bias and Pero had a son Talaus, who married Lysimache, daughter of Abas, son of Melampus, and had by her Adrastus, Parthenopaeus, Pronax, Mecisteus, Aristomachus, and Eriphyle, whom Amphiaraus married. Parthenopaeus had a son Promachus, who marched with the Epigoni against Thebes; and Mecisteus had a son Euryalus, who went to Troy. Pronax had a son Lycurgus; and Adrastus had by Amphithea, daughter of Pronax, three daughters, Argia, Deipyle, and Aegialia, and two sons, Aegialeus and Cyanippus.
Φέρης δὲ ὁ Κρηθέως Φερὰς ἐν Θεσσαλίᾳ κτίσας ἐγέννησεν Ἄδμητον καὶ Λυκοῦργον. Λυκοῦργος μὲν οὖν περὶ Νεμέαν κατῴκησε, γήμας δὲ Εὐρυδίκην, ὡς δὲ ἔνιοί φασιν Ἀμφιθέαν, ἐγέννησεν Ὀφέλτην τὸν ὕστερον κληθέντα Ἀρχέμορον.
Pheres, son of Cretheus, founded Pherae in Thessaly and begat Admetus and Lycurgus. Lycurgus took up his abode at Nemea, and having married Eurydice, or, as some say, Amphithea, he begat Opheltes, afterwards called Archemorus.
Ἀδμήτου δὲ βασιλεύοντος τῶν Φερῶν, ἐθήτευσεν Ἀπόλλων αὐτῷ μνηστευομένῳ τὴν Πελίου θυγατέρα Ἄλκηστιν. ἐκείνου δὲ δώσειν ἐπαγγειλαμένου τὴν θυγατέρα τῷ καταζεύξαντι ἅρμα λέοντος καὶ κάπρου, Ἀπόλλων ζεύξας ἔδωκεν· ὁ δὲ κομίσας πρὸς Πελίαν Ἄλκηστιν λαμβάνει. θύων δὲ ἐν τοῖς γάμοις ἐξελάθετο Ἀρτέμιδι θῦσαι· διὰ τοῦτο τὸν θάλαμον ἀνοίξας εὗρε δρακόντων σπειράμασι πεπληρωμένον. Ἀπόλλων δὲ εἰπὼν ἐξιλάσκεσθαι τὴν θεόν, ᾐτήσατο παρὰ μοιρῶν ἵνα, ὅταν Ἄδμητος μέλλῃ τελευτᾶν, ἀπολυθῇ τοῦ θανάτου, ἂν ἑκουσίως τις ὑπὲρ αὐτοῦ θνήσκειν ἕληται. ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανε. καὶ αὐτὴν πάλιν ἀνέπεμψεν ἡ Κόρη, ὡς δὲ ἔνιοι λέγουσιν, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.
When Admetus reigned over Pherae, Apollo served him as his thrall, while Admetus wooed Alcestis, daughter of Pelias. Now Pelias had promised to give his daughter to him who should yoke a lion and a boar to a car, and Apollo yoked and gave them to Admetus, who brought them to Pelias and so obtained Alcestis. But in offering a sacrifice at his marriage, he forgot to sacrifice to Artemis; therefore when he opened the marriage chamber he found it full of coiled snakes. Apollo bade him appease the goddess and obtained as a favour of the Fates that, when Admetus should be about to die, he might be released from death if someone should choose voluntarily to die for him. And when the day of his death came neither his father nor his mother would die for him, but Alcestis died in his stead. But the Maiden sent her up again, or, as some say, Hercules fought with Hades and brought her up to him.