Ἀκρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν θάλαμον κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. ταύτην μέν, ὡς ἔνιοι λέγουσιν, ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ στάσις ἐκινήθη· ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. προσενεχθείσης δὲ τῆς λάρνακος Σερίφῳ Δίκτυς ἄρας ἀνέτρεφε τοῦτον.
When Acrisius inquired of the oracle how he should get male children, the god said that his daughter would give birth to a son who would kill him. Fearing that, Acrisius built a brazen chamber under ground and there guarded Danae. However, she was seduced, as some say, by Proetus, whence arose the quarrel between them; but some say that Zeus had intercourse with her in the shape of a stream of gold which poured through the roof into Danae's lap. When Acrisius afterwards learned that she had got a child Perseus, he would not believe that she had been seduced by Zeus, and putting his daughter with the child in a chest, he cast it into the sea. The chest was washed ashore on Seriphus, and Dictys took up the boy and reared him.
βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος αὐτῇ συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθʼ ὧν καὶ Περσέα, λέγων ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν λοιπῶν ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος κομίζειν τὴν κεφαλήν. ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἐνυὼ καὶ Πεφρηδὼ καὶ Δεινώ· ἦσαν δὲ αὗται Κητοῦς τε καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς. ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. ὧν κυριεύσας ὁ Περσεύς, ὡς ἀπῄτουν, ἔφη δώσειν ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς νύμφας φέρουσαν. αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· / Γοργοῦς, . / εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν. ὑφηγησαμένων δὲ τῶν Φορκίδων, ἀποδοὺς τόν τε ὀδόντα καὶ τὸν ὀφθαλμὸν αὐταῖς, καὶ παραγενόμενος πρὸς τὰς νύμφας, καὶ τυχὼν ὧν ἐσπούδαζε, τὴν μὲν κίβισιν περιεβάλετο, τὰ δὲ πέδιλα τοῖς σφυροῖς προσήρμοσε, τὴν δὲ κυνῆν τῇ κεφαλῇ ἐπέθετο. ταύτην ἔχων αὐτὸς μὲν οὓς ἤθελεν ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο. λαβὼν δὲ καὶ παρὰ Ἑρμοῦ ἀδαμαντίνην ἅρπην, πετόμενος εἰς τὸν Ὠκεανὸν ἧκε καὶ κατέλαβε τὰς Γοργόνας κοιμωμένας. ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, διʼ ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, διʼ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ·
Polydectes, brother of Dictys, was then king of Seriphus and fell in love with Danae, but could not get access to her, because Perseus was grown to man's estate. So he called together his friends, including Perseus, under the pretext of collecting contributions towards a wedding gift for Hippodamia, daughter of Oenomaus. Now Perseus having declared that he would not stick even at the Gorgon's head, Polydectes required the others to furnish horses, and not getting horses from Perseus ordered him to bring the Gorgon's head. So under the guidance of Hermes and Athena he made his way to the daughters of Phorcus, to wit, Enyo, Pephredo, and Dino; for Phorcus had them by Ceto, and they were sisters of the Gorgons, and old women from their birth. The three had but one eye and one tooth, and these they passed to each other in turn. Perseus got possession of the eye and the tooth, and when they asked them back, he said he would give them up if they would show him the way to the nymphs. Now these nymphs had winged sandals and the kibisis, which they say was a wallet. [ But Pindar and Hesiod in The Shield say of Perseus:— “ But all his back had on the head of a dread monster, / < The Gorgon,> and round him ran the kibisis. ” / The kibisis is so called because dress and food are deposited in it. ] They had also the cap of Hades. When the Phorcides had shown him the way, he gave them back the tooth and the eye, and coming to the nymphs got what he wanted. So he slung the wallet (kibisis) about him, fitted the sandals to his ankles, and put the cap on his head. Wearing it, he saw whom he pleased, but was not seen by others. And having received also from Hermes an adamantine sickle he flew to the ocean and caught the Gorgons asleep. They were Stheno, Euryale, and Medusa. Now Medusa alone was mortal; for that reason Perseus was sent to fetch her head. But the Gorgons had heads twined about with the scales of dragons, and great tusks like swine's, and brazen hands, and golden wings, by which they flew; and they turned to stone such as beheld them. So Perseus stood over them as they slept, and while Athena guided his hand and he looked with averted gaze on a brazen shield, in which he beheld the image of the Gorgon, he beheaded her. When her head was cut off, there sprang from the Gorgon the winged horse Pegasus and Chrysaor, the father of Geryon; these she had by Poseidon.
τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος. ὁ μὲν οὖν Περσεὺς ἐνθέμενος εἰς τὴν κίβισιν τὴν κεφαλὴν τῆς Μεδούσης ὀπίσω πάλιν ἐχώρει, αἱ δὲ Γοργόνες ἐκ τῆς κοίτης ἀναστᾶσαι τὸν Περσέα ἐδίωκον, καὶ συνιδεῖν αὐτὸν οὐκ ἠδύναντο διὰ τὴν κυνῆν. ἀπεκρύπτετο γὰρ ὑπʼ αὐτῆς.
παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν· ὅθεν αἱ Νηρηίδες ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, ἐὰν ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρᾳ. ταύτην θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς ἀναιρήσειν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ δώσειν γυναῖκα. ἐπὶ τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν. ἐπιβουλεύοντος δὲ αὐτῷ Φινέως, ὃς ἦν ἀδελφὸς τοῦ Κηφέως ἐγγεγυημένος πρῶτος τὴν Ἀνδρομέδαν, μαθὼν τὴν ἐπιβουλήν, τὴν Γοργόνα δείξας μετὰ τῶν συνεπιβουλευόντων αὐτὸν ἐλίθωσε παραχρῆμα. παραγενόμενος δὲ εἰς Σέριφον, καὶ καταλαβὼν προσπεφευγυῖαν τοῖς βωμοῖς μετὰ τοῦ Δίκτυος τὴν μητέρα διὰ τὴν Πολυδέκτου βίαν, εἰσελθὼν εἰς τὰ βασίλεια, συγκαλέσαντος τοῦ Πολυδέκτου τοὺς φίλους ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων, ὁποῖον ἕκαστος ἔτυχε σχῆμα ἔχων, ἀπελιθώθη. καταστήσας δὲ τῆς Σερίφου Δίκτυν βασιλέα, ἀπέδωκε τὰ μὲν πέδιλα καὶ τὴν κίβισιν καὶ τὴν κυνῆν Ἑρμῇ, τὴν δὲ κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ. Ἑρμῆς μὲν οὖν τὰ προειρημένα πάλιν ἀπέδωκε ταῖς νύμφαις, Ἀθηνᾶ δὲ ἐν μέσῃ τῇ ἀσπίδι τῆς Γοργόνος τὴν κεφαλὴν ἐνέθηκε. λέγεται δὲ ὑπʼ ἐνίων ὅτι διʼ Ἀθηνᾶν ἡ Μέδουσα ἐκαρατομήθη· φασὶ δὲ ὅτι καὶ περὶ κάλλους ἠθέλησεν ἡ Γοργὼ αὐτῇ συγκριθῆναι.
So Perseus put the head of Medusa in the wallet (kibisis) and went back again; but the Gorgons started up from their slumber and pursued Perseus: but they could not see him on account of the cap, for he was hidden by it. Being come to Ethiopia, of which Cepheus was king, he found the king's daughter Andromeda set out to be the prey of a sea monster. For Cassiepea, the wife of Cepheus, vied with the Nereids in beauty and boasted to be better than them all; hence the Nereids were angry, and Poseidon, sharing their wrath, sent a flood and a monster to invade the land. But Ammon having predicted deliverance from the calamity if Cassiepea's daughter Andromeda were exposed as a prey to the monster, Cepheus was compelled by the Ethiopians to do it, and he bound his daughter to a rock. When Perseus beheld her, he loved her and promised Cepheus that he would kill the monster, if he would give him the rescued damsel to wife. These terms having been sworn to, Perseus withstood and slew the monster and released Andromeda. However, Phineus, who was a brother of Cepheus, and to whom Andromeda had been first betrothed, plotted against him; but Perseus discovered the plot, and by showing the Gorgon turned him and his fellow conspirators at once into stone. And having come to Seriphus he found that his mother and Dictys had taken refuge at the altars on account of the violence of Polydectes; so he entered the palace, where Polydectes had gathered his friends, and with averted face he showed the Gorgon's head; and all who beheld it were turned to stone, each in the attitude which he happened to have struck. Having appointed Dictys king of Seriphus, he gave back the sandals and the wallet (kibisis) and the cap to Hermes, but the Gorgon's head he gave to Athena. Hermes restored the aforesaid things to the nymphs and Athena inserted the Gorgon's head in the middle of her shield. But it is alleged by some that Medusa was beheaded for Athena's sake; and they say that the Gorgon was fain to match herself with the goddess even in beauty.
Περσεὺς δὲ μετὰ Δανάης καὶ Ἀνδρομέδας ἔσπευδεν εἰς Ἄργος, ἵνα Ἀκρίσιον θεάσηται. ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς. τὸν χρησμόν, ἀπολιπὼν Ἄργος εἰς τὴν Πελασγιῶτιν ἐχώρησε γῆν. Τευταμίδου δὲ τοῦ Λαρισσαίων βασιλέως ἐπὶ κατοιχομένῳ τῷ πατρὶ διατιθέντος γυμνικὸν ἀγῶνα, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων, ἀγωνιζόμενος δὲ πένταθλον, τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν παραχρῆμα ἀπέκτεινεν αὐτόν. αἰσθόμενος δὲ τὸν χρησμὸν τετελειωμένον τὸν μὲν Ἀκρίσιον ἔξω τῆς πόλεως ἔθαψεν, αἰσχυνόμενος δὲ εἰς Ἄργος ἐπανελθεῖν ἐπὶ τὸν κλῆρον τοῦ διʼ αὐτοῦ τετελευτηκότος, παραγενόμενος εἰς Τίρυνθα πρὸς τὸν Προίτου παῖδα Μεγαπένθην ἠλλάξατο, τούτῳ τε τὸ Ἄργος ἐνεχείρισε. καὶ Μεγαπένθης μὲν ἐβασίλευσεν Ἀργείων, Περσεὺς δὲ Τίρυνθος, προστειχίσας Μίδειαν καὶ Μυκήνας.
Perseus hastened with Danae and Andromeda to Argos in order that he might behold Acrisius. But he, learning of this and dreading the oracle, forsook Argos and departed to the Pelasgian land. Now Teutamides, king of Larissa, was holding athletic games in honor of his dead father, and Perseus came to compete. He engaged in the pentathlum, but in throwing the quoit he struck Acrisius on the foot and killed him instantly. Perceiving that the oracle was fulfilled, he buried Acrisius outside the city, and being ashamed to return to Argos to claim the inheritance of him who had died by his hand, he went to Megapenthes, son of Proetus, at Tiryns and effected an exchange with him, surrendering Argos into his hands. So Megapenthes reigned over the Argives, and Perseus reigned over Tiryns, after fortifying also Midea and Mycenae.
ἐγένοντο δὲ ἐξ Ἀνδρομέδας παῖδες αὐτῷ, πρὶν μὲν ἐλθεῖν εἰς τὴν Ἑλλάδα Πέρσης, ὃν παρὰ Κηφεῖ κατέλιπεν (ἀπὸ τούτου δὲ τοὺς Περσῶν βασιλέας λέγεται γενέσθαι), ἐν Μυκήναις δὲ Ἀλκαῖος καὶ Σθένελος καὶ Ἕλειος Μήστωρ τε καὶ Ἠλεκτρύων, καὶ θυγάτηρ Γοργοφόνη, ἣν Περιήρης ἔγημεν.
ἐκ μὲν οὖν Ἀλκαίου καὶ Ἀστυδαμείας τῆς Πέλοπος, ὡς δὲ ἔνιοι λέγουσι Λαονόμης τῆς Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως, Ἀμφιτρύων ἐγένετο καὶ θυγάτηρ Ἀναξώ, ἐκ δὲ Μήστορος καὶ Λυσιδίκης τῆς Πέλοπος Ἱπποθόη. ταύτην ἁρπάσας Ποσειδῶν καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς ᾤκισε Τάφον καὶ τοὺς λαοὺς Τηλεβόας ἐκάλεσεν, ὅτι τηλοῦ τῆς πατρίδος ἔβη. ἐκ Ταφίου δὲ παῖς Πτερέλαος ἐγένετο· τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ χρυσῆν ἐνθεὶς τρίχα. Πτερελάῳ δὲ ἐγένοντο παῖδες Χρομίος Τύραννος Ἀντίοχος Χερσιδάμας Μήστωρ Εὐήρης.
Ἠλεκτρύων δὲ γήμας τὴν Ἀλκαίου θυγατέρα Ἀναξώ, ἐγέννησε θυγατέρα. μὲν Ἀλκμήνην, παῖδας δὲ Στρατοβάτην Γοργοφόνον Φυλόνομον Κελαινέα Ἀμφίμαχον Λυσίνομον Χειρίμαχον Ἀνάκτορα Ἀρχέλαον, μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναικὸς Μιδέας Λικύμνιον.
Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ ζῆλον Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.
And he had sons by Andromeda: before he came to Greece he had Perses, whom he left behind with Cepheus ( and from him it is said that the kings of Persia are descended); and in Mycenae he had Alcaeus and Sthenelus and Heleus and Mestor and Electryon, and a daughter Gorgophone, whom Perieres married. Alcaeus had a son Amphitryon and a daughter Anaxo by Astydamia, daughter of Pelops; but some say he had them by Laonome, daughter of Guneus, others that he had them by Hipponome, daughter of Menoeceus; and Mestor had Hippothoe by Lysidice, daughter of Pelops. This Hippothoe was carried off by Poseidon, who brought her to the Echinadian Islands, and there had intercourse with her, and begat Taphius, who colonized Taphos and called the people Teleboans, because he had gone far from his native land. And Taphius had a son Pterelaus, whom Poseidon made immortal by implanting a golden hair in his head. And to Pterelaus were born sons, to wit, Chromius, Tyrannus, Antiochus, Chersidamas, Mestor, and Eueres. Electryon married Anaxo, daughter of Alcaeus, and begat a daughter Alcmena, and sons, to wit, Stratobates, Gorgophonus, Phylonomus, Celaeneus, Amphimachus, Lysinomus, Chirimachus, Anactor, and Archelaus; and after these he had also a bastard son, Licymnius, by a Phrygian woman Midea. Sthenelus had daughters, Alcyone and Medusa, by Nicippe, daughter of Pelops; and he had afterwards a son Eurystheus, who reigned also over Mycenae. For when Hercules was about to be born, Zeus declared among the gods that the descendant of Perseus then about to be born would reign over Mycenae, and Hera out of jealousy persuaded the Ilithyias to retard Alcmena's delivery, and contrived that Eurystheus, son of Sthenelus, should be born a seven-month child.