οἱ δὲ Ἀργοναῦται πρὸς Μαριανδυνοὺς παρεγένοντο, κἀκεῖ φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο Λύκος. ἔνθα θνήσκει μὲν Ἴδμων ὁ μάντις πλήξαντος αὐτὸν κάπρου, θνήσκει δὲ καὶ Τῖφυς, καὶ τὴν ναῦν Ἀγκαῖος ὑπισχνεῖται κυβερνᾶν.
παραπλεύσαντες δὲ Θερμώδοντα καὶ Καύκασον ἐπὶ Φᾶσιν ποταμὸν ἦλθον· οὗτος τῆς Κολχικῆς ἐστιν. ἐγκαθορμισθείσης δὲ τῆς νεὼς ἧκε πρὸς Αἰήτην Ἰάσων, καὶ τὰ ἐπιταγέντα ὑπὸ Πελίου λέγων παρεκάλει δοῦναι τὸ δέρας αὐτῷ· ὁ δὲ δώσειν ὑπέσχετο, ἐὰν τοὺς χαλκόποδας ταύρους μόνος καταζεύξῃ. ἦσαν δὲ ἄγριοι παρʼ αὐτῷ ταῦροι δύο, μεγέθει διαφέροντες, δῶρον Ἡφαίστου, οἳ χαλκοῦς μὲν εἶχον πόδας, πῦρ δὲ ἐκ στομάτων ἐφύσων. τούτους αὐτῷ ζεύξαντι ἐπέτασσε σπείρειν δράκοντος ὀδόντας· εἶχε γὰρ λαβὼν παρʼ Ἀθηνᾶς τοὺς ἡμίσεις ὧν Κάδμος ἔσπειρεν ἐν Θήβαις. ἀποροῦντος δὲ τοῦ Ἰάσονος πῶς ἂν δύναιτο τοὺς ταύρους καταζεῦξαι, Μήδεια αὐτοῦ ἔρωτα ἴσχει· ἦν δὲ αὕτη θυγάτηρ Αἰήτου καὶ Εἰδυίας τῆς Ὠκεανοῦ, φαρμακίς. δεδοικυῖα δὲ μὴ πρὸς τῶν ταύρων διαφθαρῇ, κρύφα τοῦ πατρὸς συνεργήσειν αὐτῷ πρὸς τὴν κατάζευξιν τῶν ταύρων ἐπηγγείλατο καὶ τὸ δέρας ἐγχειριεῖν, ἐὰν ὀμόσῃ αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. ὀμόσαντος δὲ Ἰάσονος φάρμακον δίδωσιν, ᾧ καταζευγνύναι μέλλοντα τοὺς ταύρους ἐκέλευσε χρῖσαι τήν τε ἀσπίδα καὶ τὸ δόρυ καὶ τὸ σῶμα· τούτῳ γὰρ χρισθέντα ἔφη πρὸς μίαν ἡμέραν μήτʼ ἂν ὑπὸ πυρὸς ἀδικηθήσεσθαι μήτε ὑπὸ σιδήρου. ἐδήλωσε δὲ αὐτῷ σπειρομένων τῶν ὀδόντων ἐκ γῆς ἄνδρας μέλλειν ἀναδύεσθαι ἐπʼ αὐτὸν καθωπλισμένους, οὓς ἔλεγεν ἐπειδὰν ἀθρόους θεάσηται, βάλλειν εἰς μέσον λίθους ἄποθεν, ὅταν δὲ ὑπὲρ τούτου μάχωνται πρὸς ἀλλήλους, τότε κτείνειν αὐτούς. Ἰάσων δὲ τοῦτο ἀκούσας καὶ χρισάμενος τῷ φαρμάκῳ, παραγενόμενος εἰς τὸ τοῦ νεὼ ἄλσος ἐμάστευε τοὺς ταύρους, καὶ σὺν πολλῷ πυρὶ ὁρμήσαντας αὐτοὺς κατέζευξε. σπείραντος δὲ αὐτοῦ τοὺς ὀδόντας ἀνέτελλον ἐκ τῆς γῆς ἄνδρες ἔνοπλοι· ὁ δὲ ὅπου πλείονας ἑώρα, βάλλων ἀφανῶς λίθους, πρὸς αὐτοὺς μαχομένους πρὸς ἀλλήλους προσιὼν ἀνῄρει. καὶ κατεζευγμένωντῶν ταύρων οὐκ ἐδίδου τὸ δέρας Αἰήτης, ἐβούλετο δὲ τήν τε Ἀργὼ καταφλέξαι καὶ κτεῖναι τοὺς ἐμπλέοντας. φθάσασα δὲ Μήδεια τὸν Ἰάσονα νυκτὸς ἐπὶ τὸ δέρας ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις μετὰ Ἰάσονος, ἔχουσα τὸ δέρας, ἐπὶ τὴν Ἀργὼ παρεγένετο. συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν.
The Argonauts now arrived among the Mariandynians, and there King Lycus received them kindly. There died Idmon the seer of a wound inflicted by a boar; and there too died Tiphys, and Ancaeus undertook to steer the ship. And having sailed past the Thermodon and the Caucasus they came to the river Phasis, which is in the Colchian land. When the ship was brought into port, Jason repaired to Aeetes, and setting forth the charge laid on him by Pelias invited him to give him the fleece. The other promised to give it if single-handed he would yoke the brazen-footed bulls. These were two wild bulls that he had, of enormous size, a gift of Hephaestus; they had brazen feet and puffed fire from their mouths. These creatures Aeetes ordered him to yoke and to sow dragon's teeth; for he had got from Athena half of the dragon's teeth which Cadmus sowed in Thebes. While Jason puzzled how he could yoke the bulls, Medea conceived a passion for him; now she was a witch, daughter of Aeetes and Idyia, daughter of Ocean. And fearing lest he might be destroyed by the bulls, she, keeping the thing from her father, promised to help him to yoke the bulls and to deliver to him the fleece, if he would swear to have her to wife and would take her with him on the voyage to Greece. When Jason swore to do so, she gave him a drug with which she bade him anoint his shield, spear, and body when he was about to yoke the bulls; for she said that, anointed with it, he could for a single day be harmed neither by fire nor by iron. And she signified to him that, when the teeth were sown, armed men would spring up from the ground against him; and when he saw a knot of them he was to throw stones into their midst from a distance, and when they fought each other about that, he was taken to kill them. On hearing that, Jason anointed himself with the drug, and being come to the grove of the temple he sought the bulls, and though they charged him with a flame of fire, he yoked them. And when he had sowed the teeth, there rose armed men from the ground; and where he saw several together, he pelted them unseen with stones, and when they fought each other he drew near and slew them. But though the bulls were yoked, Aeetes did not give the fleece; for he wished to burn down the Argo and kill the crew. But before he could do so, Medea brought Jason by night to the fleece, and having lulled to sleep by her drugs the dragon that guarded it, she possessed herself of the fleece and in Jason's company came to the Argo. She was attended, too, by her brother Apsyrtus. And with them the Argonauts put to sea by night.
Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμημένα ὥρμησε τὴν ναῦν διώκειν. ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια τὸν ἀδελφὸν φονεύει καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησε· διόπερ ὑποστρέψας, καὶ τὰ σωθέντα τοῦ παιδὸς μέλη θάψας, τὸν τόπον προσηγόρευσε Τόμους. πολλοὺς δὲ τῶν Κόλχων ἐπὶ τὴν ζήτησιν τῆς Ἀργοῦς ἐξέπεμψεν, ἀπειλήσας, εἰ μὴ Μήδειαν ἄξουσιν, αὐτοὺς πείσεσθαι τὰ ἐκείνης. οἱ δὲ σχισθέντες ἄλλος ἀλλαχοῦ ζήτησιν ἐποιοῦντο.
τοῖς δὲ Ἀργοναύταις τὸν Ἠριδανὸν ποταμὸν ἤδη παραπλέουσι Ζεὺς μηνίσας ὑπὲρ τοῦ φονευθέντος Ἀψύρτου χειμῶνα λάβρον ἐπιπέμψας ἐμβάλλει πλάνην. καὶ αὐτῶν τὰς Ἀψυρτίδας νήσους παραπλεόντων ἡ ναῦς φθέγγεται μὴ λήξειν τὴν ὀργὴν τοῦ Διός, ἐὰν μὴ πορευθέντες εἰς τὴν Αὐσονίαν τὸν Ἀψύρτου φόνον καθαρθῶσιν ὑπὸ Κίρκης. οἱ δὲ παραπλεύσαντες τὰ Λιγύων καὶ Κελτῶν ἔθνη, καὶ διὰ τοῦ Σαρδονίου πελάγους διακομισθέντες, παραμειψάμενοι Τυρρηνίαν ἦλθον εἰς Αἰαίην, ἔνθα Κίρκης ἱκέται γενόμενοι καθαίρονται.
When Aeetes discovered the daring deeds done by Medea, he started off in pursuit of the ship; but when she saw him near, Medea murdered her brother and cutting him limb from limb threw the pieces into the deep. Gathering the child's limbs, Aeetes fell behind in the pursuit; wherefore he turned back, and, having buried the rescued limbs of his child, he called the place Tomi. But he sent out many of the Colchians to search for the Argo, threatening that, if they did not bring Medea to him, they should suffer the punishment due to her; so they separated and pursued the search in divers places. When the Argonauts were already sailing past the Eridanus river, Zeus sent a furious storm upon them, and drove them out of their course, because he was angry at the murder of Apsyrtus. And as they were sailing past the Apsyrtides Islands, the ship spoke, saying that the wrath of Zeus would not cease unless they journeyed to Ausonia and were purified by Circe for the murder of Apsyrtus. So when they had sailed past the Ligurian and Celtic nations and had voyaged through the Sardinian Sea, they skirted Tyrrhenia and came to Aeaea, where they supplicated Circe and were purified.
παραπλεόντων δὲ Σειρῆνας αὐτῶν, Ὀρφεὺς τὴν ἐναντίαν μοῦσαν μελῳδῶν τοὺς Ἀργοναύτας κατέσχε. μόνος δὲ Βούτης ἐξενήξατο πρὸς αὐτάς, ὃν ἁρπάσασα Ἀφροδίτη ἐν Λιλυβαίῳ κατῴκισε.
μετὰ δὲ τὰς Σειρῆνας τὴν ναῦν Χάρυβδις ἐξεδέχετο καὶ Σκύλλα καὶ πέτραι πλαγκταί, ὑπὲρ ὧν φλὸξ πολλὴ καὶ καπνὸς ἀναφερόμενος ἑωρᾶτο. ἀλλὰ διὰ τούτων διεκόμισε τὴν ναῦν σὺν Νηρηίσι Θέτις παρακληθεῖσα ὑπὸ Ἥρας.
παραμειψάμενοι δὲ Θρινακίαν νῆσον Ἡλίου βοῦς ἔχουσαν εἰς τὴν Φαιάκων νῆσον Κέρκυραν ἧκον, ἧς βασιλεὺς ἦν Ἀλκίνοος. τῶν δὲ Κόλχων τὴν ναῦν εὑρεῖν μὴ δυναμένων οἱ μὲν τοῖς Κεραυνίοις ὄρεσι παρῴκησαν, οἱ δὲ εἰς τὴν Ἰλλυρίδα κομισθέντες ἔκτισαν Ἀψυρτίδας νήσους· ἔνιοι δὲ πρὸς Φαίακας ἐλθόντες τὴν Ἀργὼ κατέλαβον καὶ τὴν Μήδειαν ἀπῄτουν παρʼ Ἀλκινόου. ὁ δὲ εἶπεν, εἰ μὲν ἤδη συνελήλυθεν Ἰάσονι, δώσειν αὐτὴν ἐκείνῳ, εἰ δʼ ἔτι παρθένος ἐστί, τῷ πατρὶ ἀποπέμψειν. Ἀρήτη δὲ ἡ Ἀλκινόου γυνὴ φθάσασα Μήδειαν Ἰάσονι συνέζευξεν· ὅθεν οἱ μὲν Κόλχοι μετὰ Φαιάκων κατῴκησαν, οἱ δὲ Ἀργοναῦται μετὰ τῆς Μηδείας ἀνήχθησαν.
And as they sailed past the Sirens, Orpheus restrained the Argonauts by chanting a counter-melody. Butes alone swam off to the Sirens, but Aphrodite carried him away and settled him in Lilybaeum. After the Sirens, the ship encountered Charybdis and Scylla and the Wandering Rocks, above which a great flame and smoke were seen rising. But Thetis with the Nereids steered the ship through them at the summons of Hera. Having passed by the Island of Thrinacia, where are the kine of the Sun, they came to Corcyra, the island of the Phaeacians, of which Alcinous was king. But when the Colchians could not find the ship, some of them settled at the Ceraunian mountains, and some journeyed to Illyria and colonized the Apsyrtides Islands. But some came to the Phaeacians, and finding the Argo there, they demanded of Alcinous that he should give up Medea. He answered, that if she already knew Jason, he would give her to him, but that if she were still a maid he would send her away to her father. However, Arete, wife of Alcinous, anticipated matters by marrying Medea to Jason; hence the Colchians settled down among the Phaeacians and the Argonauts put to sea with Medea.
πλέοντες δὲ νυκτὸς σφοδρῷ περιπίπτουσι χειμῶνι. Ἀπόλλων δὲ στὰς ἐπὶ τὰς Μελαντίους δειράς, τοξεύσας τῷ βέλει εἰς τὴν θάλασσαν κατήστραψεν. οἱ δὲ πλησίον ἐθεάσαντο νῆσον, τῷ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι προσορμισθέντες Ἀνάφην ἐκάλεσαν· ἱδρυσάμενοι δὲ βωμὸν Ἀπόλλωνος αἰγλήτου καὶ θυσιάσαντες ἐπʼ εὐωχίαν ἐτράπησαν. δοθεῖσαι δʼ ὑπὸ Ἀρήτης Μηδείᾳ δώδεκα θεράπαιναι τοὺς ἀριστέας ἔσκωπτον μετὰ παιγνίας· ὅθεν ἔτι καὶ νῦν ἐν τῇ θυσίᾳ σύνηθές ἐστι σκώπτειν ταῖς γυναιξίν.
ἐντεῦθεν ἀναχθέντες κωλύονται Κρήτῃ προσίσχειν ὑπὸ Τάλω. τοῦτον οἱ μὲν τοῦ χαλκοῦ γένους εἶναι λέγουσιν, οἱ δὲ ὑπὸ Ἡφαίστου Μίνωι δοθῆναι· ὃς ἦν χαλκοῦς ἀνήρ, οἱ δὲ ταῦρον αὐτὸν λέγουσιν. εἶχε δὲ φλέβα μίαν ἀπὸ αὐχένος κατατείνουσαν ἄχρι σφυρῶν· κατὰ δὲ τὸ τέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. οὗτος ὁ Τάλως τρὶς ἑκάστης ἡμέρας τὴν νῆσον περιτροχάζων ἐτήρει· διὸ καὶ τότε τὴν Ἀργὼ προσπλέουσαν θεωρῶν τοῖς λίθοις ἔβαλλεν. ἐξαπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῷ μανίαν Μηδείας ἐμβαλούσης, ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον καὶ τὸν ἧλον ἐξελούσης, ἐκρυέντος τοῦ παντὸς ἰχῶρος αὐτὸν ἀποθανεῖν. τινὲς δὲ αὐτὸν τοξευθέντα ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τελευτῆσαι λέγουσι.
μίαν δὲ ἐνταῦθα νύκτα μείναντες Αἰγίνῃ προσίσχουσιν ὑδρεύσασθαι θέλοντες, καὶ γίνεται περὶ τῆς ὑδρείας αὐτοῖς ἅμιλλα. ἐκεῖθεν δὲ διὰ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πλεύσαντες εἰς Ἰωλκὸν ἦλθον, τὸν πάντα πλοῦν ἐν τέτταρσι μησὶ τελειώσαντες.
Sailing by night they encountered a violent storm, and Apollo, taking his stand on the Melantian ridges, flashed lightning down, shooting a shaft into the sea. Then they perceived an island close at hand, and anchoring there they named it Anaphe, because it had loomed up (anaphanenai) unexpectedly. So they founded an altar of Radiant Apollo, and having offered sacrifice they betook them to feasting; and twelve handmaids, whom Arete had given to Medea, jested merrily with the chiefs; whence it is still customary for the women to jest at the sacrifice. Putting to sea from there, they were hindered from touching at Crete by Talos. Some say that he was a man of the Brazen Race, others that he was given to Minos by Hephaestus; he was a brazen man, but some say that he was a bull. He had a single vein extending from his neck to his ankles, and a bronze nail was rammed home at the end of the vein. This Talos kept guard, running round the island thrice every day; wherefore, when he saw the Argo standing inshore, he pelted it as usual with stones. His death was brought about by the wiles of Medea, whether, as some say, she drove him mad by drugs, or, as others say, she promised to make him immortal and then drew out the nail, so that all the ichor gushed out and he died. But some say that Poeas shot him dead in the ankle. After tarrying a single night there they put in to Aegina to draw water, and a contest arose among them concerning the drawing of the water. Thence they sailed betwixt Euboea and Locris and came to Iolcus, having completed the whole voyage in four months.
Πελίας δὲ ἀπογνοὺς τὴν ὑποστροφὴν τῶν Ἀργοναυτῶν τὸν Αἴσονα κτείνειν ἤθελεν· ὁ δὲ αἰτησάμενος ἑαυτὸν ἀνελεῖν θυσίαν ἐπιτελῶν ἀδεῶς τοῦ ταυρείου σπασάμενος αἵματος ἀπέθανεν. ἡ δὲ Ἰάσονος μήτηρ ἐπαρασαμένη Πελίᾳ, νήπιον ἀπολιποῦσα παῖδα Πρόμαχον ἑαυτὴν ἀνήρτησε· Πελίας δὲ καὶ τὸν αὐτῇ καταλειφθέντα παῖδα ἀπέκτεινεν. ὁ δὲ Ἰάσων κατελθὼν τὸ μὲν δέρας ἔδωκε, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων καιρὸν ἐξεδέχετο. καὶ τότε μὲν εἰς Ἰσθμὸν μετὰ τῶν ἀριστέων πλεύσας ἀνέθηκε τὴν ναῦν Ποσειδῶνι, αὖθις δὲ Μήδειαν παρακαλεῖ ζητεῖν ὅπως Πελίας αὐτῷ δίκας ὑπόσχῃ. ἡ δὲ εἰς τὰ βασίλεια τοῦ Πελίου παρελθοῦσα πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα κρεουργῆσαι καὶ καθεψῆσαι, διὰ φαρμάκων αὐτὸν ἐπαγγελλομένη ποιήσειν νέον· καὶ τοῦ πιστεῦσαι χάριν κριὸν μελίσασα καὶ καθεψήσασα ἐποίησεν ἄρνα. αἱ δὲ πιστεύσασαι τὸν πατέρα κρεουργοῦσι καὶ καθέψουσιν. Ἄκαστος δὲ μετὰ τῶν τὴν Ἰωλκὸν οἰκούντων τὸν πατέρα θάπτει, τὸν δὲ Ἰάσονα μετὰ τῆς Μηδείας τῆς Ἰωλκοῦ ἐκβάλλει.
Now Pelias, despairing of the return of the Argonauts, would have killed Aeson; but he requested to be allowed to take his own life, and in offering a sacrifice drank freely of the bull's blood and died. And Jason's mother cursed Pelias and hanged herself, leaving behind an infant son Promachus; but Pelias slew even the son whom she had left behind. On his return Jason surrendered the fleece, but though he longed to avenge his wrongs he bided his time. At that time he sailed with the chiefs to the Isthmus and dedicated the ship to Poseidon, but afterwards he exhorted Medea to devise how he could punish Pelias. So she repaired to the palace of Pelias and persuaded his daughters to make mince meat of their father and boil him, promising to make him young again by her drugs; and to win their confidence she cut up a ram and made it into a lamb by boiling it. So they believed her, made mince meat of their father and boiled him. But Acastus buried his father with the help of the inhabitants of Iolcus, and he expelled Jason and Medea from Iolcus.
οἱ δὲ ἧκον εἰς Κόρινθον, καὶ δέκα μὲν ἔτη διετέλουν εὐτυχοῦντες, αὖθις δὲ τοῦ τῆς Κορίνθου βασιλέως Κρέοντος τὴν θυγατέρα Γλαύκην Ἰάσονι ἐγγυῶντος, παραπεμψάμενος Ἰάσων Μήδειαν ἐγάμει. ἡ δέ, οὕς τε ὤμοσεν Ἰάσων θεοὺς ἐπικαλεσαμένη καὶ τὴν Ἰάσονος ἀχαριστίαν μεμψαμένη πολλάκις, τῇ μὲν γαμουμένῃ πέπλον μεμαγμένον φαρμάκοις ἔπεμψεν, ὃν ἀμφιεσαμένη μετὰ τοῦ βοηθοῦντος πατρὸς πυρὶ λάβρῳ κατεφλέχθη, τοὺς δὲ παῖδας οὓς εἶχεν ἐξ Ἰάσονος, Μέρμερον καὶ Φέρητα, ἀπέκτεινε, καὶ λαβοῦσα παρὰ Ἡλίου ἅρμα πτηνῶν δρακόντων ἐπὶ τούτου φεύγουσα ἦλθεν εἰς Ἀθήνας. λέγεται δὲ καὶ ὅτι φεύγουσα τοὺς παῖδας ἔτι νηπίους ὄντας κατέλιπεν, ἱκέτας καθίσασα ἐπὶ τὸν βωμὸν τῆς Ἥρας τῆς ἀκραίας· Κορίνθιοι δὲ αὐτοὺς ἀναστήσαντες κατετραυμάτισαν.
Μήδεια δὲ ἧκεν εἰς Ἀθήνας, κἀκεῖ γαμηθεῖσα Αἰγεῖ παῖδα γεννᾷ Μῆδον. ἐπιβουλεύουσα δὲ ὕστερον Θησεῖ φυγὰς ἐξ Ἀθηνῶν μετὰ τοῦ παιδὸς ἐκβάλλεται. ἀλλʼ οὗτος μὲν πολλῶν κρατήσας βαρβάρων τὴν ὑφʼ ἑαυτὸν χώραν ἅπασαν Μηδίαν ἐκάλεσε, καὶ στρατευόμενος ἐπὶ Ἰνδοὺς ἀπέθανε· Μήδεια δὲ εἰς Κόλχους ἦλθεν ἄγνωστος, καὶ καταλαβοῦσα Αἰήτην ὑπὸ τοῦ ἀδελφοῦ Πέρσου τῆς βασιλείας ἐστερημένον, κτείνασα τοῦτον τῷ πατρὶ τὴν βασιλείαν ἀποκατέστησεν.
They went to Corinth, and lived there happily for ten years, till Creon, king of Corinth, betrothed his daughter Glauce to Jason, who married her and divorced Medea. But she invoked the gods by whom Jason had sworn, and after often upbraiding him with his ingratitude she sent the bride a robe steeped in poison, which when Glauce had put on, she was consumed with fierce fire along with her father, who went to her rescue. But Mermerus and Pheres, the children whom Medea had by Jason, she killed, and having got from the Sun a car drawn by winged dragons she fled on it to Athens. Another tradition is that on her flight she left behind her children, who were still infants, setting them as suppliants on the altar of Hera of the Height; but the Corinthians removed them and wounded them to death. Medea came to Athens, and being there married to Aegeus bore him a son Medus. Afterwards, however, plotting against Theseus, she was driven a fugitive from Athens with her son. But he conquered many barbarians and called the whole country under him Media, and marching against the Indians he met his death. And Medea came unknown to Colchis, and finding that Aeetes had been deposed by his brother Perses, she killed Perses and restored the kingdom to her father.