Pindar · Pythian Odes Πυθιονῖκαι

Pindar, Pythian Odes 4.143–299: Pythian 4: for Arcesilas — the Argonauts and the golden fleece

Jason offers Pelias the flocks and herds but asks for the sceptre and throne of his father Aeson, and Pelias answers softly, sending him to fetch the golden fleece and the spirit of Phrixus. Jason gathers the Argonauts, including Orpheus, Echion and Eurytus, who sail after his prayer to Zeus. At Colchis Aeëtes sets him a task, and with Medea's charms Jason wins the fleece, kills the serpent and carries Medea off, and the ode ends with a plea that Arcesilas recall the exile Damophilus.

Lines 4.143–299 · 2038 words · click a number to copy its link
143καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον 145λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει ὁμογόνοις, αἰδῶ καλύψαι. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις 150ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων· κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν· ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας 155λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν. ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν

“It was one heifer that bare Crétheus and Salméneus ! bold in counsel; and we, in our day, who now look upon the golden light of the sun, were sprung from them in the third generation; but, if any feud befall men of the same kin, the Fates withdraw to hide their shame. It ill befitteth us twain to appeal to brazen swords or spears in dividing the great honours of our fathers. As for the flocks and the tawny herds of cattle, and all the fields, which thou hast taken from our parents and holdest for thine own, while feeding fat thy wealth—all these I leave thee, and it irketh me not that they give provision to thy house beyond all measure. But, as for the royal sceptre and the throne, in which Aeson once sat, while he duly laid down the law for a nation of horsemen, these do thou release to us without vexation on either side, lest haply thou shouldest cause fresh ill to spring up therefrom.” Thus spake he; and Pelias, on his part, gave a soft answer :— “I shall be even as thou wilt; but old age is already coming over me, while thy bloom of youth is even now swelling with fulness, and thou hast it in thy power to remove the resentment of the gods

159μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι 160Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη ἔκ τε ματρυιᾶς ἀθέων βελέων. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. 165τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις. σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν· ἀτὰρ Ἰάσων αὐτὸς ἤδη 170ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος 175ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία. ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ ἔμολεν, εὐαίνητος, Ὀρφεύς.

below. For Phrixus biddeth us go to the halls of Aeétés, and bring his spirit home, and recover the fleecy fell of the ram, on which he was erstwhile rescued from the sea, and from his step-dame’s impious weapons. Such is the message brought me by a wondrous dream, and I have inquired of the oracle at Castalia, whether there is need for further quest, and the oracle bids me make ready with all speed a ship to escort him home again. This is the quest that I would have thee bring promptly to an end; and, thereupon, I swear that I shall deliver up to thee the sole sovereignty and kingdom. As a mighty pledge, may Zeus, the father of our common ancestor, be our witness !” This agreement they approved, and then they parted; and Jason forthwith sent messengers to tell men everywhere that there would be a voyage indeed. And soon there came the three sons unwearied in war, whom the bright-eyed Aleméné and Léda bare unto Zeus, the son of Cronus; and two heroes with their tresses waving on high, the offspring of Poseidon, with a soul of honour inspired by their lofty courage, from Pylos and from the foreland at Taenarus ; and goodly fame was won by both of them, even by Euphémus, and by thee, Periclymenus, whose power extendeth far. And Apollo’s son came also, even that minstrel of the lyre, that father of song, the famous Orpheus. And

178πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες 180ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα 185ναὸς Ἀργοῦς, μή τινα λειπόμενον τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις. ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ 190μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν, χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους

Hermes of the golden wand sent two sons to take part in the unabating toil, even Echion and Eurytus, exulting in their youth. Swiftly came they who dwell by the foot of the Pangaean mount, for with gladsome mind did their father, Boreas, lord of the winds, speedily equip Zétés and Calais, with their purple pinions heaving adown their backs. And Héra it was who enkindled in the demigods that all-persuasive sweet desire for the ship Argo, that” none should be left behind, and stay by his mother’s side, nursing a life that knoweth no peril; but should, even if death were to be the meed, win, with the aid of his comrades, a peerless elixir of prowess. But, when the flower of the seamen came down to the shore of Iélcus, Jason numbered them and praised them, every one; and, to aid him, Mopsus, after inquiring the will of heaven by noting the flight of birds and by drawing lots, right gladly gave the host the signal to set forth. And, when they had slung the anchor over the vessel’s prow, the leader took in his hands a golden goblet, and, standing at the stern, called on Zeus, the father of the sons of

195κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι· ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν 200πιθόμενοι· κάρυξε δʼ αὐτοῖς ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας· εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος, 205φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, συνδρόμων κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι 210ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων

Heaven, whose lance is the lightning ; called also on the swiftly rushing waves and winds, to speed them on their way ; and on the night-watches and on the tracks across the main, praying that the days might be propitious, and that the fortune of their return to their home might be kindly. And from the clouds there answered an auspicious peal of thunder, and there came bright flashes of lightning bursting forth) and the heroes took fresh courage at the bidding of the signals sent of heaven. And the seer inspired them with good hopes, while he loudly bade them lay their hands to the oars, and from under their swift palms the rowing sped on, and could not be sated. And so, sent on their way by the breezes of the South wind, they reached the mouth of the Inhospitable Sea, and there they marked out a plot of holy ground in honour of Poseidon; and withal there was a red herd of Thracian bulls, and a hollow of stone newly built on the summit of an altar. And, as they sped on their way into deep peril, they besought the Lord of Ships, that they might escape the irresistible onset of the clashing rocks; for twain were they, and alive withal, and they rolled onward more swiftly than the battle-lines of the loudly roaring winds; but that voyage of the demigods made them stand still in death. And then they went to Phiasis, where they mingled in battle with the swarthy Colchians in the realm of Aeétés himself.

214ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν 215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. 220καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων· σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον γλυκὺν ἐν ἀλλάλοισι μῖξαι. ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο 225καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός, χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι, τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς, 230ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,

Then, for the first time, did the Queen of swiftest darts, in Cyprus born, bind the dappled wryneck to the four spokes of a wheel indissoluble, and brought unto men that maddening bird ; and she taught the son of Aeson the lore of suppliant incantations, that so he might rob Medea of her reverence for her parents, and that a longing for Hellas might stir her with the whip of Suasion, while her heart was all aflame.—- And she quickly revealed the means of performing the labours set by her father, and with oil she mingled antidotes against sore pains, and gave them to Jason, to anoint himself withal ; and they vowed sweet union in mutual wedlock. But when Aeétés had set steadfast in the midst the adamantine plough, and the oxen, which from their tawny jaws were breathing the flame of burning fire, and were ever and anon pawing the ground with their brazen hoofs, Jason led them along, and single-handed brought them beneath the yoke, and straight stretched he the furrows as he was driving, and clave a ridge of clods a fathom deep. Then Aeétés spake on this wise :— “ Let the king, whosoever hath command of the ship, complete this task for me, and then let him carry off the coverlet imperishable, the fleece that gleameth

231κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ. ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς. σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας 235ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει δύνασιν Αἰήτας ἀγασθείς. πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας 240ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι· ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον. κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων, 245ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, τέλεσαν ἃν πλαγαὶ σιδάρου. μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,

with its golden fringe.’ When thus he had spoken, Jason flung off his saffron robe, and, putting his trust in God, set his hand to the task ; and, by grace of the counsels of the magic maiden, he quailed not before the fire; but seizing the plough, and binding the necks of the oxen in the harness irresistible, and ever thrusting the unwearied goad into their strong-ribbed frame, the stalwart hero accomplished the allotted measure of his task. And Aeétés, though he could find no voice for his anguish, shrilled forth a cry, in amazement at the stranger’s strength ; and his comrades stretched forth their hands towards the sturdy hero, and crowned him with garlands of grass and greeted him with gentle words ; and at once the wondrous offspring of the Sun-god spake of the shining fleece, telling where it had been stretched out by the falchion of Phrixus; and he hoped that this further labour Jason would not be able to accomplish. For the fleece lay in a dense thicket; cleaving to the ravening jaws of a dragon, which, in bulk and length, was vaster than a ship of fifty oarsmen, built with many a hammer’s blow. ’Tis too far for me to fare along the high-road : for time is pressing; and I know a short path; to many another am I a leader: in the lore of song. Thou must know, Arcesilas, how Jason, by his cunning, slew that serpent with its glaring eyes and spangled

250ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον· ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων· ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς 255σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον 260σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου διανέμειν θεῖον Κυράνας ὀρθόβουλον μῆτιν ἐφευρομένοις. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος· 265καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον· ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα

back, and stole away Medea, with her own aid, to be the death of Peleas. And they reached the streams of Ocean, and the Red Sea, and the race of the Lemnian wives who slew their lords. There it was that, in athletic contests, they proved their prowess, with raiment for their prize, and shared the marriage bed; and then it was that the fated day, or, haply, the night-watches, received in a foreign field the seed of your bright prosperity. There it was that the race of Ephémus was planted, to increase for ever in the days to come; and, having mingled with the homes of the Lacedaemonians, in due time they went and dwelt in the isle once called Callisté. Thence was it that the son of Lété caused your race to bring prosperity to the plain of Libya by the honours granted of heaven, and to rule over the divine city of golden-throned Cyrene, having found for it counsel that ruleth in righteousness. Now learn and know the lore of Oedipus :—If a man, with keen-edged axe, were to hew all the boughs of a mighty oak, and mar its comely form; even although its fruit may fail, it nevertheless giveth proof of itself, if ever it cometh at last to the wintry fire; or if, having left its own place desolate,

268μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ἑὸν ἐρημώσαισα χῶρον. 270ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος· χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις· ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. 275τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν. τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν· αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα 280καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ, ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, ἔμαθε δʼ ὑβρίζοντα μισεῖν, 285οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.

it resteth (as a beam) on the upright pillars of some palace, and doeth slavish service amid alien walls. But thou, Arcesilas, art a most timely healer, and the God of Healing honoureth the light that cometh from thee. One must needs apply a gentle hand in tending a festering wound ; for, even for the feeble, it is an easy task to shake a city to its foundation, but it is indeed a sore struggle to set it in its place again, unless God becometh a guide unto its rulers. But, for thee, the web of these fair fortunes is now being woven out toward its end. Deign to bestow all earnest heed on happy Cyrene ; and, of the sayings of Homer, take to heart and cherish even this :—“A good messenger,” said he, “ bringeth honour to every business”; even the Muse herself is exalted by a message rightly sped. Cyrene and the most glorious hall of Battus were familiar with the righteous heart of Démophilus; for he, as a youth among boys, and in counsels as an elder who hath attained a hundred years of life, robbeth calumny of her loud voice; he hath learnt to loathe insolence; he neither contend-eth against the nobly born, nor delayeth any decisive deed. For, in the hands of men, the fitting moment hath but a brief limit of time. Well hath he taken note of it; it waiteth on him, as a willing servant,

287εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ 290προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων· λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ μεταβολαὶ λήξαντος οὔρου ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων 295θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν, μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν. καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα, εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

not as a thrall. But they say the saddest lot of all is to know the good, and yet, perforce, to be debarred therefrom. The famous Atlas indeed is still bearing up against heaven’s weight, banished from his ancestral land and his possessions; but the Titans were set free by immortal Zeus; and, as time passeth on, there are shiftings of sails at the change of the breeze. But the exile avoweth that the day will come, when he shall have drained to the dregs the cup of baneful woe, and shall see his home again; and, near Apollo's fountain, shall betake himself to the joys of the banquet, and yield his soul, full oft, to youthful gladness, and, amid fellow-citizens skilled in song, shall hold in his hands his deftly carven cithern, and attain to peace, doing despite to no man, and being himself unscathed by his townsmen. And haply he will tell how fair a fountain of immortal song he found, Arcesilas, when lately welcomed by a friend at Thebes.

People and places in this passage

English translation by Sir John Sandys (1915). Original text: Sir John Sandys (ed.), The Odes of Pindar, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1915 (Greek text as digitised by Perseus from the 1937 reprint).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.