Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.1–166: Hera and Athena ask Cypris to make Medea love Jason

The poet calls on Erato, and Hera and Athena decide to go to Cypris to ask her to make Aeetes' daughter Medea fall in love with Jason. Cypris finds her son Eros playing dice with Ganymede, and persuades him with the promise of a ball that once belonged to Zeus.

Lines 3.1–166 · 1658 words · click a number to copy its link
1εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις 5παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται. ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι 10βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη· αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο, ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 15μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν, Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 20φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· 25δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν. 30ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε 35ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.

Come now, Erato, stand by my side, and say next how Jason brought back the fleece to Iolcus aided by the love of Medea. For thou sharest the power of Cypris, and by thy love-cares dost charm unwedded maidens; wherefore to thee too is attached a name that tells of love.

Thus the heroes, unobserved, were waiting in ambush amid the thick reed-beds; but Hera and Athena took note of them, and, apart from Zeus and the other immortals, entered a chamber and took counsel together; and Hera first made trial of Athena:

“Do thou now first, daughter of Zeus, give advice. What must be done? Wilt thou devise some scheme whereby they may seize the golden fleece of Aeetes and bear it to Hellas, or can they deceive the king with soft words and so work persuasion? Of a truth he is terribly overweening. Still it is right to shrink from no endeavour.”

Thus she spake, and at once Athena addressed her: “I too was pondering such thoughts in my heart, Hera, when thou didst ask me outright. But not yet do I think that I have conceived a scheme to aid the courage of the heroes, though I have balanced many plans.”

She ended, and the goddesses fixed their eyes on the ground at their feet, brooding apart; and straightway Hera was the first to speak her thought: “Come, let us go to Cypris; let both of us accost her and urge her to bid her son (if only he will obey) speed his shaft at the daughter of Aeetes, the enchantress, and charm her with love for Jason. And I deem that by her device he will bring back the fleece to Hellas.”

Thus she spake, and the prudent plan pleased Athena, and she addressed her in reply with gentle words:

“Hera, my father begat me to be a stranger to the darts of love, nor do I know any charm to work desire. But if the word pleases thee, surely I will follow; but thou must speak when we meet her.”

36ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο 40ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· πυρός` ἡ δʼ ἄρα μούνη ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. 45λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο, εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 50ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;

So she said, and starting forth they came to the mighty palace of Cypris, which her husband, the halt-footed god, had built for her when first he brought her from Zeus to be his wife. And entering the court they stood beneath the gallery of the chamber where the goddess prepared the couch of Hephaestus. But he had gone early to his forge and anvils to a broad cavern in a floating island where with the blast of flame he wrought all manner of curious work; and she all alone was sitting within, on an inlaid seat facing the door. And her white shoulders on each side were covered with the mantle of her hair and she was parting it with a golden comb and about to braid up the long tresses; but when she saw the goddesses before her, she stayed and called them within, and rose from her seat and placed them on couches. Then she herself sat down, and with her hands gathered up the locks still uncombed. And smiling she addressed them with crafty words:

“Good friends, what intent, what occasion brings you here after so long? Why have ye come, not too frequent visitors before, chief among goddesses that ye are?”

55τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, 60δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, 65ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα 70οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην 75τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα, καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο 80Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγόρευσεν· οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. 85ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.

And to her Hera replied: “Thou dost mock us, but our hearts are stirred with calamity. For already on the river Phasis the son of Aeson moors his ship, he and his comrades in quest of the fleece. For all their sakes we fear terribly (for the task is nigh at hand) but most for Aeson’s son. Him will I deliver, though he sail even to Hades to free Ixion below from his brazen chains, as far as strength lies in my limbs, so that Pelias may not mock at having escaped an evil doom—Pelias who left me unhonoured with sacrifice. Moreover Jason was greatly loved by me before, ever since at the mouth of Anaurus in flood, as I was making trial of men’s righteousness, he met me on his return from the chase; and all the mountains and long ridged peaks were sprinkled with snow, and from them the torrents rolling down were rushing with a roar. And he took pity on me in the likeness of an old crone, and raising me on his shoulders himself bore me through the headlong tide. So he is honoured by me unceasingly; nor will Pelias pay the penalty of his outrage, unless thou wilt grant Jason his return.”

Thus she spake, and speechlessness seized Cypris. And beholding Hera supplicating her she felt awe, and then addressed her with friendly words: “Dread goddess, may no viler thing than Cypris ever be found, if I disregard thy eager desire in word or deed, whatever my weak arms can effect; and let there be no favour in return.”

She spake, and Hera again addressed her with prudence: “It is not in need of might or of strength that we have come. But just quietly bid thy boy charm Aeetes’ daughter with love for Jason. For if she will aid him with her kindly counsel, easily do I think he will win the fleece of gold and return to Iolcus, for she is full of wiles.”

90ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν· Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. 95καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ. 100ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν, 105πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε 110χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ βῆ ῥʼ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, 115οὐκ οἶον, μετὰ μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. καί ῥʼ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 120μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 125καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·

Thus she spake, and Cypris addressed them both: “Hera and Athena, he will obey you rather than me. For unabashed though he is, there will be some slight shame in his eyes before you: but he has no respect for me, but ever slights me in contentious mood. And, overborne by his naughtiness, I purpose to break his ill-sounding arrows and his bow in his very sight. For in his anger he has threatened that if I shall not keep my hands off him while he still masters his temper, I shall have cause to blame myself thereafter.”

So she spake, and the goddesses smiled and looked at each other. But Cypris again spoke, vexed at heart: “To others my sorrows are a jest; nor ought I to tell them to all; I know them too well myself. But now, since this pleases you both, I will make the attempt and coax him, and he will not say me nay.”

Thus she spake, and Hera took her slender hand and gently smiling, replied: “Perform this task, Cytherea, straightway, as thou sayest; and be not angry or contend with thy boy; he will cease hereafter to vex thee.”

She spake, and left her seat, and Athena accompanied her and they went forth both hastening back. And Cypris went on her way through the glens of Olympus to find her boy. And she found him apart, in the blooming orchard of Zeus, not alone, but with him Ganymedes, whom once Zeus had set to dwell among the immortal gods, being enamoured of his beauty. And they were playing for golden dice, as boys in one house are wont to do. And already greedy Eros was holding the palm of his left hand quite full of them under his breast, standing upright; and on the bloom of his cheeks a sweet blush was glowing. But the other sat crouching hard by, silent and downcast, and he had two dice left which he threw one after the other, and was angered by the loud laughter of Eros. And lo, losing them straightway with the former, he went off empty-handed, helpless, and noticed not the approach of Cypris. And she stood before her boy, and laying her hand on his lips, addressed him:

129τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως 130ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι, 135σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις 140κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη. 145ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, 150κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς, ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ 155μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο 160αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν 165φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.

“Why dost thou smile in triumph, unutterable rogue? Hast thou cheated him thus, and unjustly overcome the innocent child? Come, be ready to perform for me the task I will tell thee of, and I will give thee Zeus’ all-beauteous plaything—the one which his dear nurse Adrasteia made for him, while he still lived a child, with childish ways, in the Idaean cave—a well-rounded ball; no better toy wilt thou get from the hands of Hephaestus. All of gold are its zones, and round each double seams run in a circle; but the stitches are hidden, and a dark blue spiral overlays them all. But if thou shouldst cast it with thy hands, lo, like a star, it sends a flaming track through the sky. This I will give thee; and do thou strike with thy shaft and charm the daughter of Aeetes with love for Jason; and let there be no loitering. For then my thanks would be the slighter.”

Thus she spake, and welcome were her words to the listening boy. And he threw down all his toys, and eagerly seizing her robe on this side and on that, clung to the goddess. And he implored her to bestow the gift at once; but she, facing him with kindly words, touched his cheeks, kissed him and drew him to her, and replied with a smile:

“Be witness now thy dear head and mine, that surely I will give thee the gift and deceive thee not, if thou wilt strike with thy shaft Aeetes’ daughter.”

She spoke, and he gathered up his dice, and having well counted them all threw them into his mother’s gleaming lap. And straightway with golden baldric he slung round him his quiver from where it leant against a tree-trunk, and took up his curved bow. And he fared forth through the fruitful orchard of the palace of Zeus. Then he passed through the gates of Olympus high in air; hence is a downward path from heaven; and the twin poles rear aloft steep mountain tops—the highest crests of earth, where the risen sun grows ruddy with his first beams. And beneath him there appeared now the life-giving earth and cities of men and sacred streams of rivers, and now in turn mountain peaks and the ocean all around, as he swept through the vast expanse of air.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 3, lines 1–166: Hera and Athena ask Cypris…