Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 2.301–447: Phineus' prophecy of the voyage to Colchis

Fed at last, Phineus tells the heroes how to pass the Clashing Rocks with a dove, and names the peoples and coasts on the way to Colchis: the Mariandyni, the Amazons, the Chalybes, the isle of Ares and the Phasis. When Jason asks about the way home he says that a god will guide them and bids them rely on Cypris. The sons of Boreas return, and Phineus says he wants only death.

Lines 2.301–447 · 1532 words · click a number to copy its link
301τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, 305δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς 310πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου· κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς 315βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. 320οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, 325εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ δή πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶν 330πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν. 335τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε 340πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Ἀργώ.

Meanwhile the chiefs carefully cleansed the old man’s squalid skin and with due selection sacrificed sheep which they had borne away from the spoil of Amycus. And when they had laid a huge supper in the hall, they sat down and feasted, and with them feasted Phineus ravenously, delighting his soul, as in a dream. And there, when they had taken their fill of food and drink, they kept awake all night waiting for the sons of Boreas. And the aged sire himself sat in the midst, near the hearth, telling of the end of their voyage and the completion of their journey:

“Listen then. Not everything is it lawful for you to know clearly; but whatever is heaven’s will, I will not hide. I was infatuated aforetime, when in my folly I declared the will of Zeus in order and to the end. For he himself wishes to deliver to men the utterances of the prophetic art incomplete, in order that they may still have some need to know the will of heaven.

“First of all, after leaving me, ye will see the twin Cyanean rocks where the two seas meet. No one, I ween, has won his escape between them. For they are not firmly fixed with roots beneath, but constantly clash against one another to one point, and above a huge mass of salt water rises in a crest, boiling up, and loudly dashes upon the hard beach. Wherefore now obey my counsel, if indeed with prudent mind and reverencing the blessed gods ye pursue your way; and perish not foolishly by a self-sought death, or rush on following the guidance of youth. First entrust the attempt to a dove when ye have sent her forth from the ship. And if she escapes safe with her wings between the rocks to the open sea, then no more do ye refrain from the path, but grip your oars well in your hands and cleave the sea’s narrow strait, for the light of safety will be not so much in prayer as in strength of hands. Wherefore let all else go and labour boldly with might and main, but ere then implore the gods as ye will, I forbid you not. But if she flies onward and perishes midway, then do ye turn back; for it is better to yield to the immortals. For ye could not escape an evil doom from the rocks, not even if Argo were of iron.

341ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι· μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι. 345καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν 350γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε. κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει, 355δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος. ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται.

“O hapless ones, dare not to transgress my divine warning, even though ye think that I am thrice as much hated by the sons of heaven as I am, and even more than thrice; dare not to sail further with your ship in despite of the omen. And as these things will fall, so shall they fall. But if ye shun the clashing rocks and come scatheless inside Pontus, straightway keep the land of the Bithynians on your right and sail on, and beware of the breakers, until ye round the swift river Rhebas and the black beach, and reach the harbour of the Isle of Thynias. Thence ye must turn back a little space through the sea and beach your ship on the land of the Mariandyni lying opposite. Here is a downward path to the abode of Hades, and the headland of Acherusia stretches aloft, and eddying Acheron cleaves its way at the bottom, even through the headland, and sends its waters forth from a huge ravine. And near it ye will sail past many hills of the Paphlagonians, over whom at the first Eneteian Pelops reigned, and of his blood they boast themselves to be.

360ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη 365αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν 370ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν 375τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν 380ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν 385νῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο. ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω 390ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασιν Μάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων. 395ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν· Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶ πείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶν 400τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπʼ ἄκρης 405πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ, οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.

“Now there is a headland opposite Helice the Bear, steep on all sides, and they call it Carambis, about whose crests the blasts of the north wind are sundered. So high in the air does it rise turned towards the sea. And when ye have rounded it broad Aegialus stretches before you; and at the end of broad Aegialus, at a jutting point of coast, the waters of the river Halys pour forth with a terrible roar; and after it Iris flowing near, but smaller in stream, rolls into the sea with white eddies. Onward from thence the bend of a huge and towering cape reaches out from the land, next Thermodon at its mouth flows into a quiet bay at the Themiscyreian headland, after wandering through a broad continent. And here is the plain of Doeas, and near are the three cities of the Amazons, and after them the Chalybes, most wretched of men, possess a soil rugged and unyielding—sons of toil, they busy themselves with working iron. And near them dwell the Tibareni, rich in sheep, beyond the Genetaean headland of Zeus, lord of hospitality. And bordering on it the Mossynoeci next in order inhabit the well-wooded mainland and the parts beneath the mountains, who have built in towers made from trees their wooden homes and well-fitted chambers, which they call Mossynes, and the people themselves take their name from them. After passing them ye must beach your ship upon a smooth island, when ye have driven away with all manner of skill the ravening birds, which in countless numbers haunt the desert island. In it the Queens of the Amazons, Otrere and Antiope, built a stone temple of Ares what time they went forth to war. Now here an unspeakable help will come to you from the bitter sea; wherefore with kindly intent I bid you stay. But what need is there that I should sin yet again declaring everything to the end by my prophetic art? And beyond the island and opposite mainland dwell the Philyres: and above the Philyres are the Macrones, and after them the vast tribes of the Becheiri. And next in order to them dwell the Sapeires, and the Byzeres have the lands adjoining to them, and beyond them at last live the warlike Colchians themselves. But speed on in your ship, till ye touch the inmost bourne of the sea. And here at the Cytaean mainland and from the Amarantine mountains far away and the Circaean plain eddying Phasis rolls his broad stream to the sea. Guide your ship to the mouth of that river and ye shall behold the towers of Cytaean Aeetes and the shady grove of Ares, where a dragon, a monster terrible to behold, ever glares around, keeping watch over the fleece that is spread upon the top of an oak; neither by day nor by night does sweet sleep subdue his restless eyes.”

408ὧς ἄρʼ ἔφη· τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας. δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δʼ ἔειπεν 410ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι· ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις τάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω 415ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. ὧς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν· 420ὦ τέκος, εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης· μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. 425καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε. ὧς φάτʼ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δʼ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. 430Ζήτης δʼ ἱεμένοισιν, ἔτʼ ἄσπετον ἐκ καμάτοιο ἆσθμʼ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι, ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν, αἱ δʼ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. 435γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν· ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δʼ ἡμέας αὖθι πέλασσεν 440τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο· εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην. ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν· Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος 445ἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.

Thus he spake, and straightway fear seized them as they heard. And for a long while they were struck with silence; till at last the hero, son of Aeson, spake, sore dismayed at their evil plight:

“O aged sire, now hast thou come to the end of the toils of our sea-journeying and hast told us the token, trusting to which we shall make our way to Pontus through the hateful rocks; but whether, when we have escaped them, we shall have a return back again to Hellas, this too would we gladly learn from thee. What shall I do, how shall I go over again such a long path through the sea, unskilled as I am, with unskilled comrades? And Colchian Aea lies at the edge of Pontus and of the world.”

Thus he spake, and him the aged sire addressed in reply: “O son, when once thou hast escaped through the deadly rocks, fear not; for a deity will be the guide from Aea by another track; and to Aea there will be guides enough. But, my friends, take thought of the artful aid of the Cyprian goddess. For on her depends the glorious issue of your venture. And further than this ask me not.”

Thus spake Agenor’s son, and close at hand the twin sons of Thracian Boreas came darting from the sky and set their swift feet upon the threshold; and the heroes rose up from their seats when they saw them present. And Zetes, still drawing hard breath after his toil, spake among the eager listeners, telling them how far they had driven the Harpies and how Iris prevented their slaying them, and how the goddess of her grace gave them pledges, and how those others in fear plunged into the vast cave of the Dictaean cliff. Then in the mansion all their comrades were joyful at the tidings and so was Phineus himself. And quickly Aeson’s son, with good will exceeding, addressed him:

“Assuredly there was then, Phineus, some god who cared for thy bitter woe, and brought us hither from afar, that the sons of Boreas might aid thee; and if too he should bring sight to thine eyes, verily I should rejoice, methinks, as much as if I were on my homeward way.”

Thus he spake, but Phineus replied to him with downcast look: “Son of Aeson, that is past recall, nor is there any remedy hereafter, for blasted are my sightless eyes. But instead of that, may the god grant me death at once, and after death I shall take my share in perfect bliss.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 2, lines 301–447: Phineus' prophecy of the…