Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 1.559–720: Hypsipyle and the women of Lemnos

Argo runs past the Thessalian coast to Lemnos, where the women, punished by the wrath of Cypris, have killed all the men. Hypsipyle, wearing her father's armour, receives Aethalides as herald and calls an assembly. The old nurse Polyxo persuades the women to trust their homes and city to the strangers, and Iphinoe is sent to summon Jason.

Lines 1.559–720 · 1624 words · click a number to copy its link
559οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν 560φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο Τίφυος, ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως πηδάλιʼ ἀμφιέπεσκʼ, ὄφρʼ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν, 565κὰδ δʼ αὐτοῦ λίνα χεῦαν, ἐπʼ ἠλακάτην ἐρύσαντες. ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπʼ ἰκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ 570Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν ῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης ἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. 575ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆρος μυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὖλιν, ὁ δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε ὡμάρτευν· τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος. 580αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶν δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο 585ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν, καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖς ἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν 590νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος. τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.

Now when they had left the curving shore of the harbour through the cunning and counsel of prudent Tiphys son of Hagnias, who skilfully handled the well-polished helm that he might guide them steadfastly, then at length they set up the tall mast in the mast-box, and secured it with forestays, drawing them taut on each side, and from it they let down the sail when they had hauled it to the top-mast. And a breeze came down piping shrilly; and upon the deck they fastened the ropes separately round the well-polished pins, and ran quietly past the long Tisaean headland. And for them the son of Oeagrus touched his lyre and sang in rhythmical song of Artemis, saviour of ships, child of a glorious sire, who hath in her keeping those peaks by the sea, and the land of Iolcos; and the fishes came darting through the deep sea, great mixed with small, and followed gambolling along the watery paths. And as when in the track of the shepherd, their master, countless sheep follow to the fold that have fed to the full of grass, and he goes before gaily piping a shepherd’s strain on his shrill reed; so these fishes followed; and a chasing breeze ever bore the ship onward.

And straightway the misty land of the Pelasgians, rich in cornfields, sank out of sight, and ever speeding onward they passed the rugged sides of Pelion; and the Sepian headland sank away, and Sciathus appeared in the sea, and far off appeared Piresiae and the calm shore of Magnesia on the mainland and the tomb of Dolops; here then in the evening, as the wind blew against them, they put to land, and paying honour to him at nightfall burnt sheep as victims, while the sea was tossed by the swell: and for two days they lingered on the shore, but on the third day they put forth the ship, spreading on high the broad sail. And even now men call that beach Aphetae of Argo.

592ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν. ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες 595πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα. κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην, 600ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες. ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. 605τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ ἐπι κνέφας οὖρος πάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός. αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.

Thence going forward they ran past Meliboea, escaping a stormy beach and surf-line. And in the morning they saw Homole close at hand leaning on the sea, and skirted it, and not long after they were about to pass by the outfall of the river Amyrus. From there they beheld Eurymenae and the sea-washed ravines of Ossa and Olympus; next they reached the slopes of Pallene, beyond the headland of Canastra, running all night with the wind. And at dawn before them as they journeyed rose Athos, the Thracian mountain, which with its topmost peak overshadows Lemnos, even as far as Myrine, though it lies as far off as the space that a well-trimmed merchantship would traverse up to mid-day. For them on that day, till darkness fell, the breeze blew exceedingly fresh, and the sails of the ship strained to it. But with the setting of the sun the wind left them, and it was by the oars that they reached Lemnos, the Sintian isle.

609ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν 610νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν 615Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 620οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν 625νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων, 630οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ, αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης 635δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.

Here the whole of the men of the people together had been ruthlessly slain through the transgressions of the women in the year gone by. For the men had rejected their lawful wives, loathing them, and had conceived a fierce passion for captive maids whom they themselves brought across the sea from their forays in Thrace; for the terrible wrath of Cypris came upon them, because for a long time they had grudged her the honours due. O hapless women, and insatiate in jealousy to their own ruin! Not their husbands alone with the captives did they slay on account of the marriage-bed, but all the males at the same time, that they might thereafter pay no retribution for the grim murder. And of all the women, Hypsipyle alone spared her aged father Thoas, who was king over the people; and she sent him in a hollow chest to drift over the sea, if haply he should escape. And fishermen dragged him to shore at the island of Oenoe, formerly Oenoe, but afterwards called Sicinus from Sicinus, whom the water-nymph Oenoe bore to Thoas. Now for all the women to tend kine, to don armour of bronze, and to cleave with the plough-share the wheat-bearing fields, was easier than the works of Athena, with which they were busied aforetime. Yet for all that did they often gaze over the broad sea, in grievous fear against the Thracians’ coming. So when they saw Argo being rowed near the island, straightway crowding in multitude from the gates of Myrine and clad in their harness of war, they poured forth to the beach like ravening Thyiades; for they deemed that the Thracians were come; and with them Hypsipyle, daughter of Thoas, donned her father’s harness. And they streamed down speechless with dismay; such fear was wafted about them.

640τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο, σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος 645δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται, ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; 650ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. 655καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν· Ὦ φίλαι φιλαι , εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας, ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων 660μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· 665ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα. ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ, γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν, 670βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·

Meantime from the ship the chiefs had sent Aethalides the swift herald, to whose care they entrusted their messages and the wand of Hermes, his sire, who had granted him a memory of all things, that never grew dim; and not even now, though he has entered the unspeakable whirlpools of Acheron, has forgetfulness swept over his soul, but its fixed doom is to be ever changing its abode; at one time to be numbered among the dwellers beneath the earth, at another to be in the light of the sun among living men. But why need I tell at length tales of Aethalides? He at that time persuaded Hypsipyle to receive the new-comers as the day was waning into darkness; nor yet at dawn did they loose the ship’s hawsers to the breath of the north wind.

Now the Lemnian women fared through the city and sat down to the assembly, for Hypsipyle herself had so bidden. And when they were all gathered together in one great throng straightway she spake among them with stirring words:

“O friends, come let us grant these men gifts to their hearts’ desire, such as it is fitting that they should take on ship-board, food and sweet wine, in order that they may steadfastly remain outside our towers, and may not, passing among us for need’s sake, get to know us all too well, and so an evil report be widely spread; for we have wrought a terrible deed and in nowise will it be to their liking, should they learn it. Such is our counsel now, but if any of you can devise a better plan let her rise, for it was on this account that I summoned you hither.”

Thus she spake and sat upon her father’s seat of stone, and then rose up her dear nurse Polyxo, for very age halting upon her withered feet, bowed over a staff, and she was eager to address them. Near her were seated four virgins, unwedded, crowned with white hair. And she stood in the midst of the assembly and from her bent back she feebly raised her neck and spake thus:

675δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται; 680ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει, εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. 685πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον, καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν 690κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή, 695εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι. ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· 700εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι. ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα, ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει, 705ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν, κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον, 710χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·

“Gifts, as Hypsipyle herself wishes, let us send to the strangers, for it is better to give them. But for you what device have ye to get profit of your life if the Thracian host fall upon us, or some other foe, as often happens among men, even as now this company is come unforeseen? But if one of the blessed gods should turn this aside yet countless other woes worse than battle, remain behind, when the aged women die off and ye younger ones, without children, reach hateful old age. How then will ye live, hapless ones? Will your oxen of their own accord yoke themselves for the deep ploughlands and draw the earth-cleaving share through the fallow, and forthwith, as the year comes round, reap the harvest? Assuredly, though the fates till now have shunned me in horror, I deem that in the coming year I shall put on the garment of earth, when I have received my meed of burial even so as is right, before the evil days draw near. But I bid you who are younger give good heed to this. For now at your feet a way of escape lies open, if ye trust to the strangers the care of your homes and all your stock and your glorious city.”

Thus she spake, and the assembly was filled with clamour. For the word pleased them. And after her straightway Hypsipyle rose up again, and thus spake in reply.

“If this purpose please you all, now will I even send a messenger to the ship.”

She spake and addressed Iphinoe close at hand: “Go, Iphinoe, and beg yonder man, whoever it is that leads this array, to come to our land that I may tell him a word that pleases the heart of my people, and bid the men themselves, if they wish, boldly enter the land and the city with friendly intent.”

She spake, and dismissed the assembly, and thereafter started to return home. And so Iphinoe came to the Minyae; and they asked with what intent she had come among them. And quickly she addressed her questioners with all speed in these words:

712κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν, Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· 715καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος. Ὑψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε 720πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

“The maiden Hypsipyle daughter of Thoas, sent me on my way here to you, to summon the captain of your ship, whoever he be, that she may tell him a word that pleases the heart of the people, and she bids yourselves, if ye wish it, straightway enter the land and the city with friendly intent.”

Thus she spake and the speech of good omen pleased all. And they deemed that Thoas was dead and that his beloved daughter Hypsipyle was queen, and quickly they sent Jason on his way and themselves made ready to go.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.