Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 1.1–121: Pelias' oracle and the catalogue of the Argonauts

The poet invokes Phoebus and tells how Pelias, warned by an oracle to beware the man with one sandal, sends Jason after the Golden Fleece when Jason loses a sandal crossing the Anaurus. The catalogue of the Argonauts begins with Orpheus and goes on through Asterion, Polyphemus, Admetus, Mopsus, Peleus and Telamon and Tiphys, who steers the ship Athena and Argus built. It closes with Phlias and the sons of Bias from Argos.

Lines 1.1–121 · 1109 words · click a number to copy its link
1ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ. 5τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι. δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου 10ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. 15αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν. 20νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα 25Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 30ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. 35ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο, Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων, ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.

Beginning with thee, O Phoebus, I will recount the famous deeds of men of old, who, at the behest of King Pelias, down through the mouth of Pontus and between the Cyanean rocks, sped well-benched Argo in quest of the golden fleece.

Such was the oracle that Pelias heard, that a hateful doom awaited him—to be slain at the prompting of the man whom he should see coming forth from the people with but one sandal. And no long time after, in accordance with that true report, Jason crossed the stream of wintry Anaurus on foot, and saved one sandal from the mire, but the other he left in the depths held back by the flood. And straightway he came to Pelias to share the banquet which the king was offering to his father Poseidon and the rest of the gods, though he paid no honour to Pelasgian Hera. Quickly the king saw him and pondered, and devised for him the toil of a troublous voyage, in order that on the sea or among strangers he might lose his home-return.

The ship, as former bards relate, Argus wrought by the guidance of Athena. But now I will tell the lineage and the names of the heroes, and of the long sea-paths and the deeds they wrought in their wanderings; may the Muses be the inspirers of my song!

First then let us name Orpheus whom once Calliope bare, it is said, wedded to Thracian Oeagrus, near the Pimpleian height. Men say that he by the music of his songs charmed the stubborn rocks upon the mountains and the course of rivers. And the wild oak-trees to this day, tokens of that magic strain, that grow at Zone on the Thracian shore, stand in ordered ranks close together, the same which under the charm of his lyre he led down from Pieria. Such then was Orpheus whom Aeson’s son welcomed to share his toils, in obedience to the behest of Cheiron, Orpheus ruler of Bistonian Pieria.

Straightway came Asterion, whom Cometes begat by the waters of eddying Apidanus; he dwelt at Peiresiae near the Phylleian mount, where mighty Apidanus and bright Enipeus join their streams, coming together from afar.

40Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο, ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. 45οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων 50μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν 55Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ 60Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 65ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος 70ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης, υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης, Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς, 75ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.

Next to them from Larisa came Polyphemus, son of Eilatus, who aforetime among the mighty Lapithae, when they were arming themselves against the Centaurs, fought in his younger days; now his limbs were grown heavy with age, but his martial spirit still remained, even as of old.

Nor was Iphiclus long left behind in Phylace, the uncle of Aeson’s son; for Aeson had wedded his sister Alcimede, daughter of Phylacus: his kinship with her bade him be numbered in the host.

Nor did Admetus, the lord of Pherae rich in sheep, stay behind beneath the peak of the Chalcodonian mount.

Nor at Alope stayed the sons of Hermes, rich in corn-land, well skilled in craftiness, Erytus and Echion, and with them on their departure their kinsman Aethalides went as the third; him near the streams of Amphrysus Eupolemeia bare, the daughter of Myrmidon, from Phthia; the two others were sprung from Antianeira, daughter of Menetes.

From rich Gyrton came Coronus, son of Caeneus, brave, but not braver than his father. For bards relate that Caeneus though still living perished at the hands of the Centaurs, when apart from other chiefs he routed them; and they, rallying against him, could neither bend nor slay him; but unconquered and unflinching he passed beneath the earth, overwhelmed by the downrush of massy pines.

There came too Titaresian Mopsus, whom above all men the son of Leto taught the augury of birds; and Eurydamas the son of Ctimenus; he dwelt at Dolopian Ctimene near the Xynian lake.

Moreover Actor sent his son Menoetius from Opus that he might accompany the chiefs.

Eurytion followed and strong Eribotes, one the son of Teleon, the other of Irus, Actor’s son; the son of Teleon renowned Eribotes, and of Irus Eurytion. A third with them was Oileus, peerless in courage and well skilled to attack the flying foe, when they break their ranks.

77αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν 80αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι, ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο 85μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. 90τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω, οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. 95τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 100πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. 105Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον 110ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.

Now from Euboea came Canthus eager for the quest, whom Canethus son of Abas sent; but he was not destined to return to Cerinthus. For fate had ordained that he and Mopsus, skilled in the seer’s art, should wander and perish in the furthest ends of Libya. For no ill is too remote for mortals to incur, seeing that they buried them in Libya, as far from the Colchians as is the space that is seen between the setting and the rising of the sun.

To him Clytius and Iphitus joined themselves, the warders of Oechalia, sons of Eurytus the ruthless, Eurytus, to whom the Far-shooting god gave his bow; but he had no joy of the gift; for of his own choice he strove even with the giver.

After them came the sons of Aeacus, not both together, nor from the same spot; for they settled far from Aegina in exile, when in their folly they had slain their brother Phocus. Telamon dwelt in the Attic island; but Peleus departed and made his home in Phthia.

After them from Cecropia came warlike Butes, son of brave Teleon, and Phalerus of the ashen spear. Alcon his father sent him forth; yet no other sons had he to care for his old age and livelihood. But him, his well-beloved and only son, he sent forth that amid bold heroes he might shine conspicuous. But Theseus, who surpassed all the sons of Erechtheus, an unseen bond kept beneath the land of Taenarus, for he had followed that path with Peirithous; assuredly both would have lightened for all the fulfilment of their toil.

Tiphys, son of Hagnias, left the Siphaean people of the Thespians, well skilled to foretell the rising wave on the broad sea, and well skilled to infer from sun and star the stormy winds and the time for sailing. Tritonian Athena herself urged him to join the band of chiefs, and he came among them a welcome comrade. She herself too fashioned the swift ship; and with her Argus, son of Arestor, wrought it by her counsels. Wherefore it proved the most excellent of all ships that have made trial of the sea with oars.

115Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος, ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ 120Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.

After them came Phlias from Araethyrea, where he dwelt in affluence by the favour of his father Dionysus, in his home by the springs of Asopus.

From Argos came Talaus and Areius, sons of Bias, and mighty Leodocus, all of whom Pero daughter of Neleus bare; on her account the Aeolid Melampus endured sore affliction in the steading of Iphiclus.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 1, lines 1–121: Pelias' oracle and the…