Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 1.306–447: Jason is chosen leader and Argo is launched

Jason walks to the shore at Pagasae, where the heroes assemble and he asks them to choose the bravest as leader. They offer the command to Heracles, who refuses and names Jason instead. Argo is launched and the heroes draw lots for their benches, and Jason sacrifices to Apollo while the seer Idmon reads the omens as good and foretells his own death in Asia.

Lines 1.306–447 · 1490 words · click a number to copy its link
306ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι. οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων Δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν, 310τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα, καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου· 315ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς, ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες. 320στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο. ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας. δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους 325Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ 330κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν· ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν —πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι 335ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι— τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, 340νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι. ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·

He spake, and started forth to leave the house. And as Apollo goes forth from some fragrant shrine to divine Delos or Claros or Pytho or to broad Lycia near the stream of Xanthus, in such beauty moved Jason through the throng of people; and a cry arose as they shouted together. And there met him aged Iphias, priestess of Artemis guardian of the city, and kissed his right hand, but she had not strength to say a word, for all her eagerness, as the crowd rushed on, but she was left there by the wayside, as the old are left by the young, and he passed on and was gone afar.

Now when he had left the well-built streets of the city he came to the beach of Pagasae, where his comrades greeted him as they stayed together near the ship Argo. And he stood at the entering in, and they were gathered to meet him. And they perceived Acastus and Argus coming from the city, and they marvelled when they saw them hasting with all speed, despite the will of Pelias. The one, Argus, son of Arestor, had cast round his shoulders the hide of a bull reaching to his feet, with the black hair upon it, the other, a fair mantle of double fold, which his sister Pelopeia had given him. Still Jason forebore from asking them about each point but bade all be seated for an assembly. And there, upon the folded sails and the mast as it lay on the ground, they all took their seats in order. And among them with goodwill spake Aeson’s son:

“All the equipment that a ship needs—for all is in due order—lies ready for our departure. Therefore we will make no long delay in our sailing for these things’ sake, when the breezes but blow fair. But, friends,—for common to all is our return to Hellas hereafter, and common to all is our path to the land of Aeetes—now therefore with ungrudging heart choose the bravest to be our leader, who shall be careful for everything, to take upon him our quarrels and covenants with strangers.”

Thus he spake; and the young heroes turned their eyes towards bold Heracles sitting in their midst, and with one shout they all enjoined upon him to be their leader; but he, from the place where he sat, stretched forth his right hand and said:

345μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων 350γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν· εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσιν 355δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι, τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά. τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο 360θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.

“Let no one offer this honour to me. For I will not consent, and I will forbid any other to stand up. Let the hero who brought us together, himself be the leader of the host.”

Thus he spake with high thoughts, and they assented, as Heracles bade; and warlike Jason himself rose up, glad at heart, and thus addressed the eager throng:

“If ye entrust your glory to my care, no longer as before let our path be hindered. Now at last let us propitiate Phoebus with sacrifice and straightway prepare a feast. And until my thralls come, the overseers of my steading, whose care it is to choose out oxen from the herd and drive them hither, we will drag down the ship to the sea, and do ye place all the tackling within, and draw lots for the benches for rowing. Meantime let us build upon the beach an altar to Apollo Embasius who by an oracle promised to point out and show me the paths of the sea, if by sacrifice to him I should begin my venture for King Pelias.”

363ἦ η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθʼ· οἱ δʼ ἐπανέσταν πειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο 365λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοις 370δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον, ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον 375στείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο. ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν. 380τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυς βήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι· κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ 385νειόθεν ἐξ ἕδρης, ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν προπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼ ῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς 390βριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο. αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, 395κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν· ἐκ δʼ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο 400αὔτως, οὔτι πάλῳ· ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

He spake, and was the first to turn to the work, and they stood up in obedience to him; and they heaped their garments, one upon the other, on a smooth stone, which the sea did not strike with its waves, but the stormy surge had cleansed it long before. First of all, by the command of Argus, they strongly girded the ship with a rope well twisted within, stretching it tight on each side, in order that the planks might be well compacted by the bolts and might withstand the opposing force of the surge. And they quickly dug a trench as wide as the space the ship covered, and at the prow as far into the sea as it would run when drawn down by their hands. And they ever dug deeper in front of the stem, and in the furrow laid polished rollers; and inclined the ship down upon the first rollers, that so she might glide and be borne on by them. And above, on both sides, reversing the oars, they fastened them round the thole-pins, so as to project a cubit’s space. And the heroes themselves stood on both sides at the oars in a row, and pushed forward with chest and hand at once. And then Tiphys leapt on board to urge the youths to push at the right moment; and calling on them he shouted loudly; and they at once, leaning with all their strength, with one push started the ship from her place, and strained with their feet, forcing her onward; and Pelian Argo followed swiftly; and they on each side shouted as they rushed on. And then the rollers groaned under the sturdy keel as they were chafed, and round them rose up a dark smoke owing to the weight, and she glided into the sea; but the heroes stood there and kept dragging her back as she sped onward. And round the thole-pins they fitted the oars, and in the ship they placed the mast and the well-made sails and the stores.

Now when they had carefully paid heed to everything, first they distributed the benches by lot, two men occupying one seat; but the middle bench they chose for Heracles and Ancaeus apart from the other heroes, Ancaeus who dwelt in Tegea. For them alone they left the middle bench just as it was and not by lot; and with one consent they entrusted Tiphys with guarding the helm of the well-stemmed ship.

402ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος, Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον· ὦκα δέ τοίγε 405φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης. τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δʼ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δʼ ἄρʼ ἔπειτα χέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων 410εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα· κλῦθι ἄναξ, Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖο σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων· 415αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δʼ ἂν ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ, ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω. 420νῦν δʼ ἴθι, καὶ τήνδʼ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν, ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δʼ, ἄναξ, ἐπʼ ἀπήμονι μοίρῃ πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δʼ ἀήτης μείλιχος, ᾧ κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες. 425ἦ, καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε. τὼ δʼ ἐπὶ βουσὶν ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε. ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα πλῆξεν, ὁ δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας 430χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας· ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δʼ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρʼ ἐτάμοντο, κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ 435καῖον ἐπὶ σχίζῃσιν· ὁ δʼ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν· αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·

Next, piling up shingle near the sea, they raised there an altar on the shore to Apollo, under the name of Actius and Embasius, and quickly spread above it logs of dried olive-wood. Meantime the herdsmen of Aeson’s son had driven before them from the herd two steers. These the younger comrades dragged near the altars, and the others brought lustral water and barley meal, and Jason prayed, calling on Apollo the god of his fathers:

“Hear, O King, that dwellest in Pagasae and the city Aesonis, the city called by my father’s name, thou who didst promise me, when I sought thy oracle at Pytho, to show the fulfilment and goal of my journey, for thou thyself hast been the cause of my venture; now do thou thyself guide the ship with my comrades safe and sound, thither and back again to Hellas. Then in thy honour hereafter we will lay again on thy altar the bright offerings of bulls—all of us who return; and other gifts in countless numbers I will bring to Pytho and Ortygia. And now, come, Far-darter, accept this sacrifice at our hands, which first of all we have offered thee for this ship on our embarcation; and grant, O King, that with a prosperous wind I may loose the hawsers, relying on thy counsel, and may the breeze blow softly with which we shall sail over the sea in fair weather.”

He spake, and with his prayer cast the barley meal. And they two girded themselves to slay the steers, proud Ancaeus and Heracles. The latter with his club smote one steer mid-head on the brow, and falling in a heap on the spot, it sank to the ground; and Ancaeus struck the broad neck of the other with his axe of bronze, and shore through the mighty sinews; and it fell prone on both its horns. Their comrades quickly severed the victims’ throats, and flayed the hides: they sundered the joints and carved the flesh, then cut out the sacred thigh bones, and covering them all together closely with fat burnt them upon cloven wood. And Aeson’s son poured out pure libations, and Idmon rejoiced beholding the flame as it gleamed on every side from the sacrifice, and the smoke of it mounting up with good omen in dark spiral columns; and quickly he spake outright the will of Leto’s son:

440ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο. 445ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.

“For you it is the will of heaven and destiny that ye shall return here with the fleece; but meanwhile both going and returning, countless trials await you. But it is my lot, by the hateful decree of a god, to die somewhere afar off on the mainland of Asia. Thus, though I learnt my fate from evil omens even before now, I have left my fatherland to embark on the ship, that so after my embarking fair fame may be left me in my house.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.