Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 2.178–300: Phineus and the Harpies

Phineus tells the heroes how Zeus blinded him for misusing his gift of prophecy, and how the Harpies snatch his food. Zetes and Calais, the sons of Boreas, chase the Harpies away from his table, and Iris stops them from killing them by swearing on the Styx that the Harpies will not trouble Phineus again.

Lines 2.178–300 · 1330 words · click a number to copy its link
178ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη 180εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν, ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι 185εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι Ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς 190οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου 195τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιο 200ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον. ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπʼ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι 205νειόθεν, ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν·

There Phineus, son of Agenor, had his home by the sea, Phineus who above all men endured most bitter woes because of the gift of prophecy which Leto’s son had granted him aforetime. And he reverenced not a whit even Zeus himself, for he foretold unerringly to men his sacred will. Wherefore Zeus sent upon him a lingering old age, and took from his eyes the pleasant light, and suffered him not to have joy of the dainties untold that the dwellers around ever brought to his house, when they came to enquire the will of heaven. But on a sudden, swooping through the clouds, the Harpies with their crooked beaks incessantly snatched the food away from his mouth and hands. And at times not a morsel of food was left, at others but a little, in order that he might live and be tormented. And they poured forth over all a loathsome stench; and no one dared not merely to carry food to his mouth but even to stand at a distance; so foully reeked the remnants of the meal. But straightway when he heard the voice and the tramp of the band he knew that they were the men passing by, at whose coming Zeus’ oracle had declared to him that he should have joy of his food. And he rose from his couch, like a lifeless dream, bowed over his staff, and crept to the door on his withered feet, feeling the walls; and as he moved, his limbs trembled for weakness and age; and his parched skin was caked with dirt, and naught but the skin held his bones together. And he came forth from the hall with wearied knees and sat on the threshold of the courtyard; and a dark stupor covered him, and it seemed that the earth reeled round beneath his feet, and he lay in a strengthless trance, speechless. But when they saw him they gathered round and marvelled. And he at last drew laboured breath from the depths of his chest and spoke among them with prophetic utterance:

209κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ 210οἵδʼ ὑμεῖς, οὓς δὴ δή κρυερῇ βασιλῆος ἐφετμῇ Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων. ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. 215Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς ἀνδράσι, Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες 220αὔτως. οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω· πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι. 225ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται. τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς· 230οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο 235υἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ· τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. 240Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο. δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπεν Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·

“Listen, bravest of all the Hellenes, if it be truly ye, whom by a king’s ruthless command Jason is leading on the ship Argo in quest of the fleece. It is ye truly. Even yet my soul by its divination knows everything. Thanks I render to thee, O king, son of Leto, plunged in bitter affliction though I be. I beseech you by Zeus the god of suppliants, the sternest foe to sinful men, and for the sake of Phoebus and Hera herself, under whose especial care ye have come hither, help me, save an ill-fated man from misery, and depart not uncaring and leaving me thus as ye see. For not only has the Fury set her foot on my eyes and I drag on to the end a weary old age; but besides my other woes a woe hangs over me—the bitterest of all. The Harpies, swooping down from some unseen den of destruction ever snatch the food from my mouth. And I have no device to aid me. But it were easier, when I long for a meal, to escape my own thoughts than them, so swiftly do they fly through the air. But if haply they do leave me a morsel of food it reeks of decay and the stench is unendurable, nor could any mortal bear to draw near even for a moment, no, not if his heart were wrought of adamant. But necessity, bitter and insatiate, compels me to abide and abiding to put food in my cursed belly. These pests, the oracle declares, the sons of Boreas shall restrain. And no strangers are they that shall ward them off if indeed I am Phineus who was once renowned among men for wealth and the gift of prophecy, and if I am the son of my father Agenor; and, when I ruled among the Thracians, by my bridal gifts I brought home their sister Cleopatra to be my wife.”

So spake Agenor’s son; and deep sorrow seized each of the heroes, and especially the two sons of Boreas. And brushing away a tear they drew nigh, and Zetes spake as follows, taking in his own the hand of the grief-worn sire:

244Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον 245ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται; ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν; ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων 250νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς, μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν 255γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν· σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρ καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθεν 260δαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν, ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς. τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.

“Unhappy one, none other of men is more wretched than thou, methinks. Why upon thee is laid the burden of so many sorrows? Hast thou with baneful folly sinned against the gods through thy skill in prophecy? For this are they greatly wroth with thee? Yet our spirit is dismayed within us for all our desire to aid thee, if indeed the god has granted this privilege to us two. For plain to discern to men of earth are the reproofs of the immortals. And we will never check the Harpies when they come, for all our desire, until thou hast sworn that for this we shall not lose the favour of heaven.”

Thus he spake; and towards him the aged sire opened his sightless eyes, and lifted them up and replied with these words:

“Be silent, store not up such thoughts in thy heart, my child. Let the son of Leto be my witness, he who of his gracious will taught me the lore of prophecy, and be witness the ill-starred doom which possesses me and this dark cloud upon my eyes, and the gods of the underworld—and may their curse be upon me if I die perjured thus—no wrath from heaven will fall upon you two for your help to me.”

263αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφω 265στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς· αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντες 270ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇ πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν 275Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας αἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν. ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες 280θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας· ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν. καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο 285πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν· οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ 290δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι. ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. 295οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα σώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι νήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν 300Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.

Then were those two eager to help him because of the oath. And quickly the younger heroes prepared a feast for the aged man, a last prey for the Harpies; and both stood near him, to smite with the sword those pests when they swooped down. Scarcely had the aged man touched the food when they forthwith, like bitter blasts or flashes of lightning, suddenly darted from the clouds, and swooped down with a yell, fiercely craving for food; and the heroes beheld them and shouted in the midst of their onrush; but they at the cry devoured everything and sped away over the sea afar; and an intolerable stench remained. And behind them the two sons of Boreas raising their swords rushed in pursuit. For Zeus imparted to them tireless strength; but without Zeus they could not have followed, for the Harpies used ever to outstrip the blasts of the west wind when they came to Phineus and when they left him. And as when, upon the mountain-side, hounds, cunning in the chase, run in the track of horned goats or deer, and as they strain a little behind gnash their teeth upon the edge of their jaws in vain; so Zetes and Calais rushing very near just grazed the Harpies in vain with their finger-tips. And assuredly they would have torn them to pieces, despite heaven’s will, when they had overtaken them far off at the Floating Islands, had not swift Iris seen them and leapt down from the sky from heaven above, and checked them with these words:

“It is not lawful, O sons of Boreas, to strike with your swords the Harpies, the hounds of mighty Zeus; but I myself will give you a pledge, that hereafter they shall not draw near to Phineus.”

With these words she took an oath by the waters of Styx, which to all the gods is most dread and most awful, that the Harpies would never thereafter again approach the home of Phineus, son of Agenor, for so it was fated. And the heroes yielding to the oath, turned back their flight to the ship. And on account of this men call them the Islands of Turning though aforetime they called them the Floating Islands. And the Harpies and Iris parted. They entered their den in Minoan Crete; but she sped up to Olympus, soaring aloft on her swift wings.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 2, lines 178–300: Phineus and the Harpies