Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.167–298: Medea falls in love with Jason

In council Jason proposes to try Aeetes with words first and goes to the palace with the sons of Phrixus, Telamon and Augeias. Hera hides them in mist; Chalciope greets her sons, and Eros shoots Medea with an arrow as Jason stands among them, so that she is struck with love for him.

Lines 3.167–298 · 1336 words · click a number to copy its link
167ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον 170ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες· ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν. ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων 175ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας. ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι· αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο, υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους. πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας, 180εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς. 185μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν ἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει 190πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν, Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει. ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο 195πασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.

Now the heroes apart in ambush, in a back-water of the river, were met in council, sitting on the benches of their ship. And Aeson’s son himself was speaking among them; and they were listening silently in their places sitting row upon row: “My friends, what pleases myself that will I say out; it is for you to bring about its fulfilment. For in common is our task, and common to all alike is the right of speech; and he who in silence withholds his thought and his counsel, let him know that it is he alone that bereaves this band of its home-return. Do ye others rest here in the ship quietly with your arms; but I will go to the palace of Aeetes, taking with me the sons of Phrixus and two comrades as well. And when I meet him I will first make trial with words to see if he will be willing to give up the golden fleece for friendship’s sake or not, but trusting to his might will set at nought our quest. For so, learning his frowardness first from himself, we will consider whether we shall meet him in battle, or some other plan shall avail us, if we refrain from the war-cry. And let us not merely by force, before putting words to the test, deprive him of his own possession. But first it is better to go to him and win his favour by speech. Oftentimes, I ween, does speech accomplish at need what prowess could hardly carry through, smoothing the path in manner befitting. And he once welcomed noble Phrixus, a fugitive from his stepmother’s wiles and the sacrifice prepared by his father. For all men everywhere, even the most shameless, reverence the ordinance of Zeus, god of strangers, and regard it.”

196καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαι ὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαο σκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο. 200Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν, τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ 205ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι, ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. 210τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.

Thus he spake, and the youths approved the words of Aeson’s son with one accord, nor was there one to counsel otherwise. And then he summoned to go with him the sons of Phrixus, and Telamon and Augeias; and himself took Hermes’ wand; and at once they passed forth from the ship beyond the reeds and the water to dry land, towards the rising ground of the plain. The plain, I wis, is called Circe’s; and here in line grow many willows and osiers, on whose topmost branches hang corpses bound with cords. For even now it is an abomination with the Colchians to burn dead men with fire; nor is it lawful to place them in the earth and raise a mound above, but to wrap them in untanned oxhides and suspend them from trees far from the city. And so earth has an equal portion with air, seeing that they bury the women; for that is the custom of their land.

213ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 215ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 220ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ἥφαιστος. καί ῥʼ ἡ μὲν ἀναβλύεσκε γάλακτι, ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 225ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 230καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 235ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν, 240κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 245καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν— 250Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα— καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 255νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·

And as they went Hera with friendly thought spread a thick mist through the city, that they might fare to the palace of Aeetes unseen by the countless hosts of the Colchians. But soon when from the plain they came to the city and Aeetes’ palace, then again Hera dispersed the mist. And they stood at the entrance, marvelling at the king’s courts and the wide gates and columns which rose in ordered lines round the walls; and high up on the palace a coping of stone rested on brazen triglyphs. And silently they crossed the threshold. And close by garden vines covered with green foliage were in full bloom, lifted high in air. And beneath them ran four fountains, ever-flowing, which Hephaestus had delved out. One was gushing with milk, one with wine, while the third flowed with fragrant oil; and the fourth ran with water, which grew warm at the setting of the Pleiads, and in turn at their rising bubbled forth from the hollow rock, cold as crystal. Such then were the wondrous works that the craftsman-god Hephaestus had fashioned in the palace of Cytaean Aeetes. And he wrought for him bulls with feet of bronze, and their mouths were of bronze, and from them they breathed out a terrible flame of fire; moreover he forged a plough of unbending adamant, all in one piece, in payment of thanks to Helios, who had taken the god up in his chariot when faint from the Phlegraean fight. And here an inner-court was built, and round it were many well-fitted doors and chambers here and there, and all along on each side was a richly-wrought gallery. And on both sides loftier buildings stood obliquely. In one, which was the loftiest, lordly Aeetes dwelt with his queen; and in another dwelt Apsyrtus, son of Aeetes, whom a Caucasian nymph, Asterodeia, bare before he made Eidyia his wedded wife, the youngest daughter of Tethys and Oceanus. And the sons of the Colchians called him by the new name of Phaëthon, because he outshone all the youths. The other buildings the handmaidens had, and the two daughters of Aeetes, Chalciope and Medea. Medea then they found going from chamber to chamber in search of her sister, for Hera detained her within that day; but beforetime she was not wont to haunt the palace, but all day long was busied in Hecate’s temple, since she herself was the priestess of the goddess. And when she saw them she cried aloud, and quickly Chalciope caught the sound; and her maids, throwing down at their feet their yarn and their thread, rushed forth all in a throng. And she, beholding her sons among them, raised her hands aloft through joy; and so they likewise greeted their mother, and when they saw her embraced her in their gladness; and she with many sobs spoke thus:

260ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 265ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε; ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε, ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο, 270Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. 275τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος, τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 280ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. 285αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην 290μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο 295δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.

“After all then, ye were not destined to leave me in your heedlessness and to wander far; but fate has turned you back. Poor wretch that I am! What a yearning for Hellas from some woeful madness seized you at the behest of your father Phrixus. Bitter sorrows for my heart did he ordain when dying. And why should ye go to the city of Orchomenus, whoever this Orchomenus is, for the sake of Athamas’ wealth, leaving your mother alone to bear her grief?”

Such were her words; and Aeetes came forth last of all and Eidyia herself came, the queen of Aeetes, on hearing the voice of Chalciope; and straightway all the court was filled with a throng. Some of the thralls were busied with a mighty bull, others with the axe were cleaving dry billets, and others heating with fire water for the baths; nor was there one who relaxed his toil, serving the king.

Meantime Eros passed unseen through the grey mist, causing confusion, as when against grazing heifers rises the gadfly, which oxherds call the breese. And quickly beneath the lintel in the porch he strung his bow and took from the quiver an arrow unshot before, messenger of pain. And with swift feet unmarked he passed the threshold and keenly glanced around; and gliding close by Aeson’s son he laid the arrow-notch on the cord in the centre, and drawing wide apart with both hands he shot at Medea; and speechless amazement seized her soul. But the god himself flashed back again from the high-roofed hall, laughing loud; and the bolt burnt deep down in the maiden’s heart, like a flame; and ever she kept darting bright glances straight up at Aeson’s son, and within her breast her heart panted fast through anguish, all remembrance left her, and her soul melted with the sweet pain. And as a poor woman heaps dry twigs round a blazing brand—a daughter of toil, whose task is the spinning of wool, that she may kindle a blaze at night beneath her roof, when she has waked very early—and the flame waxing wondrous great from the small brand consumes all the twigs together; so, coiling round her heart, burnt secretly Love the destroyer; and the hue of her soft cheeks went and came, now pale, now red, in her soul’s distraction.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica 3.167–298: Medea falls in love with Jason