Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.576–743: Aeetes' plot, Medea's dream and Chalciope's plea

Aeetes plots to destroy the strangers, but Argus goes to his mother Chalciope, who wants to ask Medea for help. Medea dreams that she undertakes the contest herself and is taken away by the stranger; and when Chalciope begs her to help her sons, Medea agrees and promises to bring charms to the temple of Hecate at dawn.

Lines 3.576–743 · 1760 words · click a number to copy its link
576αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων. στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται 580ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα 585δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων ξείνων μειλιχίῃ μελιχίη τε θεουδείῃ τʼ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας 590ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν 595υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο, χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης 600σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι· τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν φράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο· 605ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι ἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ. τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο, 610Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν 615ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

But straightway Aeetes held an assembly of the Colchians far aloof from his palace at a spot where they sat in times before, to devise against the Minyae grim treachery and troubles. And he threatened that when first the oxen should have torn in pieces the man who had taken upon him to perform the heavy task, he would hew down the oak grove above the wooded hill, and burn the ship and her crew, that so they might vent forth in ruin their grievous insolence, for all their haughty schemes. For never would he have welcomed the Aeolid Phrixus as a guest in his halls, in spite of his sore need, Phrixus, who surpassed all strangers in gentleness and fear of the gods, had not Zeus himself sent Hermes his messenger down from heaven, so that he might meet with a friendly host; much less would pirates coming to his land be let go scatheless for long, men whose care it was to lift their hands and seize the goods of others, and to weave secret webs of guile, and harry the steadings of herdsmen with ill-sounding forays. And he said that besides all that the sons of Phrixus should pay a fitting penalty to himself for returning in consort with evil-doers, that they might recklessly drive him from his honour and his throne; for once he had heard a baleful prophecy from his father Helios, that he must avoid the secret treachery and schemes of his own offspring and their crafty mischief. Wherefore he was sending them, as they desired, to the Achaean land at the bidding of their father—a long journey. Nor had he ever so slight a fear of his daughters, that they would form some hateful scheme, nor of his son Apsyrtus; but this curse was being fulfilled in the children of Chalciope. And he proclaimed terrible things in his rage against the strangers, and loudly threatened to keep watch over the ship and its crew, so that no one might escape calamity.

Meantime Argus, going to Aeetes’ palace, with manifold pleading besought his mother to pray Medea’s aid; and Chalciope herself already had the same thoughts, but fear checked her soul lest haply either fate should withstand and she should entreat her in vain, all distraught as she would be at her father’s deadly wrath, or, if Medea yielded to her prayers, her deeds should be laid bare and open to view.

616κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι. τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, 620οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι· 625σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. 630ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησαν χωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸν 635ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν· δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην 640ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.

Now a deep slumber had relieved the maiden from her love-pains as she lay upon her couch. But straightway fearful dreams, deceitful, such as trouble one in grief, assailed her. And she thought that the stranger had taken on him the contest, not because he longed to win the ram’s fleece, and that he had not come on that account to Aeetes’ city, but to lead her away, his wedded wife, to his own home; and she dreamed that herself contended with the oxen and wrought the task with exceeding ease; and that her own parents set at naught their promise, for it was not the maiden they had challenged to yoke the oxen but the stranger himself; from that arose a contention of doubtful issue between her father and the strangers; and both laid the decision upon her, to be as she should direct in her mind. But she suddenly, neglecting her parents, chose the stranger. And measureless anguish seized them and they shouted out in their wrath; and with the cry sleep released its hold upon her. Quivering with fear she started up, and stared round the walls of her chamber, and with difficulty did she gather her spirit within her as before, and lifted her voice aloud:

“Poor wretch, how have gloomy dreams affrighted me! I fear that this voyage of the heroes will bring some great evil. My heart is trembling for the stranger. Let him woo some Achaean girl far away among his own folk; let maidenhood be mine and the home of my parents. Yet, taking to myself a reckless heart, I will no more keep aloof but will make trial of my sister to see if she will entreat me to aid in the contest, through grief for her own sons; this would quench the bitter pain in my heart.”

645ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω 650στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις 655λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει· 660τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω 665μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα· Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶν ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιο 670μῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη κέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς· ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν· Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις; 675τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος; ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων δῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίης 680πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.

She spake, and rising from her bed opened the door of her chamber, bare-footed, clad in one robe; and verily she desired to go to her sister, and crossed the threshold. And for long she stayed there at the entrance of her chamber, held back by shame; and she turned back once more; and again she came forth from within, and again stole back; and idly did her feet bear her this way and that; yea, as oft as she went straight on, shame held her within the chamber, and though held back by shame, bold desire kept urging her on. Thrice she made the attempt and thrice she checked herself, the fourth time she fell on her bed face downward writhing in pain. And as when a bride in her chamber bewails her youthful husband, to whom her brothers and parents have given her, nor yet does she hold converse with all her attendants for shame and for thinking of him; but she sits apart in her grief; and some doom has destroyed him, before they have had pleasure of each other’s charms; and she with heart on fire silently weeps, beholding her widowed couch, in fear lest the women should mock and revile her: like, to her did Medea lament. And suddenly as she was in the midst of her tears, one of the handmaids came forth and noticed her, one who was her youthful attendant; and straightway she told Chalciope, who sat in the midst of her sons devising how to win over her sister. And when Chalciope heard the strange tale from the handmaid, not even so did she disregard it. And she rushed in dismay from her chamber right on to the chamber where the maiden lay in her anguish, having torn her cheeks on each side; and when Chalciope saw her eyes all dimmed with tears, she thus addressed her:

“Ah me, Medea, why dost thou weep so? What hath befallen thee? What terrible grief has entered thy heart? Has some heaven-sent disease enwrapt thy frame, or hast thou heard from our father some deadly threat concerning me and my sons? Would that I did not behold this home of my parents, or the city, but dwelt at the ends of the earth, where not even the name of Colchians is known!”

681ὧς φάτο· τῆς δʼ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν. μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο. 685πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν· φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω· ὀψὲ δʼ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες· Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ. 690τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα θείη, μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο. φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. 695τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι, τοῖʼ ἐσάκουσεν· ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν· καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω 700σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς. 705ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ· νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν, σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸν ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴ λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν. 710τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα· δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι 715αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθεν Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο, μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.

Thus she spake, and her sister’s cheeks flushed; and though she was eager to reply, long did maiden shame restrain her. At one moment the word rose on the end of her tongue, at another it fluttered back deep within her breast. And often through her lovely lips it strove for utterance; but no sound came forth; till at last she spoke with guileful words; for the bold Loves were pressing her hard:

“Chalciope, my heart is all trembling for thy sons, lest my father forthwith destroy them together with the strangers. Slumbering just now in a short-lived sleep such a ghastly dream did I see—may some god forbid its fulfilment and never mayst thou win for thyself bitter care on thy sons’ account.”

She spake, making trial of her sister to see if she first would entreat help for her sons. And utterly unbearable grief surged over Chalciope’s soul for fear at what she heard; and then she replied: “Yea, I myself too have come to thee in eager furtherance of this purpose, if thou wouldst haply devise with me and prepare some help. But swear by Earth and Heaven that thou wilt keep secret in thy heart what I shall tell thee, and be fellow-worker with me. I implore thee by the blessed gods, by thyself and by thy parents, not to see them destroyed by an evil doom piteously; or else may I die with my dear sons and come back hereafter from Hades an avenging Fury to haunt thee.”

Thus she spake, and straightway a torrent of tears gushed forth, and low down she clasped her sister’s knees with both hands and let her head sink on to her breast. Then they both made piteous lamentation over each other, and through the halls rose the faint sound of women weeping in anguish. Medea, sore troubled, first addressed her sister:

“God help thee, what healing can I bring thee for what thou speakest of, horrible curses and Furies? Would that it were firmly in my power to save thy sons! Be witness that mighty oath of the Colchians by which thou urgest me to swear, the great Heaven, and Earth beneath, mother of the gods, that as far as strength lies in me, never shalt thou fail of help, if only thy prayers can be accomplished.”

718φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν· οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ 720ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου, παίδων εἵνεκʼ ἐμεῖο; καὶ ἐκ κείνοιο δʼ ἱκάνει Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς· μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα. ὧς φάτο· τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, 725φοινίχθη δʼ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς εἷλεν ἰαινομένην, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν· Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται, ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο, 730εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν, κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ 735νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων. 740ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι.

She spake, and Chalciope thus replied: “Couldst thou not then, for the stranger—who himself craves thy aid—devise some trick or some wise thought to win the contest, for the sake of my sons? And from him has come Argus urging me to try to win thy help; I left him in the palace meantime while I came hither.”

Thus she spake, and Medea’s heart bounded with joy within her, and at once her fair cheeks flushed, and a mist swam before her melting eyes, and she spake as follows: “Chalciope, as is dear and delightful to thee and thy sons, even so will I do. Never may the dawn appear again to my eyes, never mayst thou see me living any longer, if I should take thought for anything before thy life or thy sons’ lives, for they are my brothers, my dear kinsmen and youthful companions. So do I declare myself to be thy sister, and thy daughter too, for thou didst lift me to thy breast when an infant equally with them, as I ever heard from my mother in past days. But go, bury my kindness in silence, so that I may carry out my promise unknown to my parents; and at dawn I will bring to Hecate’s temple charms to cast a spell upon the bulls.”

Thus Chalciope went back from the chamber, and made known to her sons the help given by her sister. And again did shame and hateful fear seize Medea thus left alone, that she should devise such deeds for a man in her father’s despite.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.