Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 4.92–211: Jason takes the Golden Fleece

Jason swears to marry Medea, and they go to the grove of Ares, where Medea charms the sleepless serpent with her spells. Jason takes the Fleece from the oak, and the two return to the ship, where he tells the heroes they must set sail at once.

Lines 4.92–211 · 1202 words · click a number to copy its link
92Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν ἦκʼ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε· 95δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω, Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν, εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 100δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρʼ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο. ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαν 105νῆα· πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦεν ἀριστήων· ἡ δʼ ἔμπαλιν ἀίσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων θάρσυνέν τʼ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν. ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο 110ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν· τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησαν 115ποιήεντʼ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν, νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος. ἐγγύθι δʼ αἰθαλόεντα πέλεν πελεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος, 120ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.

She spake in anguish; but greatly did the heart of Aeson’s son rejoice, and at once, as she fell at his knees, he raised her gently and embraced her, and spake words of comfort: “Lady, let Zeus of Olympus himself be witness to my oath, and Hera, queen of marriage, bride of Zeus, that I will set thee in my halls my own wedded wife, when we have reached the land of Hellas on our return.”

Thus he spake, and straightway clasped her right hand in his; and she bade them row the swift ship to the sacred grove near at hand, in order that, while it was still night, they might seize and carry off the fleece against the will of Aeetes. Word and deed were one to the eager crew. For they took her on board, and straightway thrust the ship from shore; and loud was the din as the chieftains strained at their oars, but she, starting back, held out her hands in despair towards the shore. But Jason spoke cheering words and restrained her grief.

Now at the hour when men have cast sleep from their eyes—huntsmen, who, trusting to their bounds, never slumber away the end of night, but avoid the light of dawn lest, smiting with its white beams, it efface the track and scent of the quarry—then did Aeson’s son and the maiden step forth from the ship over a grassy spot, the “Ram’s couch” as men call it, where it first bent its wearied knees in rest, bearing on its back the Minyan son of Athamas. And close by, all smirched with soot, was the base of the altar, which the Aeolid Phrixus once set up to Zeus, the aider of fugitives, when he sacrificed the golden wonder at the bidding of Hermes who graciously met him on the way. There by the counsels of Argus the chieftains put them ashore.

123τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας 125βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ 130ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο, ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω 135Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι 140καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 145τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη, Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη 150οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 155ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ 160θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.

And they two by the pathway came to the sacred grove, seeking the huge oak tree on which was hung the fleece, like to a cloud that blushes red with the fiery beams of the rising sun. But right in front the serpent with his keen sleepless eyes saw them coming, and stretched out his long neck and hissed in awful wise; and all round the long banks of the river echoed and the boundless grove. Those heard it who dwelt in the Colchian land very far from Titanian Aea, near the outfall of Lycus, the river which parts from loud-roaring Araxes and blends his sacred stream with Phasis, and they twain flow on together in one and pour their waters into the Caucasian Sea. And through fear young mothers awoke, and round their new-born babes, who were sleeping in their arms, threw their hands in agony, for the small limbs started at that hiss. And as when above a pile of smouldering wood countless eddies of smoke roll up mingled with soot, and one ever springs up quickly after another, rising aloft from beneath in wavering wreaths; so at that time did that monster roll his countless coils covered with hard dry scales. And as he writhed, the maiden came before his eyes, with sweet voice calling to her aid Sleep, highest of gods, to charm the monster; and she cried to the queen of the underworld, the night-wanderer, to be propitious to her enterprise. And Aeson’s son followed in fear, but the serpent, already charmed by her song, was relaxing the long ridge of his giant spine, and lengthening out his myriad coils, like a dark wave, dumb and noiseless, rolling over a sluggish sea; but still he raised aloft his grisly head, eager to enclose them both in his murderous jaws. But she with a newly cut spray of juniper, dipping and drawing untempered charms from her mystic brew, sprinkled his eyes, while she chanted her song; and all around the potent scent of the charm cast sleep; and on the very spot he let his jaw sink down; and far behind through the wood with its many trees were those countless coils stretched out.

162ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας, κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 165αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 170χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο 175γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν, τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 180αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. Ἠὼς μέν ῥʼ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 185λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν. Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν· 190μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.

Hereupon Jason snatched the golden fleece from the oak, at the maiden’s bidding; and she, standing firm, smeared with the charm the monster’s head, till Jason himself bade her turn back towards their ship, and she left the grove of Ares, dusky with shade. And as a maiden catches on her finely wrought robe the gleam of the moon at the full, as it rises above her high-roofed chamber; and her heart rejoices as she beholds the fair ray; so at that time did Jason uplift the mighty fleece in his hands; and from the shimmering of the flocks of wool there settled on his fair cheeks and brow a red flush like a flame. And great as is the hide of a yearling ox or stag, which huntsmen call a brocket, so great in extent was the fleece all golden above. Heavy it was, thickly clustered with flocks; and as he moved along, even beneath his feet the sheen rose up from the earth. And he strode on now with the fleece covering his left shoulder from the height of his neck to his feet, and now again he gathered it up in his hands; for he feared exceedingly, lest some god or man should meet him and deprive him thereof.

Dawn was spreading over the earth when they reached the throng of heroes; and the youths marvelled to behold the mighty fleece, which gleamed like the lightning of Zeus. And each one started up eager to touch it and clasp it in his hands. But the son of Aeson restrained them all, and threw over it a mantle newly-woven; and he led the maiden to the stern and seated her there, and spake to them all as follows:

191ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες, εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν 195κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης αὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο. ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ 200ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ, 205ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι. ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι 210Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.

“No longer now, my friends, forbear to return to your fatherland. For now the task for which we dared this grievous voyage, toiling with bitter sorrow of heart, has been lightly fulfilled by the maiden’s counsels. Her—for such is her will—I will bring home to be my wedded wife; do ye preserve her, the glorious saviour of all Achaea and of yourselves. For of a surety, I ween, will Aeetes come with his host to bar our passage from the river into the sea. But do some of you toil at the oars in turn, sitting man by man; and half of you raise your shields of oxhide, a ready defence against the darts of the enemy, and guard our return. And now in our hands we hold the fate of our children and dear country and of our aged parents; and on our venture all Hellas depends, to reap either the shame of failure or great renown.”

Thus he spake, and donned his armour of war; and they cried aloud, wondrously eager. And he drew his sword from the sheath and cut the hawsers at the stern. And near the maiden he took his stand ready armed by the steersman Ancaeus, and with their rowing the ship sped on as they strained desperately to drive her clear of the river.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.