Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 4.982–1123: Medea appeals to Arete on Drepane

Argo comes to the Phaeacian island of Drepane, but a Colchian fleet follows. Medea begs Arete and the heroes for protection, and Arete urges Alcinous to protect her. Alcinous declares that, if she is already Jason's wife, he will not give her up, and Arete sends word to Jason.

Lines 4.982–1123 · 1476 words · click a number to copy its link
982ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος, ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι, 985οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ, Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι, 990Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν 995Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο, τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες 1000Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι 1005ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν 1010δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·

Fronting the Ionian gulf there lies an island in the Ceraunian sea, rich in soil, with a harbour on both sides, beneath which lies the sickle, as legend saith—grant me grace, O Muses, not willingly do I tell this tale of olden days—wherewith Cronos pitilessly mutilated his father; but others call it the reaping-hook of Demeter, goddess of the nether world. For Demeter once dwelt in that island, and taught the Titans to reap the ears of corn, all for the love of Macris. Whence it is called Drepane, the sacred nurse of the Phaeacians; and thus the Phaeacians themselves are by birth of the blood of Uranus. To them came Argo, held fast by many toils, borne by the breezes from the Thrinacian sea; and Alcinous and his people with kindly sacrifice gladly welcomed their coming; and over them all the city made merry; thou wouldst say they were rejoicing over their own sons. And the heroes themselves strode in gladness through the throng, even as though they had set foot in the heart of Haemonia; but soon were they to arm and raise the battle-cry; so near to them appeared a boundless host of Colchians, who had passed through the mouth of Pontus and between the Cyanean rocks in search of the chieftains. They desired forthwith to carry off Medea to her father’s house apart from the rest, or else they threatened with fierce cruelty to raise the dread war-cry both then and thereafter on the coming of Aeetes. But lordly Alcinous checked them amid their eagerness for war. For he longed to allay the lawless strife between both sides without the clash of battle. And the maiden in deadly fear often implored the comrades of Aeson’s son, and often with her hands touched the knees of Arete, the bride of Alcinous:

1014γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις 1015ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο, 1020ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς 1025δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε, πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· 1030τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε 1035χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας, ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο· ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας 1040ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. 1045οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς αὐτους . σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν, 1050κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.

“I beseech thee, O queen, be gracious and deliver me not to the Colchians to be borne to my father, if thou thyself too art one of the race of mortals, whose heart rushes swiftly to ruin from light transgressions. For my firm sense forsook me—it was not for wantonness. Be witness the sacred light of Helios, be witness the rites of the maiden that wanders by night, daughter of Perses. Not willingly did I haste from my home with men of an alien race but a horrible fear wrought on me to bethink me of flight when I sinned; other device was there none. Still my maiden’s girdle remains, as in the halls of my father, unstained, untouched. Pity me, lady, and turn thy lord to mercy; and may the immortals grant thee a perfect life, and joy, and children, and the glory of a city unravaged!”

Thus did she implore Arete, shedding tears, and thus each of the chieftains in turn:

“On your account, ye men of peerless might, and on account of my toils in your ventures am I sorely afflicted; even I, by whose help ye yoked the bulls, and reaped the deadly harvest of the earthborn men; even I, through whom on your homeward path ye shall bear to Haemonia the golden fleece. Lo, here am I, who have lost my country and my parents, who have lost my home and all the delights of life; to you have I restored your country and your homes; with eyes of gladness ye will see again your parents; but from me a heavy-handed god has reft all joy; and with strangers I wander, an accursed thing. Fear your covenant and your oaths, fear the Fury that avenges suppliants and the retribution of heaven, if I fall into Aeetes’ hands and am slain with grievous outrage. To no shrines, no tower of defence, no other refuge do I pay heed, but only to you. Hard and pitiless in your cruelty! No reverence have ye for me in your heart though ye see me helpless, stretching my hands towards the knees of a stranger queen; yet, when ye longed to seize the fleece, ye would have met all the Colchians face to face and haughty Aeetes himself; but now ye have forgotten your courage, now that they are all alone and cut off.”

1053ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο, ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. 1055σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν, φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 1060γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος, ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 1065μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν, κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 1070Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·

Thus she spake, beseeching; and to whomsoever she bowed in prayer, that man tried to give her heart and to check her anguish. And in their hands they shook their sharp pointed spears, and drew the swords from their sheaths; and they swore they would not hold back from giving succour, if she should meet with an unrighteous judgement. And the host were all wearied and Night came on them, Night that puts to rest the works of men, and lulled all the earth to sleep; but to the maid no sleep brought rest, but in her bosom her heart was wrung with anguish. Even as when a toiling woman turns her spindle through the night, and round her moan her orphan children, for she is a widow, and down her cheeks fall the tears, as she bethinks her how dreary a lot hath seized her; so Medea’s cheeks were wet; and her heart within her was in agony, pierced with sharp pain.

Now within the palace in the city, as aforetime, lay lordly Alcinous and Arete, the revered wife of Alcinous, and on their couch through the night they were devising plans about the maiden; and him, as her wedded husband, the wife addressed with loving words:

1073ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος 1075ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. 1080ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων, ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις, 1085κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν, τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· 1090οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη, πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ, ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ 1095ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. 1100ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις, λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη 1105ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω. 1110ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος.

“Yea, my friend, come, save the woe-stricken maid from the Colchians and show grace to the Minyae. Argos is near our isle and the men of Haemonia; but Aeetes dwells not near, nor do we know of Aeetes one whit: we hear but his name; but this maiden of dread suffering hath broken my heart by her prayers. O king, give her not up to the Colchians to be borne back to her father’s home. She was distraught when first she gave him the drugs to charm the oxen; and next, to cure one ill by another, as in our sinning we do often, she fled from her haughty sire’s heavy wrath. But Jason, as I hear, is bound to her by mighty oaths that he will make her his wedded wife within his halls. Wherefore, my friend, make not, of thy will, Aeson’s son to be forsworn, nor let the father, if thou canst help, work with angry heart some intolerable mischief on his child. For fathers are all too jealous against their children; what wrong did Nycteus devise against Antiope, fair of face! What woes did Danae endure on the wide sea through her sire’s mad rage! Of late, and not far away, Echetus in wanton cruelty thrust spikes of bronze in his daughter’s eyes; and by a grievous fate is she wasting away, grinding grains of bronze in a dungeon’s gloom.”

Thus she spake, beseeching; and by his wife’s words his heart was softened, and thus he spake:

“Arete, with arms I could drive forth the Colchians, showing grace to the heroes for the maiden’s sake. But I fear to set at nought the righteous judgment of Zeus. Nor is it well to take no thought of Aeetes, as thou sayest: for none is more lordly than Aeetes. And, if he willed, he might bring war upon Hellas, though he dwell afar. Wherefore it is right for me to deliver the judgement that in all men’s eyes shall be best; and I will not hide it from thee. If she be yet a maid I decree that they carry her back to her father; but if she shares a husband’s bed, I will not separate her from her lord; nor, if she bear a child beneath her breast, will I give it up to an enemy.”

1111ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, 1115ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει, παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 1120οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο, ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.

Thus he spake, and at once sleep laid him to rest. And she stored up in her heart the word of wisdom, and straightway rose from her couch and went through the palace; and her handmaids came hasting together, eagerly tending their mistress. But quietly she summoned her herald and addressed him, in her prudence urging Aeson’s son to wed the maiden, and not to implore Alcinous; for he himself, she said, will decree to the Colchians that if she is still a maid he will deliver her up to be borne to her father’s house, but that if she shares a husband’s bed he will not sever her from wedded love.

Thus she spake, and quickly from the hall his feet bore him, that he might declare to Jason the fair-omened speech of Arete and the counsel of god-fearing Alcinous. And he found the heroes watching in full armour in the haven of Hyllus, near the city; and out he spake the whole message; and each hero’s heart rejoiced; for the word that he spake was welcome.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.