Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 4.1537–1693: Triton, and Talos of Crete

Triton, in the form of a young man, gives Euphemus a clod of earth and later shows the way out of Lake Triton to the sea. At Crete the bronze man Talos hurls rocks at Argo until Medea overcomes him with her spells and he falls.

Lines 4.1537–1693 · 1640 words · click a number to copy its link
1537ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω ἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν 1540δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον, εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο· ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι 1545λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺς κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. 1550καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν Τρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείρας ξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε· Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι 1555ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν. εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰ ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες, ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι. αὐτὰρ ἀνάσσω 1560παρραλίης, εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα. ὧς ηὔδα· πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν· Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως, 1565ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα διʼ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν, 1570πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.

But when they had gone aboard, as the south wind blew over the sea, and they were searching for a passage to go forth from the Tritonian lake, for long they had no device, but all the day were borne on aimlessly. And as a serpent goes writhing along his crooked path when the sun’s fiercest rays scorch him; and with a hiss he turns his head to this side and that, and in his fury his eyes glow like sparks of fire, until he creeps to his lair through a cleft in the rock; so Argo seeking an outlet from the lake, a fairway for ships, wandered for a long time. Then straightway Orpheus bade them bring forth from the ship Apollo’s massy tripod and offer it to the gods of the land as propitiation for their return. So they went forth and set Apollo’s gift on the shore; then before them stood, in the form of a youth, far-swaying Triton, and he lifted a clod from the earth and offered it as a stranger’s gift, and thus spake:

“Take it, friends, for no stranger’s gift of great worth have I here by me now to place in the hands of those who beseech me. But if ye are searching for a passage through this sea, as often is the need of men passing through a strange land, I will declare it. For my sire Poseidon has made me to be well versed in this sea. And I rule the shore—if haply in your distant land you have ever heard of Eurypylus, born in Libya, the home of wild beasts.”

Thus he spake, and readily Euphemus held out his hands towards the clod, and thus addressed him in reply:

“If haply, hero, thou knowest aught of Apis and the sea of Minos, tell us truly, who ask it of you. For not of our will have we come hither, but by the stress of heavy storms have we touched the borders of this land, and have borne our ship aloft on our shoulders to the waters of this lake over the mainland, grievously burdened; and we know not where a passage shows itself for our course to the land of Pelops.”

1571ὧς ἄρʼ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δʼ ἄπωθεν φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης· κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ 1575ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. κεῖνο δʼ ὑπηέριον θείην Πελοπηίδα γαῖαν εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλʼ ἐπὶ χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτʼ εἰς ἁλὸς οἶδμα βάλητε, 1580τόφρʼ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, ἔστʼ ἂν ἄνω τείνῃσι· περιρρήδην δʼ ἑτέρωσε κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων ἀγκῶνος τέτατʼ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν. ἀλλʼ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη 1585γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι. Ἴσκεν ἐυφρονέων· οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν. καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην 1590εἰσβαίνειν· μετὰ δʼ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δʼ ἰάνθη θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν. καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα. 1595αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας σφάξε κατὰ πρύμνης, ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν· δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης, εἴτε σέγε Τρίτωνʼ, ἅλιον τέρας, εἴτε σε Φόρκυν, ἢ Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι, 1600ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.

So he spake; and Triton stretched out his hand and showed afar the sea and the lake’s deep mouth, and then addressed them: “That is the outlet to the sea, where the deep water lies unmoved and dark; on each side roll white breakers with shining crests; and the way between for your passage out is narrow. And that sea stretches away in mist to the divine land of Pelops beyond Crete; but hold to the right, when ye have entered the swell of the sea from the lake, and steer your course hugging the land, as long as it trends to the north; but when the coast bends, falling away in the other direction, then your course is safely laid for you if ye go straight forward from the projecting cape. But go in joy, and as for labour let there be no grieving that limbs in youthful vigour should still toil.”

He spake with kindly counsel; and they at once went aboard, intent to come forth from the lake by the use of oars. And eagerly they sped on; meanwhile Triton took up the mighty tripod, and they saw him enter the lake; but thereafter did no one mark how he vanished so near them along with the tripod. But their hearts were cheered, for that one of the blessed had met them in friendly guise. And they bade Aeson’s son offer to him the choicest of the sheep and when he had slain it chant the hymn of praise. And straightway he chose in haste and raising the victim slew it over the stern, and prayed with these words:

“Thou god, who hast manifested thyself on the borders of this land, whether the daughters born of the sea call thee Triton, the great sea-marvel, or Phorcys, or Nereus, be gracious, and grant the return home dear to our hearts.”

1601ἦ ῥʼ, ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι. ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος 1605στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται· ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς 1610ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο· αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις 1615ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο. τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες. 1620ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον. 1625ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο. αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρη ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ. ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴρ 1630αὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν παννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν 1635νύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον Κρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.

He spake, and cut the victim’s throat over the water and cast it from the stern. And the god rose up from the depths in form such as he really was. And as when a man trains a swift steed for the broad race-course, and runs along, grasping the bushy mane, while the steed follows obeying his master, and rears his neck aloft in his pride, and the gleaming bit rings loud as he champs it in his jaws from side to side; so the god, seizing hollow Argo’s keel, guided her onward to the sea. And his body, from the crown of his head, round his back and waist as far as the belly, was wondrously like that of the blessed ones in form; but below his sides the tail of a sea monster lengthened far, forking to this side and that; and he smote the surface of the waves with the spines, which below parted into curving fins, like the horns of the new moon. And he guided Argo on until he sped her into the sea on her course; and quickly he plunged into the vast abyss; and the heroes shouted when they gazed with their eyes on that dread portent. There is the harbour of Argo and there are the signs of her stay, and altars to Poseidon and Triton; for during that day they tarried. But at dawn with sails outspread they sped on before the breath of the west wind, keeping the desert land on their right. And on the next morn they saw the headland and the recess of the sea, bending inward beyond the jutting headland. And straightway the west wind ceased, and there came the breeze of the clear south wind: and their hearts rejoiced at the sound it made. But when the sun sank and the star returned that bids the shepherd fold, which brings rest to wearied ploughmen, at that time the wind died down in the dark night; so they furled the sails and lowered the tall mast and vigorously plied their polished oars all night and through the day, and again when the next night came on. And rugged Carpathus far away welcomed them; and thence they were to cross to Crete, which rises in the sea above other islands.

1638τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι, 1640Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν· τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐόντα μετʼ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον, τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα. 1645ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο. οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου 1650νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες, εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν· κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν 1655ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών. ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο 1660νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν βήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν. 1665ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται. τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς, τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν 1670ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον, ἐκ δʼ ἀίδηλα δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.

And Talos, the man of bronze, as he broke off rocks from the hard cliff, stayed them from fastening hawsers to the shore, when they came to the road-stead of Dicte’s haven. He was of the stock of bronze, of the men sprung from ash-trees, the last left among the sons of the gods; and the son of Cronos gave him to Europa to be the warder of Crete and to stride round the island thrice a day with his feet of bronze. Now in all the rest of his body and limbs was he fashioned of bronze and invulnerable; but beneath the sinew by his ankle was a blood-red vein; and this, with its issues of life and death, was covered by a thin skin. So the heroes, though outworn with toil, quickly backed their ship from the land in sore dismay. And now far from Crete would they have been borne in wretched plight, distressed both by thirst and pain, had not Medea addressed them as they turned away:

“Hearken to me. For I deem that I alone can subdue for you that man, whoever he be, even though his frame be of bronze throughout, unless his life too is everlasting. But be ready to keep your ship here beyond the cast of his stones, till he yield the victory to me.”

Thus she spake; and they drew the ship out of range, resting on their oars, waiting to see what plan unlooked for she would bring to pass; and she, holding the fold of her purple robe over her cheeks on each side, mounted on the deck; and Aeson’s son took her hand in his and guided her way along the thwarts. And with songs did she propitiate and invoke the Death-spirits, devourers of life, the swift hounds of Hades, who, hovering through all the air, swoop down on the living. Kneeling in supplication, thrice she called on them with songs, and thrice with prayers; and, shaping her soul to mischief, with her hostile glance she bewitched the eyes of Talos, the man of bronze; and her teeth gnashed bitter wrath against him, and she sent forth baneful phantoms in the frenzy of her rage.

1673Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος 1675ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι. πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ 1680τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδʼ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη, τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δʼ ὑπὸ νυκτὶ 1685ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο, ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ. κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο 1690ἥρωες· μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο, ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.

Father Zeus, surely great wonder rises in my mind, seeing that dire destruction meets us not from disease and wounds alone, but lo! even from afar, may be, it tortures us! So Talos, for all his frame of bronze, yielded the victory to the might of Medea the sorceress. And as he was heaving massy rocks to stay them from reaching the haven, he grazed his ankle on a pointed crag; and the ichor gushed forth like melted lead; and not long thereafter did he stand towering on the jutting cliff. But even as some huge pine, high up on the mountains, which woodmen have left half hewn through by their sharp axes when they returned from the forest—at first it shivers in the wind by night, then at last snaps at the stump and crashes down; so Talos for a while stood on his tireless feet, swaying to and fro, when at last, all strengthless, fell with a mighty thud. For that night there in Crete the heroes lay; then, just as dawn was growing bright, they built a shrine to Minoan Athena, and drew water and went aboard, so that first of all they might by rowing pass beyond Salmone’s height.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.