Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 4.552–684: Zeus' anger and the voyage to Circe's island

Zeus is angry at the murder, and the speaking beam of Argo says that Circe must cleanse them. Argo sails up the Eridanus, where Phaethon fell, and through the Rhodanus, with Hera guiding them, past the Stoechades to the Tyrrhenian coast. They come to Aeaea and see Circe washing her hair.

Lines 4.552–684 · 1305 words · click a number to copy its link
552ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς 555νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι; αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν. Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης 560αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν· ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες τηλόθι· τὰς δʼ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι, 565Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια. αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο, ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην, ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης, ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες 570ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. τῇ δʼ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ, αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ 575Ἀτλαντὶς ναίεσκε· τὰ δʼ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς ἀμφʼ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθʼ Ἥρη. μηδομένη δʼ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο 580νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δʼ ἄφνω ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥʼ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. τοὺς δʼ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας 585φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο νηλέα νίψειεν· Πολυδεύκεα δʼ εὐχετάασθαι Κάστορά τʼ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους 590Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.

Now, goddesses, say how it is that beyond this sea, near the land of Ausonia and the Ligystian isles, which are called Stoechades, the mighty tracks of the ship Argo are clearly sung of? What great constraint and need brought the heroes so far? What breezes wafted them?

When Apsyrtus had fallen in mighty overthrow Zeus himself, king of gods, was seized with wrath at what they had done. And he ordained that by the counsels of Aeaean Circe they should cleanse themselves from the terrible stain of blood and suffer countless woes before their return. Yet none of the chieftains knew this; but far onward they sped starting from the Hyllean land, and they left behind all the islands that were beforetime thronged by the Colchians—the Liburnian isles, isle after isle, Issa, Dysceladus, and lovely Pityeia. Next after them they came to Corcyra, where Poseidon settled the daughter of Asopus, fair-haired Corcyra, far from the land of Phlius, whence he had carried her off through love; and sailors beholding it from the sea, all black with its sombre woods, call it Corcyra the Black. And next they passed Melite, rejoicing in the soft-blowing breeze, and steep Cerossus, and Nymphaea at a distance, where lady Calypso, daughter of Atlas, dwelt; and they deemed they saw the misty mountains of Thunder. And then Hera bethought her of the counsels and wrath of Zeus concerning them. And she devised an ending of their voyage and stirred up storm-winds before them, by which they were caught and borne back to the rocky isle of Electra. And straightway on a sudden there called to them in the midst of their course, speaking with a human voice, the beam of the hollow ship, which Athena had set in the centre of the stem, made of Dodonian oak. And deadly fear seized them as they heard the voice that told of the grievous wrath of Zeus. For it proclaimed that they should not escape the paths of an endless sea nor grievous tempests, unless Circe should purge away the guilt of the ruthless murder of Apsyrtus; and it bade Polydeuces and Castor pray to the immortal gods first to grant a path through the Ausonian sea where they should find Circe, daughter of Perse and Helios.

592ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δʼ ἀνόρουσαν Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δʼ ἔχεν ἄλλους 595ἥρωας Μινύας. ἡ δʼ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο· ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περ 600τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν, 605μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε, αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται· εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο, 610δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο, ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν, ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, 615οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο. καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται. τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο, 620οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο· νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον 625Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.

Thus Argo cried through the darkness; and the sons of Tyndareus uprose, and lifted their hands to the immortals praying for each boon: but dejection held the rest of the Minyan heroes. And far on sped Argo under sail, and entered deep into the stream of Eridanus; where once, smitten on the breast by the blazing bolt, Phaëthon half-consumed fell from the chariot of Helios into the opening of that deep lake; and even now it belcheth up heavy steam clouds from the smouldering wound. And no bird spreading its light wings can cross that water; but in mid-course it plunges into the flame, fluttering. And all around the maidens, the daughters of Helios, enclosed in tall poplars, wretchedly wail a piteous plaint; and from their eyes they shed on the ground bright drops of amber. These are dried by the sun upon the sand; but whenever the waters of the dark lake flow over the strand before the blast of the wailing wind, then they roll on in a mass into Eridanus with swelling tide. But the Celts have attached this story to them, that these are the tears of Leto’s son, Apollo, that are borne along by the eddies, the countless tears that he shed aforetime when he came to the sacred race of the Hyperboreans and left shining heaven at the chiding of his father, being in wrath concerning his son whom divine Coronis bare in bright Lacereia at the mouth of Amyrus. And such is the story told among these men. But no desire for food or drink seized the heroes nor were their thoughts turned to joy. But they were sorely afflicted all day, heavy and faint at heart, with the noisome stench, hard to endure, which the streams of Eridanus sent forth from Phaethon still burning; and at night they heard the piercing lament of the daughters of Helios, wailing with shrill voice; and, as they lamented, their tears were borne on the water like drops of oil.

627ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν, ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης 630ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει, τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο 635λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. 640ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. 645δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν. μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες 650Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν 655νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων· ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.

Thence they entered the deep stream of Rhodanus which flows into Eridanus; and where they meet there is a roar of mingling waters. Now that river, rising from the ends of the earth, where are the portals and mansions of Night, on one side bursts forth upon the beach of Ocean, at another pours into the Ionian sea, and on the third through seven mouths sends its stream to the Sardinian sea and its limitless bay. And from Rhodanus they entered stormy lakes, which spread throughout the Celtic mainland of wondrous size; and there they would have met with an inglorious calamity; for a certain branch of the river was bearing them towards a gulf of Ocean which in ignorance they were about to enter, and never would they have returned from there in safety. But Hera leaping forth from heaven pealed her cry from the Hercynian rock; and all together were shaken with fear of her cry; for terribly crashed the mighty firmament. And backward they turned by reason of the goddess, and noted the path by which their return was ordained. And after a long while they came to the beach of the surging sea by the devising of Hera, passing unharmed through countless tribes of the Celts and Ligyans. For round them the goddess poured a dread mist day by day as they fared on. And so, sailing through the midmost mouth, they reached the Stoechades islands in safety by the aid of the sons of Zeus; wherefore altars and sacred rites are established in their honour for ever; and not that sea-faring alone did they attend to succour; but Zeus granted to them the ships of future sailors too. Then leaving the Stoechades they passed on to the island Aethalia, where after their toil they wiped away with pebbles sweat in abundance; and pebbles like skin in colour are strewn on the beach; and there are their quoits and their wondrous armour; and there is the Argoan harbour called after them.

659καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο 660Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. 665αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν, οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν, χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο. 670τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν, οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα 675ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν, οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα, οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο 680ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.

And quickly from there they passed through the sea, beholding the Tyrrhenian shores of Ausonia; and they came to the famous harbour of Aeaea, and from the ship they cast hawsers to the shore near at hand. And here they found Circe bathing her head in the salt sea-spray, for sorely had she been scared by visions of the night. With blood her chambers and all the walls of her palace seemed to be running, and flame was devouring all the magic herbs with which she used to bewitch strangers whoever came; and she herself with murderous blood quenched the glowing flame, drawing it up in her hands; and she ceased from deadly fear. Wherefore when morning came she rose, and with sea-spray was bathing her hair and her garments. And beasts, not resembling the beasts of the wild, nor yet like men in body, but with a medley of limbs, went in a throng, as sheep from the fold in multitudes follow the shepherd. Such creatures, compacted of various limbs, did earth herself produce from the primeval slime when she had not yet grown solid beneath a rainless sky nor yet had received a drop of moisture from the rays of the scorching sun; but time combined these forms and marshalled them in their ranks; in such wise these monsters shapeless of form followed her. And exceeding wonder seized the heroes, and at once, as each gazed on the form and face of Circe, they readily guessed that she was the sister of Aeetes.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.