Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.1278–1407: Jason yokes the fire-breathing bulls

Jason anoints himself, faces the bulls, yokes them and ploughs the field of Ares. He sows the dragon's teeth, throws a stone among the Earthborn men who spring up, and they kill each other. Aeetes goes back to the city in anger.

Lines 3.1278–1407 · 1352 words · click a number to copy its link
1278Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον, 1280νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι. παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων 1285αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας. βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο 1290κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ, ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε, εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη 1295μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν· οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες. ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν 1300φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν, πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος 1305βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο. καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ, ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον 1310σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς. θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως 1315Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν— ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα 1320χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ ῥʼ ὑπὸ μέσσας ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν 1325τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.

Now Aeson’s son, as soon as his comrades had made the hawsers fast, leapt from the ship, and with spear and shield came forth to the contest; and at the same time he took the gleaming helmet of bronze filled with sharp teeth, and his sword girt round his shoulders, his body stripped, in somewise resembling Ares and in somewise Apollo of the golden sword. And gazing over the field he saw the bulls’ yoke of bronze and near it the plough, all of one piece, of stubborn adamant. Then he came near, and fixed his sturdy spear upright on its butt, and taking his helmet off leant it against the spear. And he went forward with shield alone to examine the countless tracks of the bulls, and they from some unseen lair beneath the earth, where was their strong steading, wrapt in murky smoke, both rushed out together, breathing forth flaming fire. And sore afraid were the heroes at the sight. But Jason, setting wide his feet, withstood their onset, as in the sea a rocky reef withstands the waves tossed by the countless blasts. Then in front of him he held his shield; and both the bulls with loud bellowing attacked him with their mighty horns; nor did they stir him a jot by their onset. And as when through the holes of the furnace the armourers’ bellows anon gleam brightly, kindling the ravening flame, and anon cease from blowing, and a terrible roar rises from the fire when it darts up from below; so the bulls roared, breathing forth swift flame from their mouths, while the consuming heat played round him, smiting like lightning; but the maiden’s charms protected him. Then grasping the tip of the horn of the right-hand bull, he dragged it mightily with all his strength to bring it near the yoke of bronze, and forced it down on to its knees, suddenly striking with his foot the foot of bronze. So also he threw the other bull on to its knees as it rushed upon him, and smote it down with one blow. And throwing to the ground his broad shield, he held them both down where they had fallen on their fore-knees, as he strode from side to side, now here, now there, and rushed swiftly through the flame. But Aeetes marvelled at the hero’s might. And meantime the sons of Tyndareus—for long since had it been thus ordained for them—near at hand gave him the yoke from the ground to cast round them. Then tightly did he bind their necks; and lifting the pole of bronze between them, he fastened it to the yoke by its golden tip. So the twin heroes started back from the fire to the ship. But Jason took up again his shield and cast it on his back behind him, and grasped the strong helmet filled with sharp teeth, and his resistless spear, wherewith, like some ploughman with a Pelasgian goad, he pricked the bulls beneath, striking their flanks; and very firmly did he guide the well fitted plough handle, fashioned of adamant.

1326οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον, λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. 1330δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ ἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω, σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι. δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς 1335λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.

The bulls meantime raged exceedingly, breathing forth furious flame of fire; and their breath rose up like the roar of blustering winds, in fear of which above all seafaring men furl their large sail. But not long after that they moved on at the bidding of the spear; and behind them the rugged fallow was broken up, cloven by the might of the bulls and the sturdy ploughman. Then terribly groaned the clods withal along the furrows of the plough as they were rent, each a man’s burden; and Jason followed, pressing down the cornfield with firm foot; and far from him he ever sowed the teeth along the clods as each was ploughed, turning his head back for fear lest the deadly crop of earthborn men should rise against him first; and the bulls toiled onwards treading with their hoofs of bronze.

1340ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι, τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα. 1345καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν· 1350γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο. οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν 1355γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα. ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος 1360ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων, 1365λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν. τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ 1370θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν· τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν 1375μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν. οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα· 1380τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν, γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας, 1385τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο, δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας, ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν 1390μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν. πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ 1395καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι, ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, 1400φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν· τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι. 1405ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

But when the third part of the day was still left as it wanes from dawn, and wearied labourers call for the sweet hour of unyoking to come to them straightway, then the fallow was ploughed by the tireless ploughman, four plough-gates though it was; and he loosed the plough from the oxen. Them he scared in flight towards the plain; but he went back again to the ship, while he still saw the furrows free of the earthborn men. And all round his comrades heartened him with their shouts. And in the helmet he drew from the river’s stream and quenched his thirst with the water. Then he bent his knees till they grew supple, and filled his mighty heart with courage, raging like a boar, when it sharpens its teeth against the hunters, while from its wrathful mouth plenteous foam drips to the ground. By now the earthborn men were springing up over all the field; and the plot of Ares, the death-dealer, bristled with sturdy shields and double-pointed spears and shining helmets; and the gleam reached Olympus from beneath, flashing through the air. And as when abundant snow has fallen on the earth and the storm blasts have dispersed the wintry clouds under the murky night, and all the hosts of the stars appear shining through the gloom; so did those warriors shine springing up above the earth. But Jason bethought him of the counsels of Medea full of craft, and seized from the plain a huge round boulder, a terrible quoit of Ares Enyalius; four stalwart youths could not have raised it from the ground even a little. Taking it in his hands he threw it with a rush far away into their midst; and himself crouched unseen behind his shield, with full confidence. And the Colchians gave a loud cry, like the roar of the sea when it beats upon sharp crags; and speechless amazement seized Aeetes at the rush of the sturdy quoit. And the Earthborn, like fleet-footed hounds, leaped upon one another and slew with loud yells; and on earth their mother they fell beneath their own spears, likes pines or oaks, which storms of wind beat down. And even as a fiery star leaps from heaven, trailing a furrow of light, a portent to men, whoever see it darting with a gleam through the dusky sky; in such wise did Aeson’s son rush upon the earthborn men, and he drew from the sheath his bare sword, and smote here and there, mowing them down, many on the belly and side, half risen to the air—and some that had risen as far as the shoulders—and some just standing upright, and others even now rushing to battle. And as when a fight is stirred up concerning boundaries, and a husbandman, in fear lest they should ravage his fields, seizes in his hand a curved sickle, newly sharpened, and hastily cuts the unripe crop, and waits not for it to be parched in due season by the beams of the sun; so at that time did Jason cut down the crop of the Earthborn; and the furrows were filled with blood, as the channels of a spring with water. And they fell, some on their faces biting the rough clod of earth with their teeth, some on their backs, and others on their hands and sides, like to sea-monsters to behold. And many, smitten before raising their feet from the earth, bowed down as far to the ground as they had risen to the air, and rested there with the damp of death on their brows. Even so, I ween, when Zeus has sent a measureless rain, new planted orchard-shoots droop to the ground, cut off by the root—the toil of gardening men; but heaviness of heart and deadly anguish come to the owner of the farm, who planted them; so at that time did bitter grief come upon the heart of King Aeetes. And he went back to the city among the Colchians, pondering how he might most quickly oppose the heroes. And the day died, and Jason’s contest was ended.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 3, lines 1278–1407: Jason yokes the…