Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.439–575: The heroes decide to ask Medea for help

Medea, tormented by love, fears for the stranger's life. Argus tells Jason that Medea knows magic and should be asked for help, and after Peleus, Telamon and Idas offer to face the contest, an omen of a dove escaping a hawk, which Mopsus reads as the will of Cypris, persuades the heroes. Idas scorns the plan, and Argus is sent back to the city.

Lines 3.439–575 · 1424 words · click a number to copy its link
439Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων, 440Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο. θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη 445λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειρος ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο. καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο 450καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει. αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ ὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο, 455οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς 460Αἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπαν ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν· ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον· τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων 465φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη, 470οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ. ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·

He spake outright; and Jason rose from his seat, and Augeias and Telamon at once; and Argus followed alone, for he signed to his brothers to stay there on the spot meantime; and so they went forth from the hall. And wonderfully among them all shone the son of Aeson for beauty and grace; and the maiden looked at him with stealthy glance, holding her bright veil aside, her heart smouldering with pain; and her soul creeping like a dream flitted in his track as he went. So they passed forth from the palace sorely troubled. And Chalciope, shielding herself from the wrath of Aeetes, had gone quickly to her chamber with her sons. And Medea likewise followed, and much she brooded in her soul all the cares that the Loves awaken. And before her eyes the vision still appeared—himself what like he was, with what vesture he was clad, what things he spake, how he sat on his seat, how he moved forth to the door—and as she pondered she deemed there never was such another man; and ever in her ears rung his voice and the honey-sweet words which he uttered. And she feared for him, lest the oxen or Aeetes with his own hand should slay him; and she mourned him as though already slain outright, and in her affliction a round tear through very grievous pity coursed down her cheek: and gently weeping she lifted up her voice aloud:

“Why does this grief come upon me, poor wretch? Whether he be the best of heroes now about to perish, or the worst, let him go to his doom. Yet I would that he had escaped unharmed; yea, may this be so, revered goddess, daughter of Perses, may he avoid death and return home; but if it be his lot to be o’ermastered by the oxen, may he first learn this that I at least do not rejoice in his cruel calamity.”

Thus then was the maiden’s heart racked by love-cares. But when the others had gone forth from the people and the city, along the path by which at the first they had come from the plain, then Argus addressed Jason with these words:

475Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω· πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν. τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος 480ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος. Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν· 485ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι 490γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο· τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον· ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο. 495φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι· δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ 500χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος, δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 505θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο, ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, 510ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.

“Son of Aeson, thou wilt despise the counsel which I will tell thee, but, though in evil plight, it is not fitting to forbear from the trial. Ere now thou hast heard me tell of a maiden that uses sorcery under the guidance of Hecate, Perses’ daughter. If we could win her aid there will be no dread, methinks, of thy defeat in the contest; but terribly do I fear that my mother will not take this task upon her. Nevertheless I will go back again to entreat her, for a common destruction overhangs us all.”

He spake with goodwill, and Jason answered with these words: “Good friend, if this is good in thy sight, I say not nay. Go and move thy mother, beseeching her aid with prudent words; pitiful indeed is our hope when we have put our return in the keeping of women.” So he spake, and quickly they reached the back-water. And their comrades joyfully questioned them, when they saw them close at hand; and to them spoke Aeson’s son grieved at heart:

“My friends, the heart of ruthless Aeetes is utterly filled with wrath against us, for not at all can the goal be reached either by me or by you who question me. He said that two bulls with feet of bronze pasture on the plain of Ares, breathing forth flame from their jaws. And with these he bade me plough the field, four plough-gates; and said that he would give me from a serpent’s jaws seed which will raise up earthborn men in armour of bronze; and on the same day I must slay them. This task—for there was nothing better to devise—I took on myself outright.”

Thus he spake; and to all the contest seemed one that none could accomplish, and long, quiet and silent, they looked at one another, bowed down with the calamity and their despair; but at last Peleus spake with courageous words among all the chiefs: “It is time to be counselling what we shall do. Yet there is not so much profit, I trow, in counsel as in the might of our hands. If thou then, hero son of Aeson, art minded to yoke Aeetes’ oxen, and art eager for the toil, surely thou wilt keep thy promise and make thyself ready. But if thy soul trusts not her prowess utterly, then neither bestir thyself nor sit still and look round for some one else of these men. For it is not I who will flinch, since the bitterest pain will be but death.”

515ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη· σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο· σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους 520ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου· ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τινʼ οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν. 525τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι 530φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες 535μνησάμεθʼ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα, μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμην ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην. 540ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν· 545ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται· οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον 550πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.

So spake the son of Aeacus; and Telamon’s soul was stirred, and quickly he started up in eagerness; and Idas rose up the third in his pride; and the twin sons of Tyndareus; and with them Oeneus’ son who was numbered among strong men, though even the soft down on his cheek showed not yet; with such courage was his soul uplifted. But the others gave way to these in silence. And straightway Argus spake these words to those that longed for the contest:

“My friends, this indeed is left us at the last. But I deem that there will come to you some timely aid from my mother. Wherefore, eager though ye be, refrain and abide in your ship a little longer as before, for it is better to forbear than recklessly to choose an evil fate. There is a maiden, nurtured in the halls of Aeetes, whom the goddess Hecate taught to handle magic herbs with exceeding skill—all that the land and flowing waters produce. With them is quenched the blast of unwearied flame, and at once she stays the course of rivers as they rush roaring on, and checks the stars and the paths of the sacred moon. Of her we bethought us as we came hither along the path from the palace, if haply my mother, her own sister, might persuade her to aid us in the venture. And if this is pleasing to you as well, surely on this very day will I return to the palace of Aeetes to make trial; and perchance with some god’s help shall I make the trial.”

Thus he spake, and the gods in their goodwill gave them a sign. A trembling dove in her flight from a mighty hawk fell from on high, terrified, into the lap of Aeson’s son, and the hawk fell impaled on the stern-ornament. And quickly Mopsus with prophetic words spake among them all:

“For you, friends, this sign has been wrought by the will of heaven; in no other way is it possible to interpret its meaning better, than to seek out the maiden and entreat her with manifold skill. And I think she will not reject our prayer, if in truth Phineus said that our return should be with the help of the Cyprian goddess. It was her gentle bird that escaped death; and as my heart within me foresees according to this omen, so may it prove! But, my friends, let us call on Cytherea to aid us, and now at once obey the counsels of Argus.”

555Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας, δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε· ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι, 560οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων; ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι 565ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν· Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν, στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο 570ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν. ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο 575τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

He spake, and the warriors approved, remembering the injunctions of Phineus; but all alone leapt up Aphareian Idas and shouted loudly in terrible wrath: “Shame on us, have we come here fellow-voyagers with women, calling on Cypris for help and not on the mighty strength of Enyalius? And do ye look to doves and hawks to save yourselves from contests? Away with you, take thought not for deeds of war, but by supplication to beguile weakling girls.”

Such were his eager words; and of his comrades many murmured low, but none uttered a word of answer back. And he sat down in wrath; and at once Jason roused them and uttered his own thought: “Let Argus set forth from the ship, since this pleases all; but we will now move from the river and openly fasten our hawsers to the shore. For surely it is not fitting for us to hide any longer cowering from the battle-cry.”

So he spake, and straightway sent Argus to return in haste to the city; and they drew the anchors on board at the command of Aeson’s son, and rowed the ship close to the shore, a little away from the back-water.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.