Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 2.911–1029: Sthenelus' barrow, Sinope and the Amazons

The ghost of Sthenelus appears at his barrow and the heroes pour libations. Argo passes the Parthenius, takes on Deileon, Autolycus and Phlogius at Sinope, and puts in at the mouth of the Thermodon, where the Amazons are arming. Sailing on, the heroes pass the Chalybes, the Tibareni with their strange custom, and the Mossynoeci.

Lines 2.911–1029 · 1154 words · click a number to copy its link
911ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο, ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι— βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς. 915οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ 920τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες 925πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. 930αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει 935ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν. 940νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς 945αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι νύκτα.

Next they beheld the barrow of Sthenelus, Actor’s son, who on his way back from the valorous war against the Amazons—for he had been the comrade of Heracles—was struck by an arrow and died there upon the sea-beach. And for a time they went no further, for Persephone herself sent forth the spirit of Actor’s son which craved with many tears to behold men like himself, even for a moment. And mounting on the edge of the barrow he gazed upon the ship, such as he was when he went to war; and round his head a fair helm with four peaks gleamed with its blood-red crest. And again he entered the vast gloom; and they looked and marvelled; and Mopsus, son of Ampycus, with word of prophecy urged them to land and propitiate him with libations. Quickly they drew in sail and threw out hawsers, and on the strand paid honour to the tomb of Sthenelus, and poured out drink offerings to him and sacrificed sheep as victims. And besides the drink offerings they built an altar to Apollo, saviour of ships, and burnt thigh bones; and Orpheus dedicated his lyre; whence the place has the name of Lyra.

And straightway they went aboard as the wind blew strong; and they drew the sail down, and made it taut to both sheets; then Argo was borne over the sea swiftly, even as a hawk soaring high through the air commits to the breeze its outspread wings and is borne on swiftly, nor swerves in its flight, poising in the clear sky with quiet pinions. And lo, they passed by the stream of Parthenius as it flows into the sea, a most gentle river, where the maid, daughter of Leto, when she mounts to heaven after the chase, cools her limbs in its much-desired waters. Then they sped onward in the night without ceasing, and passed Sesamus and lofty Erythini, Crobialus, Cromna and woody Cytorus. Next they swept round Carambis at the rising of the sun, and plied the oars past long Aegialus, all day and on through the night.

946αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς. δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ 950δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν. ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. 955ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον· οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες· 960οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί, Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν, ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷ 965γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.

And straightway they landed on the Assyrian shore where Zeus himself gave a home to Sinope, daughter of Asopus, and granted her virginity, beguiled by his own promises. For he longed for her love, and he promised to grant her whatever her heart’s desire might be. And she in her craftiness asked of him virginity. And in like manner she deceived Apollo too who longed to wed her, and besides them the river Halys, and no man ever subdued her in love’s embrace. And there the sons of noble Deimachus of Tricca were still dwelling, Deileon, Autolycus and Phlogius, since the day when they wandered far away from Heracles; and they, when they marked the array of chieftains, went to meet them and declared in truth who they were; and they wished to remain there no longer, but as soon as Argestes blew went on ship-board. And so with them, borne along by the swift breeze, the heroes left behind the river Halys, and left behind Iris that flows hard by, and the delta-land of Assyria; and on the same day they rounded the distant headland of the Amazons that guards their harbour.

966ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω. 970τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν. τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα 975πεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή. ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι. ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι· 980αἰεὶ δʼ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν, ὅππῃ ὑπεξαφύονται· ὁ δʼ ἀμφαδὸν ἄμμιγα παύροις πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην. 985καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν ὑσμίνην, καὶ δʼ οὔ κεν ἀναιμωτί γʼ ἐρίδηναν— οὐ γὰρ Ἀμαζονίδες μάλʼ ἐπήτιδες, οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο· ἀλλʼ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει· 990δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε νύμφης, ἥ τʼ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας, ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα— εἰ μὴ ἄρʼ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο ἤλυθον· οἱ δʼ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν, 995ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλʼ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον· νόσφι μὲν αἵδʼ αὐταί, τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο, 1000νόσφι δʼ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δʼ ἄλλῳ νυκτί τʼ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.

Here once when Melanippe, daughter of Ares, had gone forth, the hero Heracles caught her by ambuscade and Hippolyte gave him her glistening girdle as her sister’s ransom, and he sent away his captive unharmed. In the bay of this headland, at the outfall of Thermodon, they ran ashore, for the sea was rough for their voyage. No river is like this, and none sends forth from itself such mighty streams over the land. If a man should count every one he would lack but four of a hundred, but the real spring is only one. This flows down to the plain from lofty mountains, which, men say, are called the Amazonian mountains. Thence it spreads inland over a hilly country straight forward; wherefrom its streams go winding on, and they roll on, this way and that ever more, wherever best they can reach the lower ground, one at a distance and another near at hand; and many streams are swallowed up in the sand and are without a name; but, mingled with a few, the main stream openly bursts with its arching crest of foam into the Inhospitable Pontus. And they would have tarried there and have closed in battle with the Amazons, and would have fought not without bloodshed—for the Amazons were not gentle foes and regarded not justice, those dwellers on the Doeantian plain; but grievous insolence and the works of Ares were all their care; for by race they were the daughters of Ares and the nymph Harmonia, who bare to Ares war-loving maids, wedded to him in the glens of the Acmonian wood—had not the breezes of Argestes come again from Zeus; and with the wind they left the rounded beach, where the Themiscyreian Amazons were arming for war. For they dwelt not gathered together in one city, but scattered over the land, parted into three tribes. In one part dwelt the Themiscyreians, over whom at that time Hippolyte reigned, in another the Lycastians, and in another the dart-throwing Chadesians. And the next day they sped on and at nightfall they reached the land of the Chalybes.

1002τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. 1005ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρην 1010γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. 1015ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, 1020ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, 1025μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τι θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.

That folk have no care for ploughing with oxen or for any planting of honey-sweet fruit; nor yet do they pasture flocks in the dewy meadow. But they cleave the hard iron-bearing land and exchange their wages for daily sustenance; never does the morn rise for them without toil, but amid bleak sooty flames and smoke they endure heavy labour.

And straightway thereafter they rounded the headland of Genetaean Zeus and sped safely past the land of the Tibareni. Here when wives bring forth children to their husbands, the men lie in bed and groan with their heads close bound; but the women tend them with food, and prepare child-birth baths for them.

Next they reached the sacred mount and the land where the Mossynoeci dwell amid high mountains in wooden huts, from which that people take their name. And strange are their customs and laws. Whatever it is right to do openly before the people or in the market place, all this they do in their homes, but whatever acts we perform at home, these they perform out of doors in the midst of the streets, without blame. And among them is no reverence for the marriage-bed, but, like swine that feed in herds, no whit abashed in others’ presence, on the earth they lie with the women. Their king sits in the loftiest hut and dispenses upright judgments to the multitude, poor wretch! For if haply he err at all in his decrees, for that day they keep him shut up in starvation.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.