ἕβδομον ἐπέταξεν ἆθλον τὸν Κρῆτα ἀγαγεῖν ταῦρον. τοῦτον Ἀκουσίλαος μὲν εἶναί φησι τὸν διαπορθμεύσαντα Εὐρώπην Διί, τινὲς δὲ τὸν ὑπὸ Ποσειδῶνος ἀναδοθέντα ἐκ θαλάσσης, ὅτε καταθύσειν Ποσειδῶνι Μίνως εἶπε τὸ φανὲν ἐκ τῆς θαλάσσης. καί φασι θεασάμενον αὐτὸν τοῦ ταύρου τὸ κάλλος τοῦτον μὲν εἰς τὰ βουκόλια ἀποπέμψαι, θῦσαι δὲ ἄλλον Ποσειδῶνι· ἐφʼ οἷς ὀργισθέντα τὸν θεὸν ἀγριῶσαι τὸν ταῦρον. ἐπὶ τοῦτον παραγενόμενος εἰς Κρήτην Ἡρακλῆς, ἐπειδὴ συλλαβεῖν ἀξιοῦντι Μίνως εἶπεν αὐτῷ λαμβάνειν διαγωνισαμένῳ, λαβὼν καὶ πρὸς Εὐρυσθέα διακομίσας ἔδειξε, καὶ τὸ λοιπὸν εἴασεν ἄνετον· ὁ δὲ πλανηθεὶς εἰς Σπάρτην τε καὶ Ἀρκαδίαν ἅπασαν, καὶ διαβὰς τὸν Ἰσθμόν, εἰς Μαραθῶνα τῆς Ἀττικῆς ἀφικόμενος τοὺς ἐγχωρίους διελυμαίνετο.
The seventh labour he enjoined on him was to bring the Cretan bull. Acusilaus says that this was the bull that ferried across Europa for Zeus; but some say it was the bull that Poseidon sent up from the sea when Minos promised to sacrifice to Poseidon what should appear out of the sea. And they say that when he saw the beauty of the bull he sent it away to the herds and sacrificed another to Poseidon; at which the god was angry and made the bull savage. To attack this bull Hercules came to Crete, and when, in reply to his request for aid, Minos told him to fight and catch the bull for himself, he caught it and brought it to Eurystheus, and having shown it to him he let it afterwards go free. But the bull roamed to Sparta and all Arcadia, and traversing the Isthmus arrived at Marathon in Attica and harried the inhabitants.
ὄγδοον ἆθλον ἐπέταξεν αὐτῷ τὰς Διομήδους τοῦ Θρακὸς ἵππους εἰς Μυκήνας κομίζειν· ἦν δὲ οὗτος Ἄρεος καὶ Κυρήνης, βασιλεὺς Βιστόνων ἔθνους Θρᾳκίου καὶ μαχιμωτάτου, εἶχε δὲ ἀνθρωποφάγους ἵππους. πλεύσας οὖν μετὰ τῶν ἑκουσίως συνεπομένων καὶ βιασάμενος τοὺς ἐπὶ ταῖς φάτναις τῶν ἵππων ὑπάρχοντας ἤγαγεν ἐπὶ τὴν θάλασσαν. τῶν δὲ Βιστόνων σὺν ὅπλοις ἐπιβοηθούντων τὰς μὲν ἵππους παρέδωκεν Ἀβδήρῳ φυλάσσειν· οὗτος δὲ ἦν Ἑρμοῦ παῖς, Λοκρὸς ἐξ Ὀποῦντος, Ἡρακλέους ἐρώμενος, ὃν αἱ ἵπποι διέφθειραν ἐπισπασάμεναι· πρὸς δὲ τοὺς Βίστονας διαγωνισάμενος καὶ Διομήδην ἀποκτείνας τοὺς λοιποὺς ἠνάγκασε φεύγειν, καὶ κτίσας πόλιν Ἄβδηρα παρὰ τὸν τάφον τοῦ διαφθαρέντος Ἀβδήρου, τὰς ἵππους κομίσας Εὐρυσθεῖ ἔδωκε. μεθέντος δὲ αὐτὰς Εὐρυσθέως, εἰς τὸ λεγόμενον ὄρος Ὄλυμπον ἐλθοῦσαι πρὸς τῶν θηρίων ἀπώλοντο.
The eighth labour he enjoined on him was to bring the mares of Diomedes the Thracian to Mycenae. Now this Diomedes was a son of Ares and Cyrene, and he was king of the Bistones, a very warlike Thracian people, and he owned man-eating mares. So Hercules sailed with a band of volunteers, and having overpowered the grooms who were in charge of the mangers, he drove the mares to the sea. When the Bistones in arms came to the rescue, he committed the mares to the guardianship of Abderus, who was a son of Hermes, a native of Opus in Locris, and a minion of Hercules; but the mares killed him by dragging him after them. But Hercules fought against the Bistones, slew Diomedes and compelled the rest to flee. And he founded a city Abdera beside the grave of Abderus who had been done to death, and bringing the mares he gave them to Eurystheus. But Eurystheus let them go, and they came to Mount Olympus, as it is called, and there they were destroyed by the wild beasts.
ἔνατον ἆθλον Ἡρακλεῖ ἐπέταξε ζωστῆρα κομίζειν τὸν Ἱππολύτης. αὕτη δὲ ἐβασίλευεν Ἀμαζόνων, αἳ κατῴκουν περὶ τὸν Θερμώδοντα ποταμόν, ἔθνος μέγα τὰ κατὰ πόλεμον· ἤσκουν γὰρ ἀνδρίαν, καὶ εἴ ποτε μιγεῖσαι γεννήσειαν, τὰ θήλεα ἔτρεφον, καὶ τοὺς μὲν δεξιοὺς μαστοὺς ἐξέθλιβον, ἵνα μὴ κωλύωνται ἀκοντίζειν, τοὺς δὲ ἀριστεροὺς εἴων, ἵνα τρέφοιεν. εἶχε δὲ Ἱππολύτη τὸν Ἄρεος ζωστῆρα, σύμβολον τοῦ πρωτεύειν ἁπασῶν. ἐπὶ τοῦτον τὸν ζωστῆρα Ἡρακλῆς ἐπέμπετο, λαβεῖν αὐτὸν ἐπιθυμούσης τῆς Εὐρυσθέως θυγατρὸς Ἀδμήτης. παραλαβὼν οὖν ἐθελοντὰς συμμάχους ἐν μιᾷ νηὶ ἔπλει, καὶ προσίσχει νήσῳ Πάρῳ, ἣν κατῴκουν οἱ Μίνωος υἱοὶ Εὐρυμέδων Χρύσης Νηφαλίων Φιλόλαος. ἀποβάντων δὲ δύο τῶν ἐν τῇ νηὶ συνέβη τελευτῆσαι ὑπὸ τῶν Μίνωος υἱῶν· ὑπὲρ ὧν ἀγανακτῶν Ἡρακλῆς τούτους μὲν παραχρῆμα ἀπέκτεινε, τοὺς δὲ λοιποὺς κατακλείσας ἐπολιόρκει, ἕως ἐπιπρεσβευσάμενοι παρεκάλουν ἀντὶ τῶν ἀναιρεθέντων δύο λαβεῖν, οὓς ἂν αὐτὸς θελήσειεν. ὁ δὲ λύσας τὴν πολιορκίαν, καὶ τοὺς Ἀνδρόγεω τοῦ Μίνωος υἱοὺς ἀνελόμενος Ἀλκαῖον καὶ Σθένελον, ἧκεν εἰς Μυσίαν πρὸς Λύκον τὸν Δασκύλου, καὶ ξενισθεὶς ὑπὸ […] τοῦ Βεβρύκων βασιλέως συμβαλόντων, βοηθῶν Λύκῳ πολλοὺς ἀπέκτεινε, μεθʼ ὧν καὶ τὸν βασιλέα Μύγδονα, ἀδελφὸν Ἀμύκου. καὶ τῆς Βεβρύκων πολλὴν ἀποτεμόμενος γῆν ἔδωκε Λύκῳ· ὁ δὲ πᾶσαν ἐκείνην ἐκάλεσεν Ἡράκλειαν.
καταπλεύσαντος δὲ εἰς τὸν ἐν Θεμισκύρᾳ λιμένα, παραγενομένης εἰς αὐτὸν Ἱππολύτης καὶ τίνος ἥκοι χάριν πυθομένης, καὶ δώσειν τὸν ζωστῆρα ὑποσχομένης, Ἥρα μιᾷ τῶν Ἀμαζόνων εἰκασθεῖσα τὸ πλῆθος ἐπεφοίτα, λέγουσα ὅτι τὴν βασιλίδα ἀφαρπάζουσιν οἱ προσελθόντες ξένοι. αἱ δὲ μεθʼ ὅπλων ἐπὶ τὴν ναῦν κατέθεον σὺν ἵπποις. ὡς δὲ εἶδεν αὐτὰς καθωπλισμένας Ἡρακλῆς, νομίσας ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ, καὶ προσίσχει Τροίᾳ.
συνεβεβήκει δὲ τότε κατὰ μῆνιν Ἀπόλλωνος καὶ Ποσειδῶνος ἀτυχεῖν τὴν πόλιν. Ἀπόλλων γὰρ καὶ Ποσειδῶν τὴν Λαομέδοντος ὕβριν πειράσαι θέλοντες, εἰκασθέντες ἀνθρώποις ὑπέσχοντο ἐπὶ μισθῷ τειχιεῖν τὸ Πέργαμον. τοῖς δὲ τειχίσασι τὸν μισθὸν οὐκ ἀπεδίδου. διὰ τοῦτο Ἀπόλλων μὲν λοιμὸν ἔπεμψε, Ποσειδῶν δὲ κῆτος ἀναφερόμενον ὑπὸ πλημμυρίδος, ὃ τοὺς ἐν τῷ πεδίῳ συνήρπαζεν ἀνθρώπους. χρησμῶν δὲ λεγόντων ἀπαλλαγὴν ἔσεσθαι τῶν συμφορῶν, ἐὰν προθῇ Λαομέδων Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ τῷ κήτει βοράν, οὗτος προύθηκε ταῖς πλησίον τῆς θαλάσσης πέτραις προσαρτήσας. ταύτην ἰδὼν ἐκκειμένην Ἡρακλῆς ὑπέσχετο σώσειν, εἰ τὰς ἵππους παρὰ Λαομέδοντος λήψεται ἃς Ζεὺς ποινὴν τῆς Γανυμήδους ἁρπαγῆς ἔδωκε. δώσειν δὲ Λαομέδοντος εἰπόντος, κτείνας τὸ κῆτος Ἡσιόνην ἔσωσε. μὴ βουλομένου δὲ τὸν μισθὸν ἀποδοῦναι, πολεμήσειν Τροίᾳ ἀπειλήσας ἀνήχθη.
καὶ προσίσχει Αἴνῳ, ἔνθα ξενίζεται ὑπὸ Πόλτυος. ἀποπλέων δὲ ἐπὶ τῆς ἠιόνος τῆς Αἰνίας Σαρπηδόνα, Ποσειδῶνος μὲν υἱὸν ἀδελφὸν δὲ Πόλτυος, ὑβριστὴν ὄντα τοξεύσας ἀπέκτεινε. καὶ παραγενόμενος εἰς Θάσον καὶ χειρωσάμενος τοὺς ἐνοικοῦντας Θρᾷκας ἔδωκε τοῖς Ἀνδρόγεω παισὶ κατοικεῖν. ἐκ Θάσου δὲ ὁρμηθεὶς ἐπὶ Τορώνην Πολύγονον καὶ Τηλέγονον, τοὺς Πρωτέως τοῦ Ποσειδῶνος υἱούς, παλαίειν προκαλουμένους κατὰ τὴν πάλην ἀπέκτεινε. κομίσας δὲ τὸν ζωστῆρα εἰς Μυκήνας ἔδωκεν Εὐρυσθεῖ.
The ninth labour he enjoined on Hercules was to bring the belt of Hippolyte. She was queen of the Amazons, who dwelt about the river Thermodon, a people great in war; for they cultivated the manly virtues, and if ever they gave birth to children through intercourse with the other sex, they reared the females; and they pinched off the right breasts that they might not be trammelled by them in throwing the javelin, but they kept the left breasts, that they might suckle. Now Hippolyte had the belt of Ares in token of her superiority to all the rest. Hercules was sent to fetch this belt because Admete, daughter of Eurystheus, desired to get it. So taking with him a band of volunteer comrades in a single ship he set sail and put in to the island of Paros, which was inhabited by the sons of Minos, to wit, Eurymedon, Chryses, Nephalion, and Philolaus. But it chanced that two of those in the ship landed and were killed by the sons of Minos. Indignant at this, Hercules killed the sons of Minos on the spot and besieged the rest closely, till they sent envoys to request that in the room of the murdered men he would take two, whom he pleased. So he raised the siege, and taking on board the sons of Androgeus, son of Minos, to wit, Alcaeus and Sthenelus, he came to Mysia, to the court of Lycus, son of Dascylus, and was entertained by him; and in a battle between him and the king of the Bebryces Hercules sided with Lycus and slew many, amongst others King Mygdon, brother of Amycus. And he took much land from the Bebryces and gave it to Lycus, who called it all Heraclea. Having put in at the harbor of Themiscyra, he received a visit from Hippolyte, who inquired why he was come, and promised to give him the belt. But Hera in the likeness of an Amazon went up and down the multitude saying that the strangers who had arrived were carrying off the queen. So the Amazons in arms charged on horseback down on the ship. But when Hercules saw them in arms, he suspected treachery, and killing Hippolyte stripped her of her belt. And after fighting the rest he sailed away and touched at Troy. But it chanced that the city was then in distress consequently on the wrath of Apollo and Poseidon. For desiring to put the wantonness of Laomedon to the proof, Apollo and Poseidon assumed the likeness of men and undertook to fortify Pergamum for wages. But when they had fortified it, he would not pay them their wages. Therefore Apollo sent a pestilence, and Poseidon a sea monster, which, carried up by a flood, snatched away the people of the plain. But as oracles foretold deliverance from these calamities if Laomedon would expose his daughter Hesione to be devoured by the sea monster, he exposed her by fastening her to the rocks near the sea. Seeing her exposed, Hercules promised to save her on condition of receiving from Laomedon the mares which Zeus had given in compensation for the rape of Ganymede. On Laomedon's saying that he would give them, Hercules killed the monster and saved Hesione. But when Laomedon would not give the stipulated reward, Hercules put to sea after threatening to make war on Troy. And he touched at Aenus, where he was entertained by Poltys. And as he was sailing away he shot and killed on the Aenian beach a lewd fellow, Sarpedon, son of Poseidon and brother of Poltys. And having come to Thasos and subjugated the Thracians who dwelt in the island, he gave it to the sons of Androgeus to dwell in. From Thasos he proceeded to Torone, and there, being challenged to wrestle by Polygonus and Telegonus, sons of Proteus, son of Poseidon, he killed them in the wrestling match. And having brought the belt to Mycenae he gave it to Eurystheus.
δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν Ὠκεανοῦ πλησίον κειμένη νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴκει Γηρυόνης Χρυσάορος καὶ Καλλιρρόης τῆς Ὠκεανοῦ, τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα, συνηγμένον εἰς ἓν κατὰ τὴν γαστέρα, ἐσχισμένον δὲ εἰς τρεῖς ἀπὸ λαγόνων τε καὶ μηρῶν. εἶχε δὲ φοινικᾶς βόας, ὧν ἦν βουκόλος Εὐρυτίων, φύλαξ δὲ Ὄρθος ὁ κύων δικέφαλος ἐξ Ἐχίδνης καὶ Τυφῶνος γεγεννημένος. πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας διὰ τῆς Εὐρώπης, ἄγρια πολλὰ ζῷα ἀνελὼν Λιβύης ἐπέβαινε, καὶ παρελθὼν Ταρτησσὸν ἔστησε σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας. θερόμενος δὲ ὑπὸ Ἡλίου κατὰ τὴν πορείαν, τὸ τόξον ἐπὶ τὸν θεὸν ἐνέτεινεν· ὁ δὲ τὴν ἀνδρείαν αὐτοῦ θαυμάσας χρύσεον ἔδωκε δέπας, ἐν ᾧ τὸν Ὠκεανὸν διεπέρασε. καὶ παραγενόμενος εἰς Ἐρύθειαν ἐν ὄρει Ἄβαντι αὐλίζεται. αἰσθόμενος δὲ ὁ κύων ἐπʼ αὐτὸν ὥρμα· ὁ δὲ καὶ τοῦτον τῷ ῥοπάλῳ παίει, καὶ τὸν βουκόλον Εὐρυτίωνα τῷ κυνὶ βοηθοῦντα ἀπέκτεινε. Μενοίτης δὲ ἐκεῖ τὰς Ἅιδου βόας βόσκων Γηρυόνῃ τὸ γεγονὸς ἀπήγγειλεν. ὁ δὲ καταλαβὼν Ἡρακλέα παρὰ ποταμὸν Ἀνθεμοῦντα τὰς βόας ἀπάγοντα, συστησάμενος μάχην τοξευθεὶς ἀπέθανεν. Ἡρακλῆς δὲ ἐνθέμενος τὰς βόας εἰς τὸ δέπας καὶ διαπλεύσας εἰς Ταρτησσὸν Ἡλίῳ πάλιν ἀπέδωκε τὸ δέπας.
διελθὼν δὲ Ἀβδηρίαν εἰς Λιγυστίνην ἦλθεν, ἐν ᾗ τὰς βόας ἀφῃροῦντο Ἰαλεβίων τε καὶ Δέρκυνος οἱ Ποσειδῶνος υἱοί, οὓς κτείνας διὰ Τυρρηνίας ᾔει. ἀπὸ Ῥηγίου δὲ εἷς ἀπορρήγνυσι ταῦρος, καὶ ταχέως εἰς τὴν θάλασσαν ἐμπεσὼν καὶ διανηξάμενος εἰς Σικελίαν, καὶ τὴν πλησίον χώραν διελθὼν ἦλθεν εἰς πεδίον Ἔρυκος, ὃς ἐβασίλευεν Ἐλύμων. Ἔρυξ δὲ ἦν Ποσειδῶνος παῖς, ὃς τὸν ταῦρον ταῖς ἰδίαις συγκατέμιξεν ἀγέλαις. παραθέμενος οὖν τὰς βόας Ἡρακλῆς Ἡφαίστῳ ἐπὶ τὴν αὐτοῦ ζήτησιν ἠπείγετο· εὑρὼν δὲ ἐν ταῖς τοῦ Ἔρυκος ἀγέλαις, λέγοντος οὐ δώσειν ἂν μὴ παλαίσας αὐτοῦ περιγένηται, τρὶς περιγενόμενος κατὰ τὴν πάλην ἀπέκτεινε, καὶ τὸν ταῦρον λαβὼν μετὰ τῶν ἄλλων ἐπὶ τὸν Ἰόνιον ἤλαυνε πόντον. ὡς δὲ ἦλθεν ἐπὶ τοὺς μυχοὺς τοῦ πόντου, ταῖς βουσὶν οἶστρον ἐνέβαλεν ἡ Ἥρα, καὶ σχίζονται κατὰ τὰς τῆς Θράκης ὑπωρείας· ὁ δὲ διώξας τὰς μὲν συλλαβὼν ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν, αἱ δὲ ἀπολειφθεῖσαι τὸ λοιπὸν ἦσαν ἄγριαι. μόλις δὲ τῶν βοῶν συνελθουσῶν Στρυμόνα μεμψάμενος τὸν ποταμόν, πάλαι τὸ ῥεῖθρον πλωτὸν ὂν ἐμπλήσας πέτραις ἄπλωτον ἐποίησε, καὶ τὰς βόας Εὐρυσθεῖ κομίσας δέδωκεν. ὁ δὲ αὐτὰς κατέθυσεν Ἥρᾳ.
As a tenth labour he was ordered to fetch the kine of Geryon from Erythia. Now Erythia was an island near the ocean; it is now called Gadira. This island was inhabited by Geryon, son of Chrysaor by Callirrhoe, daughter of Ocean. He had the body of three men grown together and joined in one at the waist, but parted in three from the flanks and thighs. He owned red kine, of which Eurytion was the herdsman and Orthus, the two-headed hound, begotten by Typhon on Echidna, was the watchdog. So journeying through Europe to fetch the kine of Geryon he destroyed many wild beasts and set foot in Libya, and proceeding to Tartessus he erected as tokens of his journey two pillars over against each other at the boundaries of Europe and Libya. But being heated by the Sun on his journey, he bent his bow at the god, who in admiration of his hardihood, gave him a golden goblet in which he crossed the ocean. And having reached Erythia he lodged on Mount Abas. However the dog, perceiving him, rushed at him; but he smote it with his club, and when the herdsman Eurytion came to the help of the dog, Hercules killed him also. But Menoetes, who was there pasturing the kine of Hades, reported to Geryon what had occurred, and he, coming up with Hercules beside the river Anthemus, as he was driving away the kine, joined battle with him and was shot dead. And Hercules, embarking the kine in the goblet and sailing across to Tartessus, gave back the goblet to the Sun. And passing through Abderia he came to Liguria, where Ialebion and Dercynus, sons of Poseidon, attempted to rob him of the kine, but he killed them and went on his way through Tyrrhenia. But at Rhegium a bull broke away and hastily plunging into the sea swam across to Sicily, and having passed through the neighboring country since called Italy after it, for the Tyrrhenians called the bull italus, came to the plain of Eryx, who reigned over the Elymi. Now Eryx was a son of Poseidon, and he mingled the bull with his own herds. So Hercules entrusted the kine to Hephaestus and hurried away in search of the bull. He found it in the herds of Eryx, and when the king refused to surrender it unless Hercules should beat him in a wrestling bout, Hercules beat him thrice, killed him in the wrestling, and taking the bull drove it with the rest of the herd to the Ionian Sea. But when he came to the creeks of the sea, Hera afflicted the cows with a gadfly, and they dispersed among the skirts of the mountains of Thrace. Hercules went in pursuit, and having caught some, drove them to the Hellespont; but the remainder were thenceforth wild. Having with difficulty collected the cows, Hercules blamed the river Strymon, and whereas it had been navigable before, he made it unnavigable by filling it with rocks; and he conveyed the kine and gave them to Eurystheus, who sacrificed them to Hera.