Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς βόας· ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ προκλήσεως ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ· Ἀμφιτρύων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυκήνας. ὁ δὲ Ἠλεκτρύων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων ἐπʼ αὐτὴν ἀφῆκεν ὃ μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος παντὸς Ἄργους ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε· τὴν δὲ Μίδειαν, μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις.
Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης γαμηθήσεσθαι αὐτῷ τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον, ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ παρεκάλει συλλαβέσθαι Κρέοντα. ὁ δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν Καδμείαν τῆς ἀλώπεκος ἀπαλλάξῃ· ἔφθειρε γὰρ τὴν Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν.
When Electryon reigned over Mycenae, the sons of Pterelaus came with some Taphians and claimed the kingdom of Mestor, their maternal grandfather, and as Electryon paid no heed to the claim, they drove away his kine; and when the sons of Electryon stood on their defence, they challenged and slew each other. But of the sons of Electryon there survived Licymnius, who was still young; and of the sons of Pterelaus there survived Everes, who guarded the ships. Those of the Taphians who escaped sailed away, taking with them the cattle they had lifted, and entrusted them to Polyxenus, king of the Eleans; but Amphitryon ransomed them from Polyxenus and brought them to Mycenae. Wishing to avenge his sons' death, Electryon purposed to make war on the Teleboans, but first he committed the kingdom to Amphitryon along with his daughter Alcmena, binding him by oath to keep her a virgin until his return. However, as he was receiving the cows back, one of them charged, and Amphitryon threw at her the club which he had in his hands. But the club rebounded from the cow's horns and striking Electryon's head killed him. Hence Sthenelus laid hold of this pretext to banish Amphitryon from the whole of Argos, while he himself seized the throne of Mycenae and Tiryns; and he entrusted Midea to Atreus and Thyestes, the sons of Pelops, whom he had sent for. Amphitryon went with Alcmena and Licymnius to Thebes and was purified by Creon and gave his sister Perimede to Licymnius. And as Alcmena said she would marry him when he had avenged her brothers' death, Amphitryon engaged to do so, and undertook an expedition against the Teleboans, and invited Creon to assist him. Creon said he would join in the expedition if Amphitryon would first rid the Cadmea of the vixen; for a brute of a vixen was ravaging the Cadmea. But though Amphitryon undertook the task, it was fated that nobody should catch her.
ἀδικουμένης δὲ τῆς χώρας, ἕνα τῶν ἀστῶν παῖδα οἱ Θηβαῖοι κατὰ μῆνα προετίθεσαν αὐτῇ, πολλοὺς ἁρπαξούσῃ, τοῦτʼ εἰ μὴ γένοιτο. ἀπαλλαγεὶς οὖν Ἀμφιτρύων εἰς Ἀθήνας πρὸς Κέφαλον τὸν Δηιονέως, συνέπειθεν ἐπὶ μέρει τῶν ἀπὸ Τηλεβοῶν λαφύρων ἄγειν ἐπὶ τὴν θήραν τὸν κύνα ὃν Πρόκρις ἤγαγεν ἐκ Κρήτης παρὰ Μίνωος λαβοῦσα· ἦν δὲ καὶ τούτῳ πεπρωμένον πᾶν, ὅ τι ἂν διώκῃ, λαμβάνειν. διωκομένης οὖν ὑπὸ τοῦ κυνὸς τῆς ἀλώπεκος, Ζεὺς ἀμφοτέρους λίθους ἐποίησεν. Ἀμφιτρύων δὲ ἔχων ἐκ μὲν Θορικοῦ τῆς Ἀττικῆς Κέφαλον συμμαχοῦντα, ἐκ δὲ Φωκέων Πανοπέα, ἐκ δὲ Ἕλους τῆς Ἀργείας Ἕλειον τὸν Περσέως, ἐκ δὲ Θηβῶν Κρέοντα, τὰς τῶν Ταφίων νήσους ἐπόρθει. ἄχρι μὲν οὖν ἔζη Πτερέλαος, οὐκ ἐδύνατο τὴν Τάφον ἑλεῖν· ὡς δὲ ἡ Πτερελάου θυγάτηρ Κομαιθὼ ἐρασθεῖσα Ἀμφιτρύωνος τὴν χρυσῆν τρίχα τοῦ πατρὸς ἐκ τῆς κεφαλῆς ἐξείλετο, Πτερελάου τελευτήσαντος ἐχειρώσατο τὰς νήσους ἁπάσας. τὴν μὲν οὖν Κομαιθὼ κτείνει Ἀμφιτρύων καὶ τὴν λείαν ἔχων εἰς Θήβας ἔπλει, καὶ τὰς νήσους Ἑλείῳ καὶ Κεφάλῳ δίδωσι. κἀκεῖνοι πόλεις αὐτῶν ἐπωνύμους κτίσαντες κατῴκησαν.
As the country suffered thereby, the Thebans every month exposed a son of one of the citizens to the brute, which would have carried off many if that were not done. So Amphitryon betook him to Cephalus, son of Deioneus, at Athens, and persuaded him, in return for a share of the Teleboan spoils, to bring to the chase the dog which Procris had brought from Crete as a gift from Minos; for that dog was destined to catch whatever it pursued. So then, when the vixen was chased by the dog, Zeus turned both of them into stone. Supported by his allies, to wit, Cephalus from Thoricus in Attica, Panopeus from Phocis, Heleus, son of Perseus, from Helos in Argolis, and Creon from Thebes, Amphitryon ravaged the islands of the Taphians. Now, so long as Pterelaus lived, he could not take Taphos; but when Comaetho, daughter of Pterelaus, falling in love with Amphitryon, pulled out the golden hair from her father's head, Pterelaus died, and Amphitryon subjugated all the islands. He slew Comaetho, and sailed with the booty to Thebes, and gave the islands to Heleus and Cephalus; and they founded cities named after themselves and dwelt in them.
πρὸ τοῦ δὲ Ἀμφιτρύωνα παραγενέσθαι εἰς Θήβας Ζεύς, διὰ νυκτὸς ἐλθὼν καὶ τὴν μίαν τριπλασιάσας νύκτα, ὅμοιος Ἀμφιτρύωνι γενόμενος Ἀλκμήνῃ συνευνάσθη καὶ τὰ γενόμενα περὶ Τηλεβοῶν διηγήσατο. Ἀμφιτρύων δὲ παραγενόμενος, ὡς οὐχ ἑώρα φιλοφρονουμένην πρὸς αὐτὸν τὴν γυναῖκα, ἐπυνθάνετο τὴν αἰτίαν· εἰπούσης δὲ ὅτι τῇ προτέρᾳ νυκτὶ παραγενόμενος αὐτῇ συγκεκοίμηται, μανθάνει παρὰ Τειρεσίου τὴν γενομένην τοῦ Διὸς συνουσίαν. Ἀλκμήνη δὲ δύο ἐγέννησε παῖδας, Διὶ μὲν Ἡρακλέα, μιᾷ νυκτὶ πρεσβύτερον, Ἀμφιτρύωνι δὲ Ἰφικλέα. τοῦ δὲ παιδὸς ὄντος ὀκταμηνιαίου δύο δράκοντας ὑπερμεγέθεις Ἥρα ἐπὶ τὴν εὐνὴν ἔπεμψε, διαφθαρῆναι τὸ βρέφος θέλουσα. ἐπιβοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα, Ἡρακλῆς διαναστὰς ἄγχων ἑκατέραις ταῖς χερσὶν αὐτοὺς διέφθειρε. Φερεκύδης δέ φησιν Ἀμφιτρύωνα, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκείνου, τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ τοῦ μὲν Ἰφικλέους φυγόντος τοῦ δὲ Ἡρακλέους ὑποστάντος μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται.
But before Amphitryon reached Thebes, Zeus came by night and prolonging the one night threefold he assumed the likeness of Amphitryon and bedded with Alcmena and related what had happened concerning the Teleboans. But when Amphitryon arrived and saw that he was not welcomed by his wife, he inquired the cause; and when she told him that he had come the night before and slept with her, he learned from Tiresias how Zeus had enjoyed her. And Alcmena bore two sons, to wit, Hercules, whom she had by Zeus and who was the elder by one night, and Iphicles, whom she had by Amphitryon. When the child was eight months old, Hera desired the destruction of the babe and sent two huge serpents to the bed. Alcmena called Amphitryon to her help, but Hercules arose and killed the serpents by strangling them with both his hands. However, Pherecydes says that it was Amphitryon who put the serpents in the bed, because he would know which of the two children was his, and that when Iphicles fled, and Hercules stood his ground, he knew that Iphicles was begotten of his body.
ἐδιδάχθη δὲ Ἡρακλῆς ἁρματηλατεῖν μὲν ὑπὸ Ἀμφιτρύωνος, παλαίειν δὲ ὑπὸ Αὐτολύκου, τοξεύειν δὲ ὑπὸ Εὐρύτου, ὁπλομαχεῖν δὲ ὑπὸ Κάστορος, κιθαρῳδεῖν δὲ ὑπὸ Λίνου. οὗτος δὲ ἦν ἀδελφὸς Ὀρφέως· ἀφικόμενος δὲ εἰς Θήβας καὶ Θηβαῖος γενόμενος ὑπὸ Ἡρακλέους τῇ κιθάρᾳ πληγεὶς ἀπέθανεν· ἐπιπλήξαντα γὰρ αὐτὸν ὀργισθεὶς ἀπέκτεινε. δίκην δὲ ἐπαγόντων τινῶν αὐτῷ φόνου, παρανέγνω νόμον Ῥαδαμάνθυος λέγοντος, ὃς ἂν ἀμύνηται τὸν χειρῶν ἀδίκων κατάρξαντα, ἀθῷον εἶναι, καὶ οὕτως ἀπελύθη. δείσας δὲ Ἀμφιτρύων μὴ πάλιν τι ποιήσῃ τοιοῦτον, ἔπεμψεν αὐτὸν εἰς τὰ βουφόρβια. κἀκεῖ τρεφόμενος μεγέθει τε καὶ ῥώμῃ πάντων διήνεγκεν. ἦν δὲ καὶ θεωρηθεὶς φανερὸς ὅτι Διὸς παῖς ἦν· τετραπηχυαῖον μὲν γὰρ εἶχε τὸ σῶμα, πυρὸς δʼ ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην. οὐκ ἠστόχει δὲ οὔτε τοξεύων οὔτε ἀκοντίζων.
ἐν δὲ τοῖς βουκολίοις ὑπάρχων ὀκτωκαιδεκαέτης τὸν Κιθαιρώνειον ἀνεῖλε λέοντα. οὗτος γὰρ ὁρμώμενος ἐκ τοῦ Κιθαιρῶνος τὰς Ἀμφιτρύωνος ἔφθειρε βόας καὶ τὰς Θεσπίου.
Hercules was taught to drive a chariot by Amphitryon, to wrestle by Autolycus, to shoot with the bow by Eurytus, to fence by Castor, and to play the lyre by Linus. This Linus was a brother of Orpheus; he came to Thebes and became a Theban, but was killed by Hercules with a blow of the lyre; for being struck by him, Hercules flew into a rage and slew him. When he was tried for murder, Hercules quoted a law of Rhadamanthys, who laid it down that whoever defends himself against a wrongful aggressor shall go free, and so he was acquitted. But fearing he might do the like again, Amphitryon sent him to the cattle farm; and there he was nurtured and outdid all in stature and strength. Even by the look of him it was plain that he was a son of Zeus; for his body measured four cubits, and he flashed a gleam of fire from his eyes; and he did not miss, neither with the bow nor with the javelin. While he was with the herds and had reached his eighteenth year he slew the lion of Cithaeron, for that animal, sallying from Cithaeron, harried the kine of Amphitryon and of Thespius.
βασιλεὺς δὲ ἦν οὗτος Θεσπιῶν, πρὸς ὃν ἀφίκετο Ἡρακλῆς ἑλεῖν βουλόμενος τὸν λέοντα. ὁ δὲ αὐτὸν ἐξένισε πεντήκοντα ἡμέρας, καὶ ἐπὶ τὴν θήραν ἐξιόντι νυκτὸς ἑκάστης μίαν συνεύναζε θυγατέρα (πεντήκοντα δὲ αὐτῷ ἦσαν ἐκ Μεγαμήδης γεγεννημέναι τῆς Ἀρνέου)· ἐσπούδαζε γὰρ πάσας ἐξ Ἡρακλέους τεκνοποιήσασθαι. Ἡρακλῆς δὲ μίαν νομίζων εἶναι τὴν ἀεὶ συνευναζομένην, συνῆλθε πάσαις. καὶ χειρωσάμενος τὸν λέοντα τὴν μὲν δορὰν ἠμφιέσατο, τῷ χάσματι δὲ ἐχρήσατο κόρυθι.
Now this Thespius was king of Thespiae, and Hercules went to him when he wished to catch the lion. The king entertained him for fifty days, and each night, as Hercules went forth to the hunt, Thespius bedded one of his daughters with him( fifty daughters having been borne to him by Megamede, daughter of Arneus); for he was anxious that all of them should have children by Hercules. Thus Hercules, though he thought that his bed-fellow was always the same, had intercourse with them all. And having vanquished the lion, he dressed himself in the skin and wore the scalp as a helmet.
ἀνακάμπτοντι δὲ αὐτῷ ἀπὸ τῆς θήρας συνήντησαν κήρυκες παρὰ Ἐργίνου πεμφθέντες, ἵνα παρὰ Θηβαίων τὸν δασμὸν λάβωσιν. ἐτέλουν δὲ Θηβαῖοι τὸν δασμὸν Ἐργίνῳ διʼ αἰτίαν τήνδε. Κλύμενον τὸν Μινυῶν βασιλέα λίθῳ βαλὼν Μενοικέως ἡνίοχος, ὄνομα Περιήρης, ἐν Ὀγχηστῷ Ποσειδῶνος τεμένει τιτρώσκει· ὁ δὲ κομισθεὶς εἰς Ὀρχομενὸν ἡμιθνὴς ἐπισκήπτει τελευτῶν Ἐργίνῳ τῷ παιδὶ ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ. στρατευσάμενος δὲ Ἐργῖνος ἐπὶ Θήβας, κτείνας οὐκ ὀλίγους ἐσπείσατο μεθʼ ὅρκων, ὅπως πέμπωσιν αὐτῷ Θηβαῖοι δασμὸν ἐπὶ εἴκοσιν ἔτη, κατὰ ἔτος ἑκατὸν βόας. ἐπὶ τοῦτον τὸν δασμὸν εἰς Θήβας τοὺς κήρυκας ἀπιόντας συντυχὼν Ἡρακλῆς ἐλωβήσατο· ἀποτεμὼν γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ τὰς χεῖρας δήσας ἐκ τῶν τραχήλων, ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν. ἐφʼ οἷς ἀγανακτῶν ἐστράτευσεν ἐπὶ Θήβας. Ἡρακλῆς δὲ λαβὼν ὅπλα παρʼ Ἀθηνᾶς καὶ πολεμαρχῶν Ἐργῖνον μὲν ἔκτεινε, τοὺς δὲ Μινύας ἐτρέψατο καὶ τὸν δασμὸν διπλοῦν ἠνάγκασε Θηβαίοις φέρειν. συνέβη δὲ κατὰ τὴν μάχην Ἀμφιτρύωνα γενναίως μαχόμενον τελευτῆσαι. λαμβάνει δὲ Ἡρακλῆς παρὰ Κρέοντος ἀριστεῖον τὴν πρεσβυτάτην θυγατέρα Μεγάραν, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο τρεῖς, Θηρίμαχος Κρεοντιάδης Δηικόων. τὴν δὲ νεωτέραν θυγατέρα Κρέων Ἰφικλεῖ δίδωσιν, ἤδη παῖδα Ἰόλαον ἔχοντι ἐξ Αὐτομεδούσης τῆς Ἀλκάθου. ἔγημε δὲ καὶ Ἀλκμήνην μετὰ τὸν Ἀμφιτρύωνος θάνατον Διὸς παῖς Ῥαδάμανθυς, κατῴκει δὲ ἐν Ὠκαλέαις τῆς Βοιωτίας πεφευγώς.
προμαθὼν δὲ παρʼ Ἐυρύτου τὴν τοξικὴν Ἡρακλῆς ἔλαβε παρὰ Ἑρμοῦ μὲν ξίφος, παρʼ Ἀπόλλωνος δὲ τόξα, παρὰ δὲ Ἡφαίστου θώρακα χρυσοῦν, παρὰ δὲ Ἀθηνᾶς πέπλον· ῥόπαλον μὲν γὰρ αὐτὸς ἔτεμεν ἐκ Νεμέας.
As he was returning from the hunt, there met him heralds sent by Erginus to receive the tribute from the Thebans. Now the Thebans paid tribute to Erginus for the following reason. Clymenus, king of the Minyans, was wounded with a cast of a stone by a charioteer of Menoeceus, named Perieres, in a precinct of Poseidon at Onchestus; and being carried dying to Orchomenus, he with his last breath charged his son Erginus to avenge his death. So Erginus marched against Thebes, and after slaughtering not a few of the Thebans he concluded a treaty with them, confirmed by oaths, that they should send him tribute for twenty years, a hundred kine every year. Falling in with the heralds on their way to Thebes to demand this tribute, Hercules outraged them; for he cut off their ears and noses and hands, and having fastened them by ropes from their necks, he told them to carry that tribute to Erginus and the Minyans. Indignant at this outrage, Erginus marched against Thebes. But Hercules, having received weapons from Athena and taken the command, killed Erginus, put the Minyans to flight, and compelled them to pay double the tribute to the Thebans. And it chanced that in the fight Amphitryon fell fighting bravely. And Hercules received from Creon his eldest daughter Megara as a prize of valor, and by her he had three sons, Therimachus, Creontiades, and Deicoon. But Creon gave his younger daughter to Iphicles, who already had a son Iolaus by Automedusa, daughter of Alcathus. And Rhadamanthys, son of Zeus, married Alcmena after the death of Amphitryon, and dwelt as an exile at Ocaleae in Boeotia. Having first learned from Eurytus the art of archery, Hercules received a sword from Hermes, a bow and arrows from Apollo, a golden breastplate from Hephaestus, and a robe from Athena; for he had himself cut a club at Nemea.
μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν Ἰφικλέους δύο· διὸ καταδικάσας ἑαυτοῦ φυγὴν καθαίρεται μὲν ὑπὸ Θεσπίου, παραγενόμενος δὲ εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα αὐτὸν προσηγόρευσε· τὸ δὲ πρώην Ἀλκείδης προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους δέκα ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι.
Now it came to pass that after the battle with the Minyans Hercules was driven mad through the jealousy of Hera and flung his own children, whom he had by Megara, and two children of Iphicles into the fire; wherefore he condemned himself to exile, and was purified by Thespius, and repairing to Delphi he inquired of the god where he should dwell. The Pythian priestess then first called him Hercules, for hitherto he was called Alcides. And she told him to dwell in Tiryns, serving Eurystheus for twelve years and to perform the ten labours imposed on him, and so, she said, when the tasks were accomplished, he would be immortal.