Apollodorus · The Library (Bibliotheca), with the Epitome Βιβλιοθήκη

Apollodorus, The Library (Bibliotheca), with the Epitome 2.1.1–5: Inachus, Io and the Danaids

The line of Inachus of Argos runs through Phoroneus and Apis to Argus the All-seeing, whom Hermes kills while he guards Io, whom Zeus has turned into a cow. Io wanders to Egypt and bears Epaphus, whose descendants include the twins Belus and Agenor. Belus's twin sons Aegyptus and Danaus quarrel over the kingdom, Danaus flees to Argos with his fifty daughters, and they are married to Aegyptus's sons and kill them on the wedding night, all but Hypermnestra, who spares Lynceus.

Sections 2.1.1–5 · 1607 words · click a number to copy its link

ἐπειδὴ δὲ τὸ τοῦ Δευκαλίωνος διεξεληλύθαμεν γένος, ἐχομένως λέγωμεν τὸ Ἰνάχειον.

Ὠκεανοῦ καὶ Τηθύος γίνεται παῖς Ἴναχος, ἀφʼ οὗ ποταμὸς ἐν Ἄργει Ἴναχος καλεῖται. τούτου καὶ Μελίας τῆς Ὠκεανοῦ Φορωνεύς τε καὶ Αἰγιαλεὺς παῖδες ἐγένοντο. Αἰγιαλέως μὲν οὖν ἄπαιδος ἀποθανόντος ἡ χώρα ἅπασα Αἰγιάλεια ἐκλήθη, Φορωνεὺς δὲ ἁπάσης τῆς ὕστερον Πελοποννήσου προσαγορευθείσης δυναστεύων ἐκ Τηλεδίκης νύμφης Ἆπιν καὶ Νιόβην ἐγέννησεν. Ἆπις μὲν οὖν εἰς τυραννίδα τὴν ἑαυτοῦ μεταστήσας δύναμιν καὶ βίαιος ὢν τύραννος, ὀνομάσας ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον Ἀπίαν, ὑπὸ Θελξίονος καὶ Τελχῖνος ἐπιβουλευθεὶς ἄπαις ἀπέθανε, καὶ νομισθεὶς θεὸς ἐκλήθη Σάραπις· Νιόβης δὲ καὶ Διός (ᾗ πρώτῃ γυναικὶ Ζεὺς θνητῇ ἐμίγη) παῖς Ἄργος ἐγένετο, ὡς δὲ Ἀκουσίλαός φησι, καὶ Πελασγός, ἀφʼ οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς. Ἡσίοδος δὲ τὸν Πελασγὸν αὐτόχθονά φησιν εἶναι.

Having now gone through the family of Deucalion, we have next to speak of that of Inachus. Ocean and Tethys had a son Inachus, after whom a river in Argos is called Inachus. He and Melia, daughter of Ocean, had sons, Phoroneus, and Aegialeus. Aegialeus having died childless, the whole country was called Aegialia; and Phoroneus, reigning over the whole land afterwards named Peloponnese, begat Apis and Niobe by a nymph Teledice. Apis converted his power into a tyranny and named the Peloponnese after himself Apia; but being a stern tyrant he was conspired against and slain by Thelxion and Telchis. He left no child, and being deemed a god was called Sarapis. But Niobe had by Zeus ( and she was the first mortal woman with whom Zeus cohabited) a son Argus, and also, so says Acusilaus, a son Pelasgus, after whom the inhabitants of the Peloponnese were called Pelasgians. However, Hesiod says that Pelasgus was a son of the soil.

ἀλλὰ περὶ μὲν τούτου πάλιν ἐροῦμεν· Ἄργος δὲ λαβὼν τὴν βασιλείαν ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον ἐκάλεσεν Ἄργος, καὶ γήμας Εὐάδνην τὴν Στρυμόνος καὶ Νεαίρας ἐτέκνωσεν Ἔκβασον Πείραντα Ἐπίδαυρον Κρίασον, ὃς καὶ τὴν βασιλείαν παρέλαβεν.

Ἐκβάσου δὲ Ἀγήνωρ γίνεται, τούτου δὲ Ἄργος ὁ πανόπτης λεγόμενος. εἶχε δὲ οὗτος ὀφθαλμοὺς μὲν ἐν παντὶ τῷ σώματι, ὑπερβάλλων δὲ δυνάμει τὸν μὲν τὴν Ἀρκαδίαν λυμαινόμενον ταῦρον ἀνελὼν τὴν τούτου δορὰν ἠμφιέσατο, Σάτυρον δὲ τοὺς Ἀρκάδας ἀδικοῦντα καὶ ἀφαιρούμενον τὰ βοσκήματα ὑποστὰς ἀπέκτεινε. λέγεται δὲ ὅτι καὶ τὴν Ταρτάρου καὶ Γῆς Ἔχιδναν, ἣ τοὺς παριόντας συνήρπαζεν, ἐπιτηρήσας κοιμωμένην ἀπέκτεινεν. ἐξεδίκησε δὲ καὶ τὸν Ἄπιδος φόνον, τοὺς αἰτίους ἀποκτείνας.

About him I shall speak again. But Argus received the kingdom and called the Peloponnese after himself Argos; and having married Evadne, daughter of Strymon and Neaera, he begat Ecbasus, Piras, Epidaurus, and Criasus, who also succeeded to the kingdom. Ecbasus had a son Agenor, and Agenor had a son Argus, the one who is called the All-seeing. He had eyes in the whole of his body, and being exceedingly strong he killed the bull that ravaged Arcadia and clad himself in its hide; and when a satyr wronged the Arcadians and robbed them of their cattle, Argus withstood and killed him. It is said, too, that Echidna, daughter of Tartarus and Earth, who used to carry off passers-by, was caught asleep and slain by Argus. He also avenged the murder of Apis by putting the guilty to death.

Ἄργου δὲ καὶ Ἰσμήνης τῆς Ἀσωποῦ παῖς Ἴασος, οὗ φασιν Ἰὼ γενέσθαι. Κάστωρ δὲ ὁ συγγράψας τὰ χρονικὰ καὶ πολλοὶ τῶν τραγικῶν Ἰνάχου τὴν Ἰὼ λέγουσιν· Ἡσίοδος δὲ καὶ Ἀκουσίλαος Πειρῆνος αὐτήν φασιν εἶναι. ταύτην ἱερωσύνην τῆς Ἥρας ἔχουσαν Ζεὺς ἔφθειρε. φωραθεὶς δὲ ὑφʼ Ἥρας τῆς μὲν κόρης ἁψάμενος εἰς βοῦν μετεμόρφωσε λευκήν, ἀπωμόσατο δὲ ταύτῃ μὴ συνελθεῖν· διό φησιν Ἡσίοδος οὐκ ἐπισπᾶσθαι τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους ὅρκους ὑπὲρ ἔρωτος. Ἥρα δὲ αἰτησαμένη παρὰ Διὸς τὴν βοῦν φύλακα αὐτῆς κατέστησεν Ἄργον τὸν πανόπτην, ὃν Φερεκύδης μὲν Ἀρέστορος λέγει, Ἀσκληπιάδης δὲ Ἰνάχου, Κέρκωψ δὲ Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει. οὗτος ἐκ τῆς ἐλαίας ἐδέσμευεν αὐτὴν ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν βοῦν, μηνύσαντος Ἱέρακος, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο, λίθῳ βαλὼν ἀπέκτεινε τὸν Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη. Ἥρα δὲ τῇ βοῒ οἶστρον ἐμβάλλει ἡ δὲ πρῶτον ἧκεν εἰς τὸν ἀπʼ ἐκείνης Ἰόνιον κόλπον κληθέντα, ἔπειτα διὰ τῆς Ἰλλυρίδος πορευθεῖσα καὶ τὸν Αἷμον ὑπερβαλοῦσα διέβη τὸν τότε μὲν καλούμενον πόρον Θρᾴκιον, νῦν δὲ ἀπʼ ἐκείνης Βόσπορον. ἀπελθοῦσα δὲ εἰς Σκυθίαν καὶ τὴν Κιμμερίδα γῆν, πολλὴν χέρσον πλανηθεῖσα καὶ πολλὴν διανηξαμένη θάλασσαν Εὐρώπης τε καὶ Ἀσίας, τελευταῖον ἧκεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα γεννᾷ παρὰ τῷ Νείλῳ ποταμῷ Ἔπαφον παῖδα. τοῦτον δὲ Ἥρα δεῖται Κουρήτων ἀφανῆ ποιῆσαι· οἱ δὲ ἠφάνισαν αὐτόν. καὶ Ζεὺς μὲν αἰσθόμενος κτείνει Κούρητας, Ἰὼ δὲ ἐπὶ ζήτησιν τοῦ παιδὸς ἐτράπετο.

πλανωμένη δὲ κατὰ τὴν Συρίαν ἅπασαν (ἐκεῖ γὰρ ἐμηνύετο ὅτι ἡ τοῦ Βυβλίων βασιλέως γυνὴ ἐτιθήνει τὸν υἱόν) καὶ τὸν Ἔπαφον εὑροῦσα, εἰς Αἴγυπτον ἐλθοῦσα ἐγαμήθη Τηλεγόνῳ τῷ βασιλεύοντι τότε Αἰγυπτίων. ἱδρύσατο δὲ ἄγαλμα Δήμητρος, ἣν ἐκάλεσαν Ἶσιν Αἰγύπτιοι, καὶ τὴν Ἰὼ Ἶσιν ὁμοίως προσηγόρευσαν.

Argus and Ismene, daughter of Asopus, had a son Iasus, who is said to have been the father of Io. But the annalist Castor and many of the tragedians allege that Io was a daughter of Inachus; and Hesiod and Acusilaus say that she was a daughter of Piren. Zeus seduced her while she held the priesthood of Hera, but being detected by Hera he by a touch turned Io into a white cow and swore that he had not known her; wherefore Hesiod remarks that lover's oaths do not draw down the anger of the gods. But Hera requested the cow from Zeus for herself and set Argus the All-seeing to guard it. Pherecydes says that this Argus was a son of Arestor; but Asclepiades says that he was a son of Inachus, and Cercops says that he was a son of Argus and Ismene, daughter of Asopus; but Acusilaus says that he was earth-born. He tethered her to the olive tree which was in the grove of the Mycenaeans. But Zeus ordered Hermes to steal the cow, and as Hermes could not do it secretly because Hierax had blabbed, he killed Argus by the cast of a stone; whence he was called Argiphontes. Hera next sent a gadfly to infest the cow, and the animal came first to what is called after her the Ionian gulf. Then she journeyed through Illyria and having traversed Mount Haemus she crossed what was then called the Thracian Straits but is now called after her the Bosphorus. And having gone away to Scythia and the Cimmerian land she wandered over great tracts of land and swam wide stretches of sea both in Europe and Asia until at last she came to Egypt, where she recovered her original form and gave birth to a son Epaphus beside the river Nile. Him Hera besought the Curetes to make away with, and make away with him they did. When Zeus learned of it, he slew the Curetes; but Io set out in search of the child. She roamed all over Syria, because there it was revealed to her that the wife of the king of Byblus was nursing her son; and having found Epaphus she came to Egypt and was married to Telegonus, who then reigned over the Egyptians. And she set up an image of Demeter, whom the Egyptians called Isis, and Io likewise they called by the name of Isis.

Ἔπαφος δὲ βασιλεύων Αἰγυπτίων γαμεῖ Μέμφιν τὴν Νείλου θυγατέρα, καὶ ἀπὸ ταύτης κτίζει Μέμφιν πόλιν, καὶ τεκνοῖ θυγατέρα Λιβύην, ἀφʼ ἧς ἡ χώρα Λιβύη ἐκλήθη. Λιβύης δὲ καὶ Ποσειδῶνος γίνονται παῖδες δίδυμοι Ἀγήνωρ καὶ Βῆλος. Ἀγήνωρ μὲν οὖν εἰς Φοινίκην ἀπαλλαγεὶς ἐβασίλευσε, κἀκεῖ τῆς μεγάλης ῥίζης ἐγένετο γενεάρχης· ὅθεν ὑπερθησόμεθα περὶ τούτου. Βῆλος δὲ ὑπομείνας ἐν Αἰγύπτῳ βασιλεύει μὲν Αἰγύπτου, γαμεῖ δὲ Ἀγχινόην τὴν Νείλου θυγατέρα, καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός, ὡς δέ φησιν Εὐριπίδης, καὶ Κηφεὺς καὶ Φινεὺς προσέτι. Δαναὸν μὲν οὖν Βῆλος ἐν Λιβύῃ κατῴκισεν, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ, ὃς καὶ καταστρεψάμενος τὴν Μελαμπόδων χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν παῖδες πεντήκοντα, θυγατέρες δὲ Δαναῷ πεντήκοντα. στασιασάντων δὲ αὐτῶν περὶ τῆς ἀρχῆς ὕστερον, Δαναὸς τοὺς Αἰγύπτου παῖδας δεδοικώς, ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν κατεσκεύασε πρῶτος καὶ τὰς θυγατέρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας ἄγαλμα Ἀθηνᾶς ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσι Γελάνωρ ὁ τότε βασιλεύων αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς ὠνόμασε. ἀνύδρου δὲ τῆς χώρας ὑπαρχούσης, ἐπειδὴ καὶ τὰς πηγὰς ἐξήρανε Ποσειδῶν μηνίων Ἰνάχῳ διότι τὴν χώραν Ἥρας ἐμαρτύρησεν εἶναι, τὰς θυγατέρας ὑδρευσομένας ἔπεμψε. μία δὲ αὐτῶν Ἀμυμώνη ζητοῦσα ὕδωρ ῥίπτει βέλος ἐπὶ ἔλαφον καὶ κοιμωμένου Σατύρου τυγχάνει, κἀκεῖνος περιαναστὰς ἐπεθύμει συγγενέσθαι· Ποσειδῶνος δὲ ἐπιφανέντος ὁ Σάτυρος μὲν ἔφυγεν, Ἀμυμώνη δὲ τούτῳ συνευνάζεται, καὶ αὐτῇ Ποσειδῶν τὰς ἐν Λέρνῃ πηγὰς ἐμήνυσεν.

Reigning over the Egyptians Epaphus married Memphis, daughter of Nile, founded and named the city of Memphis after her, and begat a daughter Libya, after whom the region of Libya was called. Libya had by Poseidon twin sons, Agenor and Belus. Agenor departed to Phoenicia and reigned there, and there he became the ancestor of the great stock; hence we shall defer our account of him. But Belus remained in Egypt, reigned over the country, and married Anchinoe, daughter of Nile, by whom he had twin sons, Egyptus and Danaus, but according to Euripides, he had also Cepheus and Phineus. Danaus was settled by Belus in Libya, and Egyptus in Arabia; but Egyptus subjugated the country of the Melampods and named it Egypt < after himself>. Both had children by many wives; Egyptus had fifty sons, and Danaus fifty daughters. As they afterwards quarrelled concerning the kingdom, Danaus feared the sons of Egyptus, and by the advice of Athena he built a ship, being the first to do so, and having put his daughters on board he fled. And touching at Rhodes he set up the image of Lindian Athena. Thence he came to Argos and the reigning king Gelanor surrendered the kingdom to him; < and having made himself master of the country he named the inhabitants Danai after himself>. But the country being waterless, because Poseidon had dried up even the springs out of anger at Inachus for testifying that the land belonged to Hera, Danaus sent his daughters to draw water. One of them, Amymone, in her search for water threw a dart at a deer and hit a sleeping satyr, and he, starting up, desired to force her; but Poseidon appearing on the scene, the satyr fled, and Amymone lay with Poseidon, and he revealed to her the springs at Lerna.

οἱ δὲ Αἰγύπτου παῖδες ἐλθόντες εἰς Ἄργος τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν καὶ τὰς θυγατέρας αὐτοῦ γαμεῖν ἠξίουν. Δαναὸς δὲ ἅμα μὲν ἀπιστῶν αὐτῶν τοῖς ἐπαγγέλμασιν, ἅμα δὲ καὶ μνησικακῶν περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὑπερμνήστραν μὲν οὖν τὴν πρεσβυτέραν ἐξεῖλον Λυγκεῖ καὶ Γοργοφόνην Πρωτεῖ· οὗτοι γὰρ ἐκ βασιλίδος γυναικὸς Ἀργυφίης ἐγεγόνεισαν Αἰγύπτῳ. τῶν δὲ λοιπῶν ἔλαχον Βούσιρις μὲν καὶ Ἐγκέλαδος καὶ Λύκος καὶ Δαΐφρων τὰς Δαναῷ γεννηθείσας ἐξ Εὐρώπης Αὐτομάτην Ἀμυμώνην Ἀγαυὴν Σκαιήν. αὗται δὲ ἐκ βασιλίδος ἐγένοντο Δαναῷ, ἐκ δὲ Ἐλεφαντίδος Γοργοφόνη καὶ Ὑπερμνήστρα.Ἴστρος δὲ Ἱπποδάμειαν, Χαλκώδων Ῥοδίαν, Ἀγήνωρ Κλεοπάτραν, Χαῖτος Ἀστερίαν, Διοκορυστὴς Ἱπποδαμείαν, Ἄλκης Γλαύκην, Ἀλκμήνωρ Ἱππομέδουσαν, Ἱππόθοος Γόργην, Εὐχήνωρ Ἰφιμέδουσαν, Ἱππόλυτος Ῥόδην. οὗτοι μὲν οἱ δέκα ἐξ Ἀραβίας γυναικός, αἱ δὲ παρθένοι ἐξ Ἁμαδρυάδων νυμφῶν, αἱ μὲν Ἀτλαντείης, αἱ δὲ ἐκ Φοίβης. Ἀγαπτόλεμος δὲ ἔλαχε Πειρήνην, Κερκέτης δὲ Δώριον, Εὐρυδάμας Φάρτιν, Αἴγιος Μνήστραν, Ἄργιος Εὐίππην, Ἀρχέλαος Ἀναξιβίην, Μενέμαχος Νηλώ, οἱ μὲν ἑπτὰ ἐκ Φοινίσσης γυναικός, αἱ δὲ παρθένοι Αἰθιοπίδος. ἀκληρωτὶ δὲ ἔλαχον διʼ ὁμωνυμίαν τὰς Μέμφιδος οἱ ἐκ Τυρίας, Κλειτὸς Κλειτήν, Σθένελος Σθενέλην, Χρύσιππος Χρυσίππην. οἱ δὲ ἐκ Καλιάδνης νηίδος νύμφης παῖδες δώδεκα ἐκληρώσαντο περὶ τῶν ἐκ Πολυξοῦς νηίδος νύμφης· ἦσαν δὲ οἱ μὲν παῖδες Εὐρύλοχος Φάντης Περισθένης Ἕρμος Δρύας Ποταμὼν Κισσεὺς Λίξος Ἴμβρος Βρομίος Πολύκτωρ Χθονίος, αἱ δὲ κόραι Αὐτονόη Θεανὼ Ἠλέκτρα Κλεοπάτρα Εὐρυδίκη Γλαυκίππη Ἀνθήλεια Κλεοδώρη Εὐίππη Ἐρατὼ Στύγνη Βρύκη. οἱ δὲ ἐκ Γοργόνος Αἰγύπτῳ γενόμενοι ἐκληρώσαντο περὶ τῶν ἐκ Πιερίας, καὶ λαγχάνει Περίφας μὲν Ἀκταίην, Οἰνεὺς δὲ Ποδάρκην, Αἴγυπτος Διωξίππην, Μενάλκης Ἀδίτην, Λάμπος Ὠκυπέτην, Ἴδμων Πυλάργην. οὗτοι δέ εἰσι νεώτατοι· Ἴδας Ἱπποδίκην, Δαΐφρων Ἀδιάντην (αὗται δὲ ἐκ μητρὸς ἐγένοντο Ἕρσης), Πανδίων Καλλιδίκην, Ἄρβηλος Οἴμην, Ὑπέρβιος Κελαινώ, Ἱπποκορυστὴς Ὑπερίππην· οὗτοι ἐξ Ἡφαιστίνης, αἱ δὲ ἐκ Κρινοῦς.

ὡς δὲ ἐκληρώσαντο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν πλὴν Ὑπερμνήστρας· αὕτη γὰρ Λυγκέα διέσωσε παρθένον αὐτὴν φυλάξαντα· διὸ καθείρξας αὐτὴν Δαναὸς ἐφρούρει. αἱ δὲ ἄλλαι τῶν Δαναοῦ θυγατέρων τὰς μὲν κεφαλὰς τῶν νυμφίων ἐν τῇ Λέρνῃ κατώρυξαν, τὰ δὲ σώματα πρὸ τῆς πόλεως ἐκήδευσαν. καὶ αὐτὰς ἐκάθηραν Ἀθηνᾶ τε καὶ Ἑρμῆς Διὸς κελεύσαντος. Δαναὸς δὲ ὕστερον Ὑπερμνήστραν Λυγκεῖ συνῴκισε, τὰς δὲ λοιπὰς θυγατέρας εἰς γυμνικὸν ἀγῶνα τοῖς νικῶσιν ἔδωκεν.

Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον. οὗτος μακρόβιος γενόμενος, πλέων τὴν θάλασσαν, τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ ἐπυρσοφόρει. συνέβη οὖν καὶ αὐτὸν τελευτῆσαι ἐκείνῳ τῷ θανάτῳ. πρὶν δὲ τελευτῆσαι ἔγημε ὡς μὲν οἱ τραγικοὶ λέγουσι, Κλυμένην τὴν Κατρέως, ὡς δὲ ὁ τοὺς νόστους γράψας, Φιλύραν, ὡς δὲ Κέρκωψ, Ἡσιόνην, καὶ ἐγέννησε Παλαμήδην Οἴακα Ναυσιμέδοντα.

But the sons of Egyptus came to Argos, and exhorted Danaus to lay aside his enmity, and begged to marry his daughters. Now Danaus distrusted their professions and bore them a grudge on account of his exile; nevertheless he consented to the marriage and allotted the damsels among them. First, they picked out Hypermnestra as the eldest to be the wife of Lynceus, and Gorgophone to be the wife of Proteus; for Lynceus and Proteus had been borne to Egyptus by a woman of royal blood, Argyphia; but of the rest Busiris, Enceladus, Lycus, and Daiphron obtained by lot the daughters that had been borne to Danaus by Europe, to wit, Automate, Amymone, Agave, and Scaea. These daughters were borne to Danaus by a queen; but Gorgophone and Hypermnestra were borne to him by Elephantis. And Istrus got Hippodamia; Chalcodon got Rhodia; Agenor got Cleopatra; Chaetus got Asteria; Diocorystes got Hippodamia; Alces got Glauce; Alcmenor got Hippomedusa; Hippothous got Gorge; Euchenor got Iphimedusa; Hippolytus got Rhode. These ten sons were begotten on an Arabian woman; but the maidens were begotten on Hamadryad nymphs, some being daughters of Atlantia, and others of Phoebe. Agaptolemus got Pirene; Cercetes got Dorium; Eurydamas got Phartis; Aegius got Mnestra; Argius got Evippe; Archelaus got Anaxibia; Menemachus got Nelo. These seven sons were begotten on a Phoenician woman, and the maidens on an Ethiopian woman. The sons of Egyptus by Tyria got as their wives, without drawing lots, the daughters of Danaus by Memphis in virtue of the similarity of their names; thus Clitus got Clite; Sthenelus got Sthenele; Chrysippus got Chrysippe. The twelve sons of Egyptus by the Naiad nymph Caliadne cast lots for the daughters of Danaus by the Naiad nymph Polyxo: the sons were Eurylochus, Phantes, Peristhenes, Hermus, Dryas, Potamon, Cisseus, Lixus, Imbrus, Bromius, Polyctor, Chthonius; and the damsels were Autonoe, Theano, Electra, Cleopatra, Eurydice, Glaucippe, Anthelia, Cleodore, Evippe, Erato, Stygne, Bryce. The sons of Egyptus by Gorgo, cast lots for the daughters of Danaus by Pieria, and Periphas got Actaea, Oeneus got Podarce, Egyptus got Dioxippe, Menalces got Adite, Lampus got Ocypete, Idmon got Pylarge. The youngest sons of Egyptus were these: Idas got Hippodice; Daiphron got Adiante ( the mother who bore these damsels was Herse); Pandion got Callidice; Arbelus got Oeme; Hyperbius got Celaeno; Hippocorystes got Hyperippe; the mother of these men was Hephaestine, and the mother of these damsels was Crino. When they had got their brides by lot, Danaus made a feast and gave his daughters daggers; and they slew their bridegrooms as they slept, all but Hypermnestra; for she saved Lynceus because he had respected her virginity: wherefore Danaus shut her up and kept her under ward. But the rest of the daughters of Danaus buried the heads of their bridegrooms in Lerna and paid funeral honors to their bodies in front of the city; and Athena and Hermes purified them at the command of Zeus. Danaus afterwards united Hypermnestra to Lynceus; and bestowed his other daughters on the victors in an athletic contest. Amymone had a son Nauplius by Poseidon. This Nauplius lived to a great age, and sailing the sea he used by beacon lights to lure to death such as he fell in with. It came to pass, therefore, that he himself died by that very death. But before his death he married a wife; according to the tragic poets, she was Clymene, daughter of Catreus; but according to the author of The Returns, she was Philyra; and according to Cercops she was Hesione. By her he had Palamedes, Oeax, and Nausimedon.

People and places in this passage

English translation by Sir James George Frazer (1921). Original text: Sir James George Frazer (ed.), Apollodorus, The Library, 2 vols., Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1921 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.