ἐπεὶ δὲ τὸ Ἰνάχειον διερχόμενοι γένος τοὺς ἀπὸ Βήλου μέχρι τῶν Ἡρακλειδῶν δεδηλώκαμεν, ἐχομένως λέγωμεν καὶ τὰ περὶ Ἀγήνορος. ὡς γὰρ ἡμῖν λέλεκται, δύο Λιβύη ἐγέννησε παῖδας ἐκ Ποσειδῶνος, Βῆλον καὶ Ἀγήνορα. Βῆλος μὲν οὖν βασιλεύων Αἰγυπτίων τοὺς προειρημένους ἐγέννησεν, Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν Φοινίκην γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ θυγατέρα μὲν Εὐρώπην, παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ Ἀγήνορος ἀλλὰ Φοίνικος λέγουσι. ταύτης Ζεὺς ἐρασθείς, †ῥόδου ἀποπλέων, ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπηδόνα Ῥαδάμανθυν· καθʼ Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐρώπης γενομένης ὁ πατὴρ αὐτῆς Ἀγήνωρ ἐπὶ ζήτησιν ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι, τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης πλησίον, καὶ πᾶσαν τὴν ὑφʼ ἑαυτοῦ κειμένην χώραν ποταμῷ σύνεγγυς Πυράμῳ Κιλικίαν ἐκάλεσε· Κάδμος δὲ καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν.
Having now run over the family of Inachus and described them from Belus down to the Heraclids, we have next to speak of the house of Agenor. For as I have said, Libya had by Poseidon two sons, Belus and Agenor. Now Belus reigned over the Egyptians and begat the aforesaid sons; but Agenor went to Phoenicia, married Telephassa, and begat a daughter Europa and three sons, Cadmus, Phoenix, and Cilix. But some say that Europa was a daughter not of Agenor but of Phoenix. Zeus loved her, and turning himself into a tame bull, he mounted her on his back and conveyed her through the sea to Crete. There Zeus bedded with her, and she bore Minos, Sarpedon, and Rhadamanthys; but according to Homer, Sarpedon was a son of Zeus by Laodamia, daughter of Bellerophon. On the disappearance of Europa her father Agenor sent out his sons in search of her, telling them not to return until they had found Europa. With them her mother, Telephassa, and Thasus, son of Poseidon, or according to Pherecydes, of Cilix, went forth in search of her. But when, after diligent search, they could not find Europa, they gave up the thought of returning home, and took up their abode in divers places; Phoenix settled in Phoenicia; Cilix settled near Phoenicia, and all the country subject to himself near the river Pyramus he called Cilicia; and Cadmus and Telephassa took up their abode in Thrace and in like manner Thasus founded a city Thasus in an island off Thrace and dwelt there.
Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. οἱ δὲ ὡς ἐτελειώθησαν, πρὸς ἀλλήλους ἐστασίασαν· ἴσχουσι γὰρ ἔρωτα παιδὸς ὃς ἐκαλεῖτο Μίλητος, Ἀπόλλωνος δὲ ἦν καὶ Ἀρείας τῆς Κλεόχου. τοῦ δὲ παιδὸς πρὸς Σαρπηδόνα μᾶλλον οἰκείως ἔχοντος πολεμήσας Μίνως ἐπροτέρησεν. οἱ δὲ φεύγουσι, καὶ Μίλητος μὲν Καρίᾳ προσσχὼν ἐκεῖ πόλιν ἀφʼ ἑαυτοῦ ἔκτισε Μίλητον, Σαρπηδὼν δὲ συμμαχήσας Κίλικι πρὸς Λυκίους ἔχοντι πόλεμον, ἐπὶ μέρει τῆς χώρας, Λυκίας ἐβασίλευσε. καὶ αὐτῷ δίδωσι Ζεὺς ἐπὶ τρεῖς γενεὰς ζῆν. ἔνιοι δὲ αὐτοὺς ἐρασθῆναι λέγουσιν Ἀτυμνίου τοῦ Διὸς καὶ Κασσιεπείας, καὶ διὰ τοῦτον στασιάσαι. Ῥαδάμανθυς δὲ τοῖς νησιώταις νομοθετῶν, αὖθις φυγὼν εἰς Βοιωτίαν Ἀλκμήνην γαμεῖ, καὶ μεταλλάξας ἐν Ἅιδου μετὰ Μίνωος δικάζει. Μίνως δὲ Κρήτην κατοικῶν ἔγραψε νόμους, καὶ γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δὲ Ἀσκληπιάδης φησί, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα Δευκαλίωνα Γλαῦκον Ἀνδρόγεων, θυγατέρας δὲ Ἀκάλλην Ξενοδίκην Ἀριάδνην Φαίδραν, ἐκ Παρείας δὲ νύμφης Εὐρυμέδοντα Νηφαλίωνα Χούσην Φιλόλαον, ἐκ δὲ Δεξιθέας Εὐξάνθιον.
Now Asterius, prince of the Cretans, married Europa and brought up her children. But when they were grown up, they quarrelled with each other; for they loved a boy called Miletus, son of Apollo by Aria, daughter of Cleochus. As the boy was more friendly to Sarpedon, Minos went to war and had the better of it, and the others fled. Miletus landed in Caria and there founded a city which he called Miletus after himself; and Sarpedon allied himself with Cilix, who was at war with the Lycians, and having stipulated for a share of the country, he became king of Lycia. And Zeus granted him to live for three generations. But some say that they loved Atymnius, the son of Zeus and Cassiepea, and that it was about him that they quarrelled. Rhadamanthys legislated for the islanders but afterwards he fled to Boeotia and married Alcmena; and since his departure from the world he acts as judge in Hades along with Minos. Minos, residing in Crete, passed laws, and married Pasiphae, daughter of the Sun and Perseis; but Asclepiades says that his wife was Crete, daughter of Asterius. He begat sons, to wit, Catreus, Deucalion, Glaucus, and Androgeus: and daughters, to wit, Acalle, Xenodice, Ariadne, Phaedra; and by a nymph Paria he had Eurymedon, Nephalion, Chryses, and Philolaus; and by Dexithea he had Euxanthius.
Ἀστερίου δὲ ἄπαιδος ἀποθανόντος Μίνως βασιλεύειν θέλων Κρήτης ἐκωλύετο. φήσας δὲ παρὰ θεῶν τὴν βασιλείαν εἰληφέναι, τοῦ πιστευθῆναι χάριν ἔφη, ὅ τι ἂν εὔξηται, γενέσθαι. καὶ Ποσειδῶνι θύων ηὔξατο ταῦρον ἀναφανῆναι ἐκ τῶν βυθῶν, καταθύσειν ὑποσχόμενος τὸν φανέντα. τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀνέντος αὐτῷ διαπρεπῆ τὴν βασιλείαν παρέλαβε, τὸν δὲ ταῦρον εἰς τὰ βουκόλια πέμψας ἔθυσεν ἕτερον. .
Asterius dying childless, Minos wished to reign over Crete, but his claim was opposed. So he alleged that he had received the kingdom from the gods, and in proof of it he said that whatever he prayed for would be done. And in sacrificing to Poseidon he prayed that a bull might appear from the depths, promising to sacrifice it when it appeared. Poseidon did send him up a fine bull, and Minos obtained the kingdom, but he sent the bull to the herds and sacrificed another. [ Being the first to obtain the dominion of the sea, he extended his rule over almost all the islands. ]
ὀργισθεὶς δὲ αὐτῷ Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα τοῦ ταύρου συνεργὸν λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχιτέκτων, πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλίνην βοῦν ἐπὶ τροχῶν κατασκευάσας, καὶ ταύτην λαβὼν καὶ κοιλάνας ἔνδοθεν, ἐκδείρας τε βοῦν τὴν δορὰν περιέρραψε, καὶ θεὶς ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι βόσκεσθαι, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν. ἡ δὲ Ἀστέριον ἐγέννησε τὸν κληθέντα Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός· Μίνως δὲ ἐν τῷ λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας αὐτὸν ἐφύλαττεν. ἦν δὲ ὁ λαβύρινθος, ὃν Δαίδαλος κατεσκεύασεν, οἴκημα καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον. τὰ μὲν οὖν περὶ Μινωταύρου καὶ Ἀνδρόγεω καὶ Φαίδρας καὶ Ἀριάδνης ἐν τοῖς περὶ Θησέως ὕστερον ἐροῦμεν.
But angry at him for not sacrificing the bull, Poseidon made the animal savage, and contrived that Pasiphae should conceive a passion for it. In her love for the bull she found an accomplice in Daedalus, an architect, who had been banished from Athens for murder. He constructed a wooden cow on wheels, took it, hollowed it out in the inside, sewed it up in the hide of a cow which he had skinned, and set it in the meadow in which the bull used to graze. Then he introduced Pasiphae into it; and the bull came and coupled with it, as if it were a real cow. And she gave birth to Asterius, who was called the Minotaur. He had the face of a bull, but the rest of him was human; and Minos, in compliance with certain oracles, shut him up and guarded him in the Labyrinth. Now the Labyrinth which Daedalus constructed was a chamber “ that with its tangled windings perplexed the outward way. ” The story of the Minotaur, and Androgeus, and Phaedra, and Ariadne, I will tell hereafter in my account of Theseus.