Πηλεὺς δὲ εἰς Φθίαν φυγὼν πρὸς Εὐρυτίωνα τὸν Ἄκτορος ὑπʼ αὐτοῦ καθαίρεται, καὶ λαμβάνει παρʼ αὐτοῦ τὴν θυγατέρα Ἀντιγόνην καὶ τῆς χώρας τὴν τρίτην μοῖραν. καὶ γίνεται θυγάτηρ αὐτῷ Πολυδώρα, ἣν ἔγημε Βῶρος ὁ Περιήρους.
Peleus fled to Phthia to the court of Eurytion, son of Actor, and was purified by him, and he received from him his daughter Antigone and the third part of the country. And a daughter Polydora was born to him, who was wedded by Borus, son of Perieres.
ἐντεῦθεν ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου μετʼ Εὐρυτίωνος ἐλθών, προέμενος ἐπὶ τὸν σῦν ἀκόντιον Εὐρυτίωνος τυγχάνει καὶ κτείνει τοῦτον ἄκων. πάλιν οὖν ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ ὑπʼ αὐτοῦ καθαίρεται.
Thence he went with Eurytion to hunt the Calydonian boar, but in throwing a dart at the hog he involuntarily struck and killed Eurytion. Therefore flying again from Phthia he betook him to Acastus at Iolcus and was purified by him.
ἀγωνίζεται δὲ καὶ τὸν ἐπὶ Πελίᾳἀγῶνα, πρὸς Ἀταλάντην διαπαλαίσας. καὶ Ἀστυδάμεια ἡ Ἀκάστου γυνή, Πηλέως ἐρασθεῖσα, περὶ συνουσίας προσέπεμψεν αὐτῷ λόγους. μὴ δυναμένη δὲ πεῖσαι, πρὸς τὴν γυναῖκα αὐτοῦ πέμψασα ἔφη μέλλειν Πηλέα γαμεῖν Στερόπην τὴν Ἀκάστου θυγατέρα· καὶ τοῦτο ἐκείνη ἀκούσασα ἀγχόνην ἀνάπτει. Πηλέως δὲ πρὸς Ἄκαστον καταψεύδεται, λέγουσα ὑπʼ αὐτοῦ περὶ συνουσίας πεπειρᾶσθαι. Ἄκαστοςδὲ ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ Πήλιον. ἔνθα ἁμίλλης περὶ θήρας γενομένης, Πηλεὺς μὲν ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν εἰς πήραν ἐτίθει, οἱ δὲ μετὰ Ἀκάστου ταῦτα χειρούμενοι κατεγέλων ὡς μηδὲν τεθηρακότος τοῦ Πηλέως. ὁ δὲ τὰς γλώσσας παρασχόμενος ὅσας εἶχεν ἐκείνοις, τοσαῦτα ἔφη τεθηρευκέναι. ἀποκοιμηθέντος δὲ αὐτοῦ ἐν τῷ Πηλίῳ, ἀπολιπὼν Ἄκαστος καὶ τὴν μάχαιραν ἐν τῇ τῶν βοῶν κόπρῳ κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ ζητῶν τὴν μάχαιραν, ὑπὸ τῶν Κενταύρων καταληφθεὶς ἔμελλεν ἀπόλλυσθαι, σώζεται δὲ ὑπὸ Χείρωνος· οὗτος καὶ τὴν μάχαιραν αὐτοῦ ἐκζητήσας δίδωσι.
And at the games celebrated in honor of Pelias he contended in wrestling with Atalanta. And Astydamia, wife of Acastus, fell in love with Peleus, and sent him a proposal for a meeting; and when she could not prevail on him she sent word to his wife that Peleus was about to marry Sterope, daughter of Acastus; on hearing which the wife of Peleus strung herself up. And the wife of Acastus falsely accused Peleus to her husband, alleging that he had attempted her virtue. On hearing that, Acastus would not kill the man whom he had purified, but took him to hunt on Pelion. There a contest taking place in regard to the hunt, Peleus cut out and put in his pouch the tongues of the animals that fell to him, while the party of Acastus bagged his game and derided him as if he had taken nothing. But he produced them the tongues, and said that he had taken just as many animals as he had tongues. When he had fallen asleep on Pelion, Acastus deserted him, and hiding his sword in the cows' dung, returned. On arising and looking for his sword, Peleus was caught by the centaurs and would have perished, if he had not been saved by Chiron, who also restored him his sword, which he had sought and found.
γαμεῖ δὲ ὁ Πηλεὺς Πολυδώραν τὴν Περιήρους, ἐξ ἧς αὐτῷ γίνεται Μενέσθιος ἐπίκλην, ὁ Σπερχειοῦ τοῦ ποταμοῦ.
Peleus married Polydora, daughter of Perieres, by whom he had a putative son Menesthius, though in fact Menesthius was the son of the river Sperchius.
αὖθις δὲ γαμεῖ Θέτιν τὴν Νηρέως, περὶ ἧς τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἤρισαν, Θέμιδος δὲ θεσπιῳδούσης ἔσεσθαι τὸν ἐκ ταύτης γεννηθέντα κρείττονα τοῦ πατρὸς ἀπέσχοντο. ἔνιοι δέ φασι, Διὸς ὁρμῶντος ἐπὶ τὴν ταύτης συνουσίαν, εἰρηκέναι Προμηθέα τὸν ἐκ ταύτης αὐτῷ γεννηθέντα οὐρανοῦ δυναστεύσειν. τινὲς δὲ λέγουσι Θέτιν μὴ βουληθῆναι Διὶ συνελθεῖν ὡς ὑπὸ Ἥρας τραφεῖσαν, Δία δὲ ὀργισθέντα θνητῷ θέλειν αὐτὴν συνοικίσαι. Χείρωνος οὖν ὑποθεμένου Πηλεῖ συλλαβεῖν καὶ κατασχεῖν αὐτὴν μεταμορφουμένην, ἐπιτηρήσας συναρπάζει, γινομένην δὲ ὁτὲ μὲν πῦρ ὁτὲ δὲ ὕδωρ ὁτὲ δὲ θηρίον οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν. γαμεῖ δὲ ἐν τῷ Πηλίῳ, κἀκεῖ θεοὶ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσειδῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ ἦσαν οὗτοι.
Afterwards he married Thetis, daughter of Nereus, for whose hand Zeus and Poseidon had been rivals; but when Themis prophesied that the son born of Thetis would be mightier than his father, they withdrew. But some say that when Zeus was bent on gratifying his passion for her, Prometheus declared that the son borne to him by her would be lord of heaven; and others affirm that Thetis would not consort with Zeus because she had been brought up by Hera, and that Zeus in anger would marry her to a mortal. Chiron, therefore, having advised Peleus to seize her and hold her fast in spite of her shape-shifting, he watched his chance and carried her off, and though she turned, now into fire, now into water, and now into a beast, he did not let her go till he saw that she had resumed her former shape. And he married her on Pelion, and there the gods celebrated the marriage with feast and song. And Chiron gave Peleus an ashen spear, and Poseidon gave him horses, Balius and Xanthus, and these were immortal.
ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθʼ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε· καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
When Thetis had got a babe by Peleus, she wished to make it immortal, and unknown to Peleus she used to hide it in the fire by night in order to destroy the mortal element which the child inherited from its father, but by day she anointed him with ambrosia. But Peleus watched her, and, seeing the child writhing on the fire, he cried out; and Thetis, thus prevented from accomplishing her purpose, forsook her infant son and departed to the Nereids. Peleus brought the child to Chiron, who received him and fed him on the inwards of lions and wild swine and the marrows of bears, and named him Achilles, because he had not put his lips to the breast; but before that time his name was Ligyron.
Πηλεὺς δὲ μετὰ ταῦτα σὺν Ἰάσονι καὶ Διοσκούροις ἐπόρθησεν Ἰωλκόν, καὶ Ἀστυδάμειαν τὴν Ἀκάστου γυναῖκα φονεύει, καὶ διελὼν μεληδὸν διήγαγε διʼ αὐτῆς τὸν στρατὸν εἰς τὴν πόλιν.
After that Peleus, with Jason and the Dioscuri, laid waste Iolcus; and he slaughtered Astydamia, wife of Acastus, and, having divided her limb from limb, he led the army through her into the city.
ὡς δὲ ἐγένετο ἐνναετὴς Ἀχιλλεύς, Κάλχαντος λέγοντος οὐ δύνασθαι χωρὶς αὐτοῦ Τροίαν αἱρεθῆναι, Θέτις προειδυῖα ὅτι δεῖ στρατευόμενον αὐτὸν ἀπολέσθαι, κρύψασα ἐσθῆτι γυναικείᾳ ὡς παρθένον Λυκομήδει παρέθετο. κἀκεῖ τρεφόμενος τῇ Λυκομήδους θυγατρὶ Δηιδαμείᾳ μίγνυται, καὶ γίνεται παῖς Πύρρος αὐτῷ ὁ κληθεὶς Νεοπτόλεμος αὖθις. Ὀδυσσεὺς δὲ μηνυθέντα παρὰ Λυκομήδει ζητῶν Ἀχιλλέα, σάλπιγγι χρησάμενος εὗρε. καὶ τοῦτον τὸν τρόπον εἰς Τροίαν ἦλθε.
συνείπετο δὲ αὐτῷ Φοῖνιξ ὁ Ἀμύντορος. οὗτος ὑπὸ τοῦ πατρὸς ἐτυφλώθη καταψευσαμένης φθορὰν Φθίας τῆς τοῦ πατρὸς παλλακῆς. Πηλεὺς δὲ αὐτὸν πρὸς Χείρωνα κομίσας, ὑπʼ ἐκείνου θεραπευθέντα τὰς ὄψεις βασιλέα κατέστησε Δολόπων.
συνείπετο δὲ καὶ Πάτροκλος ὁ Μενοιτίου καὶ Σθενέλης τῆς Ἀκάστου ἢ Περιώπιδος τῆς Φέρητος, ἢ καθάπερ φησὶ Φιλοκράτης, Πολυμήλης τῆς Πηλέως. οὗτος ἐν Ὀποῦντι διενεχθεὶς ἐν παιδιᾷ περὶ ἀστραγάλων παῖδα Κλειτώνυμον τὸν Ἀμφιδάμαντος ἀπέκτεινε, καὶ φυγὼν μετὰ τοῦ πατρὸς παρὰ Πηλεῖ κατῴκει, καὶ Ἀχιλλέως ἐρώμενος γίνεται. […]
When Achilles was nine years old, Calchas declared that Troy could not be taken without him; so Thetis, foreseeing that it was fated he should perish if he went to the war, disguised him in female garb and entrusted him as a maiden to Lycomedes. Bred at his court, Achilles had an intrigue with Deidamia, daughter of Lycomedes, and a son Pyrrhus was born to him, who was afterwards called Neoptolemus. But the secret of Achilles was betrayed, and Ulysses, seeking him at the court of Lycomedes, discovered him by the blast of a trumpet. And in that way Achilles went to Troy. He was accompanied by Phoenix, son of Amyntor. This Phoenix had been blinded by his father on the strength of a false accusation of seduction preferred against him by his father's concubine Phthia. But Peleus brought him to Chiron, who restored his sight, and thereupon Peleus made him king of the Dolopians. Achilles was also accompanied by Patroclus, son of Menoetius and Sthenele, daughter of Acastus; or the mother of Patroclus was Periopis, daughter of Pheres, or, as Philocrates says, she was Polymele, daughter of Peleus. At Opus, in a quarrel over a game of dice, Patroclus killed the boy Clitonymus, son of Amphidamas, and flying with his father he dwelt at the house of Peleus and became a minion of Achilles. […]