Τὸ δὲ ς΄ βιβλίον κεφάλαια περιέχει τάδε, ὡς Ἀχιλλεὺς ὑπὸ Πενθεσιλείας ἀναιρεθείς, δεηθείσης αὐτοῦ τῆς μητρὸς Θέτιδος, ἀναβιοῖ καὶ ἀνελὼν Πενθεσίλειαν εἰς Ἅιδου πάλιν ὑποστρέφει.
The sixth book contains these chapters: how Achilles, killed by Penthesilea, at the entreaty of his mother Thetis comes back to life, and, having killed Penthesilea, returns again to Hades.
ὡς ἐν τῇ Ἀλεξάνδρᾳ Λυκόφρων εἰπὼν „ποία δ' ἀηδὼν σεῖρα κενταυροκτόνος" τὰς Σειρῆνας κενταυροκτόνους εἶπεν.
How Lycophron in the Alexandra, saying "what nightingale, a seira, slayer of centaurs", called the Sirens centaur-slayers.
ὡς Ἕλενος ὁ Πριάμου Ἀπόλλωνος ἐρώμενος γένοιτο, καὶ ἔλαβε παρ' αὐτοῦ δῶρον τόξον ἐλεφάντινον, ᾧ Ἀχιλλέα τοξεύσειε κατὰ τῆς χειρός.
How Helenus, the son of Priam, became a beloved of Apollo, and received from him as a gift an ivory bow, with which he shot Achilles in the hand.
ὅτι μετὰ Ἀνδρομάχης καὶ τῶν υἱῶν αὐτοῦ Πρίαμος ὑπὲρ τῶν Ἕκτορος ὀστῶν ἱκέτης ἀφίκετο ὡς Ἀχιλλέα.
That Priam came as a suppliant to Achilles, with Andromache and his sons [?], for the bones of Hector.
ὡς Θέτις τοὺς ἐκ Πηλέως αὐτῇ γινομένους παῖδας πυρὶ λαθραίῳ κατηνάλου, ἕξ γεγονότας· ὡς δὲ καὶ Ἀχιλλέα ἐπεχείρησε, γνοὺς Πηλεὺς ἐξείλετο τὸν ἀστράγαλον μόνον τοῦ δεξιοῦ ποδὸς κεκαυμένον, καὶ Χείρωνι παρατίθησιν· ὁ δὲ ἀνορύξας τὸ Δαμύσου τοῦ Γίγαντος σῶμα ἐν Παλλήνῃ κείμενον (ταχύτατος δ' ἦν ὁ Δάμυσος πάντων Γιγάντων) καὶ ἀνελόμενος αὐτοῦ τὸν ἀστράγαλον ἐναρμόζει τῷ Ἀχιλλέως ποδί, καὶ φαρμάκοις αὐτὸν σωματοποιεῖ.
How Thetis used to consume in secret fire the children she bore to Peleus, six in number; and when she tried the same with Achilles, Peleus, realising it, snatched out his ankle-bone (astragalos) alone, of the right foot, which had been burned, and entrusts it to Chiron; and he dug up the body of the Giant Damysus, which lay in Pallene (Damysus was the swiftest of all the Giants), took out his ankle-bone and fitted it to the foot of Achilles, and by means of drugs made it part of his body.
τοῦτον δὲ τὸν ἀστράγαλον ἀποπεσεῖν διωκομένου αὐτοῦ ὑπὸ Ἀπόλλωνος, καὶ οὕτως αὐτὸν ἀναιρεθῆναι καταπεσόντα.
This ankle-bone, they say, fell off when he was being pursued by Apollo, and so he was killed as he fell.
φασὶ δὲ ποδάρκην αὐτὸν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι, ὅτι φασὶ τῆς Ἄρκης τὰ πτερὰ τὴν Θέτιν περιθεῖναι τῷ παιδὶ γεννηθέντι, καὶ εἶναι τὸ ποδάρκης ὁ ἐν τοῖς ποσὶ τὰ τῆς Ἄρκης πτερὰ ἔχων.
They say that he is called podarkes ("swift of foot") by the poet because Thetis put the wings of Arke around the child when he was born, and the "podarkes" is the one who has the wings of Arke on his feet.
ἡ δὲ Ἄρκη Θαύμαντος ἦν θυγάτηρ, ἧς ἡ ἀδελφὴ Ἶρις· πτερὰ δ' εἶχεν ἑκατέρα.
Arke was a daughter of Thaumas, and her sister was Iris; each of them had wings.
ἐν δὲ τῷ πρὸς Τιτᾶνας τῶν θεῶν πολέμῳ ἀποπτᾶσα τῶν θεῶν ἡ Ἄρκη πρὸς τοὺς Τιτᾶνας ἦλθε· μετὰ δὲ τὴν νίκην ὁ Ζεὺς τὰ μὲν πτερὰ αὐτῆς ἀφείλετο, αὐτὴν ταρταρώσας, παραγενόμενος δὲ ἐπὶ τῷ Πηλέως καὶ Θέτιδος γάμῳ δῶρον τὰ πτερὰ τῇ Θέτιδι προσάγει.
In the war of the gods against the Titans, Arke flew away from the gods and went over to the Titans; after the victory Zeus took her wings away, casting her into Tartarus, and when he came to the wedding of Peleus and Thetis he brings the wings to Thetis as a gift.
ὡς Πηλεῖ ἐπὶ τῷ γάμῳ φασὶ δωρήσασθαι Ἥφαιστον μὲν μάχαιραν, Ἀφροδίτην δὲ φιάλην ἐγγεγλυμμένην Ἔρωτα χρυσῆν, Ποσειδῶνα δὲ ἵππους Ξάνθον καὶ Βαλίον, Ἥραν δὲ χλαμύδα καὶ Ἀθηνᾶν αὐλούς, Νηρέα δὲ τοὺς θείους ἅλας καλουμένους ἐν κοιτίδι· τούτους δὲ δύναμιν ἔχειν ἀμήχανον πρὸς πολυφαγίαν καὶ ὄρεξιν καὶ πέψιν, ἐξ οὗ λύεταί σοι καὶ τὸ „πάσσε δ' ἁλὸς θείοιο."
How they say that at the wedding Hephaestus gave Peleus a sword, Aphrodite a golden bowl engraved with Eros, Poseidon the horses Xanthus and Balius, Hera a cloak and Athena flutes, and Nereus the so-called divine salt in a little casket; this has an extraordinary power for gluttony and appetite and digestion, and from this the line "and sprinkled divine salt" is also solved for you.
περὶ Ἀχιλλέως τοῦ γηγενοῦς, καὶ ἀπὸ τῶν Ἰλιακῶν ὅσοι ἐγένοντο Ἀχιλλεῖς περιώνυμοι.
About Achilles the earth-born, and about all the famous men called Achilles who arose in the Trojan story.
καὶ ὡς οὗτος ὁ γηγενὴς φεύγουσαν τὴν Ἥραν ἀπὸ τῆς τοῦ Διὸς μίξεως ὑπεδέξατο ἐν τῷ αὑτοῦ ἄντρῳ, καὶ ἀνέπεισε συνελθεῖν τῷ Διί· καὶ πρώτην μῖξιν Ἥρας καὶ Διὸς ταύτην γενέσθαι φασίν.
And how this earth-born one received Hera into his own cave when she was fleeing from the embraces of Zeus, and persuaded her to lie with Zeus; and they say that this was the first union of Hera and Zeus.
ὁ δὲ Ζεὺς ἐπηγγείλατο Ἀχιλλεῖ πάντας τοὺς τῷ ὀνόματι αὐτοῦ κληθησομένους περιωνύμους ποιήσειν.
And Zeus promised Achilles that he would make famous all those who should be called by his name.
διὰ τοῦτο καὶ Ἀχιλλεὺς περιώνυμος ὁ τῆς Θέτιδος, καὶ ὁ Χείρωνος δὲ διδάσκαλος Ἀχιλλεὺς ἐκαλεῖτο, ἀφ' οὗ καὶ ὁ Πηλέως ἐκλήθη ὑπὸ Χείρωνος.
For this reason Achilles, the son of Thetis, is famous, and Chiron's teacher was also called Achilles, from whom the son of Peleus was named by Chiron.
καὶ ὁ τὸν ὀστρακισμὸν ἐπινοήσας Ἀθήνησιν Ἀχιλλεὺς ἐκαλεῖτο, υἱὸς Λύσωνος.
And the man who devised ostracism at Athens was called Achilles, a son of Lyson.
καὶ Διὸς καὶ Λαμίας Ἀχιλλέα φασὶ γενέσθαι τὸ κάλλος ἀμήχανον, ὃν καὶ ἐρίσαντα περὶ κάλλους νικῆσαι τοῦ Πανὸς κρίναντος· καὶ διὰ τοῦτο Ἀφροδίτη νεμεσήσασα ἐμβάλλει Πανὶ τὸν Ἠχοῦς ἔρωτα, καὶ μὴν καὶ κατειργάσατο καὶ εἰς τὴν ἰδέαν αὐτόν, ὅπως ἐκ τῆς μορφῆς αἰσχρὸς καὶ ἀνέραστος φαίνοιτο.
And they say that Achilles, a son of Zeus and Lamia, was born incomparably beautiful, and that he competed in beauty and won, with Pan as judge; and because of this Aphrodite, in resentment, inflicts on Pan the love of Echo, and indeed worked upon his appearance as well, so that by his shape he should look ugly and unlovable.
καὶ Γαλάτου τινὸς υἱὸς Ἀχιλλεὺς ἐκλήθη, ὃν ἐκ γενετῆς πολιὸν γενέσθαι φησί.
And there was an Achilles, the son of a certain Galatus, who, he says, was grey-haired from birth.
καὶ ἕτεροι Ἀχιλλεῖς ἐπιφανεῖς γεγόνασι ιδ΄· ὧν οἱ δύο κύνες ἦσαν καὶ θαυμάσιοι τὰ κυνῶν ἔργα.
And fourteen other distinguished Achilleses have lived, two of whom were dogs and admirable in the deeds of dogs.
ὅτι Πρίαμος Διὸς ἐρώμενος γένοιτο, καὶ λάβοι παρ' αὐτοῦ τὴν χρυσῆν ἄμπελον, ἣν δῶρον Εὐρυπύλῳ τῷ Τηλέφου ὑπὲρ συμμαχίας δίδωσιν.
That Priam became a beloved of Zeus, and received from him the golden vine, which he gives as a gift to Eurypylus, the son of Telephus, in return for his alliance.
ὡς Αἴσωπος ἀναιρεθεὶς ὑπὸ Δελφῶν ἀνεβίωσε, καὶ συνεμάχησε τοῖς Ἕλλησι περὶ Θερμοπύλας.
How Aesop, having been killed by the Delphians, came back to life and fought on the side of the Greeks at Thermopylae.
ὡς Φιλοκτήτην ἐν Λήμνῳ Πύλιος ἰάτρευσεν υἱὸς Ἡφαίστου, καὶ ἔμαθε παρ' αὐτοῦ τὴν τοξικήν.
How Pylius, the son of Hephaestus, healed Philoctetes on Lemnos, and learned archery from him [?].
ὡς Σκαμάνδρου τοῦ ποταμοῦ υἱὸς Μῆλος γένοιτο καλὸς τὴν ὥραν, περὶ οὗ ἐρίσαι φασὶν Ἥραν τε καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην τίνος γένοιτο ἱερεύς, Ἀλέξανδρον δὲ κρῖναι νικᾶν Ἀφροδίτην· ἐκ ταύτης γοῦν τῆς ἱστορίας ὁ περὶ τοῦ μήλου λόγος διεδόθη.
How Melos, the son of the river Scamander, was beautiful in the prime of youth, and about him they say that Hera, Athena and Aphrodite contended whose priest he should be, and Alexander (Paris) judged that Aphrodite won; from this story, then, the account about the apple (melon) was spread abroad.
Ὑπερμένης ἐν τῷ περὶ Χίου Ὁμήρου φησὶ θεράποντα γενέσθαι Σκινδαψὸν ὀνόματι· τοῦτον ζημιωθῆναι ὑπὸ Χίων χιλίας δραχμὰς διὰ τὸ μὴ καῦσαι τελευτήσαντα τὸν δεσπότην.
Hypermenes, in his work on Homer of Chios, says that Homer had a servant named Skindapsos [?]; that he was fined a thousand drachmas by the Chians for not burning his master after his death.
ὁ δὲ τὸ ὄργανον εὑρὼν τὸ οὕτω καλούμενον σκινδαψὸν Ἐρετριεὺς ἦν, Ποικίλης τῆς αὐλητρίδος υἱός.
The man who invented the instrument so called, the skindapsos, was an Eretrian, the son of the flute-girl Poikile.
ταῦτα καὶ τὸ ς΄ βιβλίον.
So much for the sixth book also.