Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.96–211: Hera rebukes Apollo; Achilles falls

Hera rebukes Apollo for killing Achilles, reminding him that he sang at the wedding of Peleus and Thetis, and Apollo sits silent and ashamed. The dying Achilles still kills Orythaon, Hipponous and Alcathous, and his last shout sends the Trojans reeling before he falls. Paris then urges the Trojans to drag the body to Troy behind Hector's horses.

Lines 3.96–211 · 1036 words · click a number to copy its link
96τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις, αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν· Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε, λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ 100ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν, καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα, θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι 105καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη. ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς 110ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος, ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας. σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν, 115οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν, οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν. ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ 120υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει. ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν; 125νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν, ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα; ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ· 130ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·

Him did the Bride of Zeus behold, and straight
Upbraided with exceeding bitter words:
“What deed of outrage, Phoebus, hast thou done
This day, forgetful of that day whereon
To godlike Peleus’ spousals gathered all
The Immortals? Yea, amidst the feasters thou
Sangest how Thetis silver-footed left
The sea’s abysses to be Peleus’ bride;
And as thou harpedst all earth’s children came
To hearken, beasts and birds, high craggy hills,
Rivers, and all deep-shadowed forests came.
All this hast thou forgotten, and hast wrought
A ruthless deed, hast slain a godlike man,
Albeit thou with other Gods didst pour
The nectar, praying that he might be the son
By Thetis given to Peleus. But that prayer
Hast thou forgotten, favouring the folk
Of tyrannous Laomedon, whose kine
Thou keptest. He, a mortal, did despite
To thee, the deathless! O, thou art wit-bereft!
Thou favourest Troy, thy sufferings all forgot.
Thou wretch, and doth thy false heart know not this,
What man is an offence, and meriteth
Suffering, and who is honoured of the Gods?
Ever Achilles showed us reverence—yea,
Was of our race. Ha, but the punishment
Of Troy, I ween, shall not be lighter, though
Aeacus’ son have fallen; for his son
Right soon shall come from Scyros to the war
To help the Argive men, no less in might
Than was his sire, a bane to many a foe.
But thou—thou for the Trojans dost not care,
But for his valour enviedst Peleus’ son,
Seeing he was the mightest of all men.
Thou fool! how wilt thou meet the Nereid’s eyes,
When she shall stand in Zeus’ hall midst the Gods,
Who praised thee once, and loved as her own son?”

131οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον· 135ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι, κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις 140ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι. οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι 145λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς. ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα. ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι 150πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον, Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας· οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ. 155Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη. Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης 160ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη. καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα. ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός, 165ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα· ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.

So Hera spake, in bitterness of soul
Upbraiding, but he answered her not a word,
Of reverence for his mighty Father’s bride;
Nor could he lift his eyes to meet her eyes,
But sat abashed, aloof from all the Gods
Eternal, while in unforgiving wrath
Scowled on him all the Immortals who maintained
The Danaans’ cause; but such as fain would bring
Triumph to Troy, these with exultant hearts
Extolled him, hiding it from Hera’s eyes,
Before whose wrath all Heaven-abiders shrank.

But Peleus’ son the while forgat not yet
War’s fury: still in his invincible limbs
The hot blood throbbed, and still he longed for fight.
Was none of all the Trojans dared draw nigh
The stricken hero, but at distance stood,
As round a wounded lion hunters stand
Mid forest-brakes afraid, and, though the shaft
Stands in his heart, yet faileth not in him
His royal courage, but with terrible glare
Roll his fierce eyes, and roar his grimly jaws;
So wrath and anguish of his deadly hurt
To fury stung Peleides’ soul; but aye
His strength ebbed through the god-envenomed wound.
Yet leapt he up, and rushed upon the foe,
And flashed the lightning of his lance; it slew
The goodly Orythaon, comrade stout
Of Hector, through his temples crashing clear:
His helm stayed not the long lance fury-sped
Which leapt therethrough, and won within the bones
The heart of the brain, and spilt his lusty life.
Then stabbed he ‘neath the brow Hipponous
Even to the eye-roots, that the eyeball fell
To earth: his soul to Hades flitted forth.
Then through the jaw he pierced Alcathous,
And shore away his tongue: in dust he fell
Gasping his life out, and the spear-head shot
Out through his ear. These, as they rushed on him,
That hero slew; but many a fleer’s life
He spilt, for in his heart still leapt the blood.

But when his limbs grew chill, and ebbed away
His spirit, leaning on his spear he stood,
While still the Trojans fled in huddled rout
Of panic, and he shouted unto them:
“Trojan and Dardan cravens, ye shall not
Even in my death, escape my merciless spear,
But unto mine Avenging Spirits ye
Shall pay—ay, one and all—destruction’s debt!”

170ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν, 175ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ· γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ 180δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον· ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν, ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν· 185ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.

He spake; they heard and quailed: as mid the hills
Fawns tremble at a lion’s deep-mouthed roar,
And terror-stricken flee the monster, so
The ranks of Trojan chariot-lords, the lines
Of battle-helpers drawn from alien lands,
Quailed at the last shout of Achilles, deemed
That he was woundless yet. But ‘neath the weight
Of doom his aweless heart, his mighty limbs,
At last were overborne. Down midst the dead
He fell, as fails a beetling mountain-cliff.
Earth rang beneath him: clanged with a thundercrash
His arms, as Peleus’ son the princely fell.
And still his foes with most exceeding dread
Stared at him, even as, when some murderous beast
Lies slain by shepherds, tremble still the sheep
Eyeing him, as beside the fold he lies,
And shrinking, as they pass him, far aloof
And, even as he were living, fear him dead;
So feared they him, Achilles now no more.

186ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή· 190ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες, σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες, ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα, οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος 195ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα· τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα, ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας. 200καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης· ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος 205ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι, αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν, αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων. γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες, ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει, 210τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.

Yet Paris strove to kindle those faint hearts;
For his own heart exulted, and he hoped,
Now Peleus’ son, the Danaans’ strength, had fallen,
Wholly to quench the Argive battle-fire:
“Friends, if ye help me truly and loyally,
Let us this day die, slain by Argive men,
Or live, and hale to Troy with Hector’s steeds
In triumph Peleus’ son thus fallen dead,
The steeds that, grieving, yearning for their lord
To fight have borne me since my brother died.
Might we with these but hale Achilles slain,
Glory were this for Hector’s horses, yea,
For Hector—if in Hades men have sense
Of righteous retribution. This man aye
Devised but mischief for the sons of Troy;
And now Troy’s daughters with exultant hearts
From all the city streets shall gather round,
As pantheresses wroth for stolen cubs,
Or lionesses, might stand around a man
Whose craft in hunting vexed them while he lived.
So round Achilles—a dead corpse at last!—
In hurrying throngs Troy’s daughters then shall come
In unforgiving, unforgetting hate,
For parents wroth, for husbands slain, for sons,
For noble kinsmen. Most of all shall joy
My father, and the ancient men, whose feet
Unwillingly are chained within the walls
By eld, if we shall hale him through our gates,
And give our foe to fowls of the air for meat.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.