Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 4.1–117: Glaucus carried to Lycia; Thetis sets the games

The Trojans lay Glaucus on his pyre, but Apollo snatches him away to Lycia, where the Nymphs make a spring that bears his name. The Argives go on mourning Achilles, and in heaven Hera reproaches Zeus for favouring Troy while he sits silent. At dawn Diomedes urges an attack, but Aias says they must wait for Thetis, who now comes out of the sea to set out the prizes for the funeral games.

Lines 4.1–117 · 1047 words · click a number to copy its link
1οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα πυρκαϊῆς καθύπερθε βάλον· τὸν δʼ αὐτὸς Ἀπόλλων 5ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης· οἱ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ 10ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλʼ ἀνθρώπων Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι. Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη 15λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα δίζοντʼ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς· Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δηωθέντα· καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν· 20νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίων ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης· αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον 25αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων κείνῳ ἔναντα κιὼν ἔτʼ ἐσέδρακεν Ἠριγένειαν· νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος· 30ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος, ὀφρʼ ἅμα πάντας Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.

Nor did the hapless Trojans leave unwept
The warrior-king Hippolochus’ hero-son,
But laid, in front of the Dardanian gate,
Upon the pyre that captain war-renowned.
But him Apollo’s self caught swiftly up
Out of the blazing fire, and to the winds
Gave him, to bear away to Lycia-land;
And fast and far they bare him, ‘neath the glens
Of high Telandrus, to a lovely glade;
And for a monument above his grave
Upheaved a granite rock. The Nymphs therefrom
Made gush the hallowed water of a stream
For ever flowing, which the tribes of men
Still call fair-fleeting Glaucus. This the gods
Wrought for an honour to the Lycian king.

But for Achilles still the Argives mourned
Beside the swift ships: heart-sick were they all
With dolorous pain and grief. Each yearned for him
As for a son; no eye in that wide host
Was tearless. But the Trojans with great joy
Exulted, seeing their sorrow from afar,
And the great fire that spake their foe consumed.
And thus a vaunting voice amidst them cried:
“Now hath Cronion from his heaven vouchsafed
A joy past hope unto our longing eyes,
To see Achilles fallen before Troy.
Now he is smitten down, the glorious hosts
Of Troy, I trow, shall win a breathing-space
From blood of death and from the murderous fray.
Ever his heart devised the Trojans’ bane;
In his hands maddened aye the spear of doom
With gore besprent, and none of us that faced
Him in the fight beheld another dawn.
But now, I wot, Achaea’s valorous sons
Shall flee unto their galleys shapely-prowed,
Since slain Achilles lies. Ah that the might
Of Hector still were here, that he might slay
The Argives one and all amidst their tents!”

32ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς· ἄλλος δʼ αὖθʼ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον· φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν 35πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι· ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης· εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι, Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες· τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος· 40τοὺς εἴθʼ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων, καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ. ὣς ἔφατʼ· ἀθάνατοι δὲ κατʼ οὐρανὸν ἐστενάχοντο, ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί, 45ἀμφὶ δὲ κρᾶτʼ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι. καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη· Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις 50κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθʼ ἤματι κείνῳ ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα· 55ἀλλὰ τά γʼ ἐξελάθου, μέγα δʼ Ἑλλάδι μήσαο πένθος. ὣς ἄρʼ ἔφη· τὴν δʼ οὔτι προσέννεπεν ἀκάματος Ζεύς· ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν, οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι 60ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·

So in unbridled joy a Trojan cried;
But one more wise and prudent answered him:
“Thou deemest that yon murderous Danaan host
Will straightway get them to the ships, to flee
Over the misty sea. Nay, still their lust
Is hot for fight: us will they nowise fear,
Still are there left strong battle-eager men,
As Aias, as Tydeides, Atreus’ sons:
Though dead Achilles be, I still fear these.
Oh that Apollo Silverbow would end them!
Then in that day were given to our prayers
A breathing-space from war and ghastly death.”

In heaven was dole among the Immortal Ones,
Even all that helped the stalwart Danaans’ cause.
In clouds like mountains piled they veiled their heads
For grief of soul. But glad those others were
Who fain would speed Troy to a happy goal.
Then unto Cronos’ Son great Hera spake:
“Zeus, Lightning-father, wherefore helpest thou
Troy, all forgetful of the fair-haired bride
Whom once to Peleus thou didst give to wife
Midst Pelion’s glens? Thyself didst bring to pass
Those spousals of a Goddess: on that day
All we Immortals feasted there, and gave
Gifts passing-fair. All this dost thou forget,
And hast devised for Hellas heaviest woe.”

So spake she; but Zeus answered not a word;
For pondering there he sat with burdened breast,
Thinking how soon the Argives should destroy
The city of Priam, thinking how himself
Would visit on the victors ruin dread
In war and on the great sea thunder-voiced.
Such thoughts were his, ere long to be fulfilled.

61καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν. Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε, κυανέην δʼ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη, ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο· 65Ἀργεῖοι δʼ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ· οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται. ἀλλʼ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν· 70τοὔνεκα δαῖτʼ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος· αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη. τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος, λῦσε δʼ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν. ἀλλʼ ὅτε δὴ κεφαλὰς μὲν ἐπʼ ἀντολίην ἔχον ἄρκτοι, 75δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δʼ ἠώς, δὴ τότʼ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων πορφύρων Τρώεσσι φόνον καὶ κῆρʼ ἀΐδηλον. κίνυτο δʼ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθʼ ἵκηται 80ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο· ὣς ἄρα κίνυτο λαὸς ἐπʼ ᾐόσιν Ἑλλησπόντου. καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν· ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα, νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι, 85μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτʼ ἐόντος· ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει. ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας· Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις 90ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί· ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα· 95ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος, νόσφʼ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός, οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.

Now sank the sun to Ocean’s fathomless flood:
O’er the dim land the infinite darkness stole,
Wherein men gain a little rest from toil.
Then by the ships, despite their sorrow, supped
The Argives, for ye cannot thrust aside
Hunger’s importunate craving, when it comes
Upon the breast, but straightway heavy and faint
Lithe limbs become; nor is there remedy
Until one satisfy this clamorous guest
Therefore these ate the meat of eventide
In grief for Achilles’ hard necessity
Constrained them all. And, when they had broken bread,
Sweet sleep came on them, loosening from their frames
Care’s heavy chain, and quickening strength anew

But when the starry Bears had eastward turned
Their heads, expectant of the uprushing light
Of Helios, and when woke the Queen of Dawn,
Then rose from sleep the stalwart Argive men
Purposing for the Trojans death and doom.
Stirred were they like the roughly-ridging sea
Icarian, or as sudden-rippling corn
In harvest field, what time the rushing wings
Of the cloud-gathering West sweep over it;
So upon Hellespont’s strand the folk were stirred.
And to those eager hearts cried Tydeus’ son:
“If we be battle-biders, friends, indeed,
More fiercely fight we now the hated foe,
Lest they take heart because Achilles lives
No longer. Come, with armour, car, and steed
Let us beset them. Glory waits our toil?”

But battle-eager Aias answering spake
“Brave be thy words, and nowise idle talk,
Kindling the dauntless Argive men, whose hearts
Before were battle-eager, to the fight
Against the Trojan men, O Tydeus’ son.
But we must needs abide amidst the ships
Till Goddess Thetis come forth of the sea;
For that her heart is purposed to set here
Fair athlete-prizes for the funeral-games.
This yesterday she told me, ere she plunged
Into sea-depths, yea, spake to me apart
From other Danaans; and, I trow, by this
Her haste hath brought her nigh. Yon Trojan men,
Though Peleus’ son hath died, shall have small heart
For battle, while myself am yet alive,
And thou, and noble Atreus’ son, the king.”

100ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη, ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός· ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα, 105πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους· καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε· καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν. ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ. 110καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον, οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι, οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι. 115τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.

So spake the mighty son of Telamon,
But knew not that a dark and bitter doom
For him should follow hard upon those games
By Fate’s contrivance. Answered Tydeus’ son
“O friend, if Thetis comes indeed this day
With goodly gifts for her son’s funeral-games,
Then bide we by the ships, and keep we here
All others. Meet it is to do the will
Of the Immortals: yea, to Achilles too,
Though the Immortals willed it not, ourselves
Must render honour grateful to the dead.”

So spake the battle-eager Tydeus’ son.
And lo, the Bride of Peleus gliding came
Forth of the sea, like the still breath of dawn,
And suddenly was with the Argive throng
Where eager-faced they waited, some, that looked
Soon to contend in that great athlete-strife,
And some, to joy in seeing the mighty strive.
Amidst that gathering Thetis sable-stoled
Set down her prizes, and she summoned forth
Achaea’s champions: at her best they came.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.