Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 6.116–199: Eurypylus comes to Troy

The Trojans are rescued by the coming of Eurypylus, grandson of Hercules, with a host from the river Caicus. They crowd round him with delight and Paris welcomes him as a kinsman. After a feast outside the walls Priam and the Trojans beg him to fight for them, and he promises.

Lines 6.116–199 · 709 words · click a number to copy its link
116Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο. τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ 120ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος· καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν. ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες· 125ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ, ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος· ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ 130τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών. τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον· τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τʼ ἐτέτυκτο γενέθλης· 135τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη· καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος 140θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι. τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος 145σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο· καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν· 150ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες. ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος· καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον, ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο 155ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν. Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα, κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι· δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·

To these, while sorely thus they yearned, the Gods
Brought present help in trouble, even the seed
Of mighty Hercules, Eurypylus.
A great host followed him, in battle skilled,
All that by long Caicus’ outflow dwelt,
Full of triumphant trust in their strong spears.
Round them rejoicing thronged the sons of Troy:
As when tame geese within a pen gaze up
On him who casts them corn, and round his feet
Throng hissing uncouth love, and his heart warms
As he looks down on them; so thronged the sons
Of Troy, as on fierce-heart Eurypylus
They gazed; and gladdened was his aweless soul
To see those throngs: from porchways women looked
Wide-eyed with wonder on the godlike man.
Above all men he towered as on he strode,
As looks a lion when amid the hills
He comes on jackals. Paris welcomed him,
As Hector honouring him, his cousin he,
Being of one blood with him, who was born Of
Astyoche, King Priam’s sister fair
Whom Telephus embraced in his strong arms,
Telephus, whom to aweless Hercules
Auge the bright-haired bare in secret love.
That babe, a suckling craving for the breast,
A swift hind fostered, giving him the teat
As to her own fawn in all love; for Zeus
So willed it, in whose eyes it was not meet
That Hercules’ child should perish wretchedly.
His glorious son with glad heart Paris led
Unto his palace through the wide-wayed burg
Beside Assaracus’ tomb and stately halls
Of Hector, and Tritonis’ holy fane.
Hard by his mansion stood, and therebeside
The stainless altar of Home-warder Zeus
Rose. As they went, he lovingly questioned him
Of brethren, parents, and of marriage-kin;
And all he craved to know Eurypylus told.
So communed they, on-pacing side by side.
Then came they to a palace great and rich:
There goddess-like sat Helen, clothed upon
With beauty of the Graces. Maidens four
About her plied their tasks: others apart
Within that goodly bower wrought the works
Beseeming handmaids. Helen marvelling gazed
Upon Eurypylus, on Helen he.
Then these in converse each with other spake
In that all-odorous bower. The handmaids brought
And set beside their lady high-seats twain;
And Paris sat him down, and at his side
Eurypylus. That hero’s host encamped
Without the city, where the Trojan guards
Kept watch. Their armour laid they on the earth;
Their steeds, yet breathing battle, stood thereby,
And cribs were heaped with horses’ provender.

160αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο, ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι· αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο· 165ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι. καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ· οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος 170δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν, ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων 175σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·

Upfloated night, and darkened earth and air;
Then feasted they before that cliff-like wall,
Ceteian men and Trojans: babel of talk
Rose from the feasters: all around the glow
Of blazing campfires lighted up the tents:
Pealed out the pipe’s sweet voice, and hautboys rang
With their clear-shrilling reeds; the witching strain
Of lyres was rippling round. From far away
The Argives gazed and marvelled, seeing the plain
Aglare with many fires, and hearing notes
Of flutes and lyres, neighing of chariot-steeds
And pipes, the shepherd’s and the banquet’s joy.
Therefore they bade their fellows each in turn
Keep watch and ward about the tents till dawn,
Lest those proud Trojans feasting by their walls
Should fall on them, and set the ships aflame.

176τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ, μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον. 180ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων· πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν. 185αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος· Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο· κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων· 190ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν· λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες, 195πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι· ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι· καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο, ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.

Within the halls of Paris all this while
With kings and princes Telephus’ hero son
Feasted; and Priam and the sons of Troy
Each after each prayed him to play the man
Against the Argives, and in bitter doom
To lay them low; and blithe he promised all.
So when they had supped, each hied him to his home;
But there Eurypylus laid him down to rest
Full nigh the feast-hall, in the stately bower
Where Paris theretofore himself had slept
With Helen world-renowned. A bower it was
Most wondrous fair, the goodliest of them all.
There lay he down; but otherwhere their rest
Took they, till rose the bright-throned Queen of Morn.
Up sprang with dawn the son of Telephus,
And passed to the host with all those other kings
In Troy abiding. Straightway did the folk
All battle-eager don their warrior-gear,
Burning to strike in forefront of the fight.
And now Eurypylus clad his mighty limbs
In armour that like levin-flashes gleamed;
Upon his shield by cunning hands were wrought
All the great labours of strong Hercules.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.