Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 6.335–450: Eurypylus kills Machaon

The Argives pour out from the camp around Agamemnon and at first press the Trojans back. Eurypylus kills Nireus, and Machaon attacks him in revenge but is struck down. Teucer shouts to the Danaans to hold.

Lines 6.335–450 · 964 words · click a number to copy its link
335ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη. Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο ἀμφʼ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δʼ ἔπλετο λαῶν ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν 340μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι. Τρωσὶ δʼ ἄρʼ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν ἐκ νομοῦ εἰαρινοῖο κατʼ οὔρεος, ὁππότʼ ἄρουραι πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα, 345πλήθει δʼ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν, μυκηθμὸς δʼ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ· ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν. 350οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς στρωφᾶτʼ ἐν μέσσοισι μετʼ ἀργαλέοιο Φόνοιο· σὺν δʼ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε· φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ 355δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων ἵππων τʼ ὠκυπόδων, οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο, οἱ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἄξοσιν, οἱ δʼ ἐφύπερθεν πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή· ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι· 360καί ῥʼ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο, οἱ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν, ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν, ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.

Now from their rampart forth the Argives poured
Round godlike Agamemnon. Rang their shouts
Cheering each other on to face the fight,
And not to cower beside the ships in dread
Of onset-shouts of battle-eager foes.
They met those charging hosts with hearts as light
As calves bear, when they leap to meet the kine
Down faring from hill-pastures in the spring
Unto the steading, when the fields are green
With corn-blades, when the earth is glad with flowers,
And bowls are brimmed with milk of kine and ewes,
And multitudinous lowing far and near
Uprises as the mothers meet their young,
And in their midst the herdman joys; so great
Was the uproar that rose when met the fronts
Of battle: dread it rang on either hand.
Hard-strained was then the fight: incarnate
Strife Stalked through the midst, with Slaughter ghastly-faced.
Crashed bull-hide shields, and spears, and helmet-crests
Meeting: the brass flashed out like leaping flames.
Bristled the battle with the lances; earth
Ran red with blood, as slaughtered heroes fell
And horses, mid a tangle of shattered ears,
Some yet with spear-wounds gasping, while on them
Others were falling. Through the air upshrieked
An awful indistinguishable roar;
For on both hosts fell iron-hearted Strife.
Here were men hurling cruel jagged stones,
There speeding arrows and new-whetted darts,
There with the axe or twibill hewing hard,
Slashing with swords, and thrusting out with spears:
Their mad hands clutched all manner of tools of death.

365πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες· Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε 370θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι. ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ βαιὸν ὑπὲρ πρότμησιν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης· 375ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη, δεύετο δʼ ἀγλαὸν εἶδος ἄμʼ εὐθαλέεσσι κόμῃσι· κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν, ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο, ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα 380σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας ῥιζόθεν, ἡ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα· ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή· τῷ δʼ ἄρʼ ἔπʼ Εὐρύπυλος μεγάλʼ εὔχετο δῃωθέντι· 385κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σʼ ἔγωγε νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι· σχέτλιος, οὐδʼ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·

At first the Argives bore the ranks of Troy
Backward a little; but they rallied, charged,
Leapt on the foe, and drenched the field with blood.
Like a black hurricane rushed Eurypylus
Cheering his men on, hewing Argives down
Awelessly: measureless might was lent to him
By Zeus, for a grace to glorious Hercules.
Nireus, a man in beauty like the Gods,
His spear long-shafted stabbed beneath the ribs,
Down on the plain he fell, forth streamed the blood
Drenching his splendid arms, drenching the form
Glorious of mould, and his thick-clustering hair.
There mid the slain in dust and blood he lay,
Like a young lusty olive-sapling, which
A river rushing down in roaring flood,
Tearing its banks away, and cleaving wide
A chasm-channel, hath disrooted; low
It lieth heavy-blossomed; so lay then
The goodly form, the grace of loveliness
Of Nireus on earth’s breast. But o’er the slain
Loud rang the taunting of Eurypylus:
“Lie there in dust! Thy beauty marvellous
Naught hath availed thee! I have plucked thee away
From life, to which thou wast so fain to cling.
Rash fool, who didst defy a mightier man
Unknowing! Beauty is no match for strength!”

389οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει. 390ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι μήδετʼ ἐπεσσύμενος· τοῦ δʼ ἀντίος ἦλθε Μαχάων χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη· δουρὶ δέ μιν στονόεντι κατʼ εὐρέος ἤλασεν ὤμου δεξιτεροῦ, σύτο δʼ αἷμα πολυσθενέος περ ἐόντος· 395ἀλλʼ οὐδʼ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ, ἀλλʼ, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος μαίνετʼ ἐνὶ μέσσοισιν, ὅπως κʼ ἐπιόντα δαμάσσῃ, ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου· τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα 400οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε δεξιτερὸν κατὰ γλουτόν· ὁ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω, οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο· ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο· 405τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ ἀπάλαλκεν ἐσσυμένως· ὁ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ Εὐρύπυλος μᾶλλον, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος. αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν· 410ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος· ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη. Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει· ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν 415ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα. ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν; 420ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας, τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ. ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει, οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ. 425ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν· Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.

He spake, and leapt upon the slain to strip
His goodly arms: but now against him came
Machaon wroth for Nireus, by his side
Doom-overtaken. With his spear he drave
At his right shoulder: strong albeit he was,
He touched him, and blood spurted from the gash.
Yet, ere he might leap back from grapple of death,
Even as a lion or fierce mountain-boar
Maddens mid thronging huntsmen, furious-fain
To rend the man whose hand first wounded him;
So fierce Eurypylus on Machaon rushed.
The long lance shot out swiftly, and pierced him through
On the right haunch; yet would he not give back,
Nor flinch from the onset, fast though flowed the blood.
In haste he snatched a huge stone from the ground,
And dashed it on the head of Telephus’ son;
But his helm warded him from death or harm
Then waxed Eurypylus more hotly wroth
With that strong warrior, and in fury of soul
Clear through Machaon’s breast he drave his spear,
And through the midriff passed the gory point.
He fell, as falls beneath a lion’s jaws
A bull, and round him clashed his glancing arms.
Swiftly Eurypylus plucked the lance of death
Out of the wound, and vaunting cried aloud:
“Wretch, wisdom was not bound up in thine heart,
That thou, a weakling, didst come forth to fight
A mightier. Therefore art thou in the toils
Of Doom. Much profit shall be thine, when kites
Devour the flesh of thee in battle slain!
Ha, dost thou hope still to return, to ‘scape
Mine hands? A leech art thou, and soothing salves
Thou knowest, and by these didst haply hope
To flee the evil day! Not thine own sire,
On the wind’s wings descending from Olympus,
Should save thy life, not though between thy lips
He should pour nectar and ambrosia!”

Faint-breathing answered him the dying man:
“Eurypylus, thine own weird is to live
Not long: Fate is at point to meet thee here
On Troy’s plain, and to still thine impious tongue.”

429ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω· 430τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ· νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες ζώομεν ἤματα πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται. 435ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δʼ ἴαχε Τεῦκρος, ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο δῆρις ἐνὶ μέσσοισιν· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει. ἀλλʼ οὐδʼ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ 440Νιρῆός δʼ, ὃς κεῖτο παραυτόθι· τὸν δʼ ἐνόησεν ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν· αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας· ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε δυσμενέεσσιν ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος, 445αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται. ἀλλʼ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ, ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη 450οἷσιν ἀμυνέμεναι, μηδʼ ἄλλοις κύρμα λιπέσθαι·

So passed his spirit into Hades’ halls.
Then to the dead man spake his conqueror:
“Now on the earth lie thou. What shall betide
Hereafter, care I not—yea, though this day
Death’s doom stand by my feet: no man may live
For ever: each man’s fate is foreordained.”

Stabbing the corpse he spake. Then shouted loud
Teucer, at seeing Machaon in the dust.
Far thence he stood hard-toiling in the fight,
For on the centre sore the battle lay:
Foe after foe pressed on; yet not for this
Was Teucer heedless of the fallen brave,
Neither of Nireus lying hard thereby
Behind Machaon in the dust. He saw,

And with a great voice raised the rescue-cry:
“Charge, Argives! Flinch not from the charging foe!
For shame unspeakable shall cover us
If Trojan men hale back to Ilium
Noble Machaon and Nireus godlike-fair.
Come, with a good heart let us face the foe
To rescue these slain friends, or fall ourselves
Beside them. Duty bids that men defend
Friends, and to aliens leave them not a prey,
Not without sweat of toil is glory won!”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.