Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 8.108–236: Neoptolemus kills Eurypylus

Eurypylus kills Eurytus, Menoetius and many other Argives, and then meets Neoptolemus, who answers his challenge by naming his father and his horses. Neoptolemus leaps down from his chariot, and after Eurypylus hurls a huge stone at his shield they fight a long, even duel on foot. His spear passes through Eurypylus' throat, and he strips the arms and charges on among the Trojans in his chariot.

Lines 8.108–236 · 1067 words · click a number to copy its link
108ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε 110δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην, ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρα σφὶν Ἅρπαλον, ὅς ῥʼ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος· ἀλλʼ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδʼ ἐπαμύνειν 115ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἐταῖρος Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη, καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν ἄπωθεν ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ 120γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσʼ Ἐρυλάῳ. Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο Ἀντίφῳ αἷψʼ ἐπόρουσεν· ὁ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν 125ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ. Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος· 130ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι, μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ 135υἱὸς Ἀχιλλῆος. τώ δʼ ἄμφω δούρατα μακρὰ ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες· Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε· τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι; ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν· 140οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ· ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.

So man slew man in fight; but more than all
Eurypylus hurled doom on many a foe.
First slew he battle-bider Eurytus,
Menoetius of the glancing taslet next,
Elephenor’s godlike comrades. Fell with these
Harpalus, wise Odysseus’ warrior-friend;
But in the fight afar that hero toiled,
And might not aid his fallen henchman: yet
Fierce Antiphus for that slain man was wroth,
And hurled his spear against Eurypylus,
Yet touched him not; the strong shaft glanced aside,
And pierced Meilanion battle-staunch, the son
Of Cleite lovely-faced, Erylaus’ bride,
Who bare him where Caicus meets the sea.
Wroth for his comrade slain, Eurypylus
Rushed upon Antiphus, but terror-winged
He plunged amid his comrades; so the spear
Of the avenger slew him not, whose doom
Was one day wretchedly to be devoured
By the manslaying Cyclops: so it pleased
Stern Fate, I know not why. Elsewhither sped
Eurypylus; and aye as he rushed on
Fell ‘neath his spear a multitude untold.
As tall trees, smitten by the strength of steel
In mountain-forest, fill the dark ravines,
Heaped on the earth confusedly, so fell
The Achaeans ‘neath Eurypylus’ flying spears—
Till heart-uplifted met him face to face
Achilles’ son. The long spears in their hands
They twain swung up, each hot to smite his foe.
But first Eurypylus cried the challenge-cry;
“Who art thou? Whence hast come to brave me here?
To Hades merciless Fate is bearing thee;
For in grim fight hath none escaped mine hands;
But whoso, eager for the fray, have come
Hither, on all have I hurled anguished death.
By Xanthus’ streams have dogs devoured their flesh
And gnawed their bones. Answer me, who art thou?
Whose be the steeds that bear thee exultant on?”

145ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις; ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν; 150υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί· καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν, εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον. ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο, 155οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα, οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται. νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ, καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο 160γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.

Answered Achilles’ battle-eager son:
“Wherefore, when I am hurrying to the fray,
Dost thou, a foe, put question thus to me,
As might a friend, touching my lineage,
Which many know? Achilles’ son am I,
Son of the man whose long spear smote thy sire,
And made him flee—yea, and the ruthless fates
Of death had seized him, but my father’s self
Healed him upon the brink of woeful death.
The steeds which bear me were my godlike sire’s;
These the West-wind begat, the Harpy bare:
Over the barren sea their feet can race
Skimming its crests: in speed they match the winds.
Since then thou know’st the lineage of my steeds
And mine, now put thou to the test the might
Of my strong spear, born on steep Pelion’s crest,
Who hath left his father-stock and forest there.”

162ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην, 165καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν, ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ, τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται· 170ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός. ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο ἄσχετον υἷʼ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη 175ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει, ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι 180μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει. οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι 185σύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς, ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας· 190καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες· ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου— […] 195οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα, οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν ἠλιβάτων ἀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ 200Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη. ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ 205ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος. 210τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως· Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ, ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα 215πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.

He spake; and from the chariot sprang to earth
That glorious man: he swung the long spear up.
But in his brawny hand his foe hath seized
A monstrous stone: full at the golden shield
Of Neoptolemus he sped its flight;
But, no whir staggered by its whirlwind rush,
He like a giant mountain-foreland stood
Which all the banded fury of river-floods
Can stir not, rooted in the eternal hills;
So stood unshaken still Achilles’ son.
Yet not for this Eurypylus’ dauntless might
Shrank from Achilles’ son invincible,
On-spurred by his own hardihood and by Fate.
Their hearts like caldrons seethed o’er fires of wrath,
Their glancing armour flashed about their limbs.
Like terrible lions each on other rushed,
Which fight amid the mountains famine-stung,
Writhing and leaping in the strain of strife
For a slain ox or stag, while all the glens
Ring with their conflict; so they grappled, so
Clashed they in pitiless strife. On either hand
Long lines of warriors Greek and Trojan toiled
In combat: round them roared up flames of war.
Like mighty rushing winds they hurled together
With eager spears for blood of life athirst.
Hard by them stood Enyo, spurred them on
Ceaselessly: never paused they from the strife.
Now hewed they each the other’s shield, and now
Thrust at the greaves, now at the crested helms.
Reckless of wounds, in that grim toil pressed on
Those aweless heroes: Strife incarnate watched
And gloated o’er them. Ran the sweat in streams
From either: straining hard they stood their ground,
For both were of the seed of Blessed Ones.
From Heaven, with hearts at variance, Gods looked down;
For some gave glory to Achilles’ son,
Some to Eurypylus the godlike. Still
They fought on, giving ground no more than rock.
Of granite mountains. Rang from side to side
Spear-smitten shields. At last the Pelian lance,
Sped onward by a mighty thrust, hath passed
Clear through Eurypylus’ throat. Forth poured the blood
Torrent-like; through the portal of the wound
The soul from the body flew: darkness of death
Dropped o’er his eyes. To earth in clanging arms
He fell, like stately pine or silver fir
Uprooted by the fury of Boreas;
Such space of earth Eurypylus’ giant frame
Covered in falling: rang again the floor
And plain of Troyland. Grey death-pallor swept
Over the corpse, and all the flush of life
Faded away. With a triumphant laugh
Shouted the mighty hero over him:
“Eurypylus, thou saidst thou wouldst destroy
The Danaan ships and men, wouldst slay us all
Wretchedly—but the Gods would not fulfil
Thy wish. For all thy might invincible,
My father’s massy spear hath now subdued
Thee under me, that spear no man shall ‘scape,
Though he be brass all through, who faceth me.”

217ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχἐ ἀπούρας 220δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν· αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός, ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα 225νόσφι Διὸς μεγάλοιο, ὁ δʼ ἐσσύμενος ποτὶ γαῖαν δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα· ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων· δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι· πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ. 230ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ· ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων, ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν 235ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.

He spake, and tore the long lance from the corse,
While shrank the Trojans back in dread, at sight
Of that strong-hearted man. Straightway he stripped
The armour from the dead, for friends to bear
Fast to the ships Achaean. But himself
To the swift chariot and the tireless steeds
Sprang, and sped onward like a thunderbolt
That lightning-girdled leaps through the wide air
From Zeus’s hands unconquerable—the bolt
Before whose downrush all the Immortals quail
Save only Zeus. It rusheth down to earth,
It rendeth trees and rugged mountain-crags;
So rushed he on the Trojans, flashing doom
Before their eyes; dashed to the earth they fell
Before the charge of those immortal steeds:
The earth was heaped with slain, was dyed with gore.
As when in mountain-glens the unnumbered leaves
Down-streaming thick and fast hide all the ground,
So hosts of Troy untold on earth were strewn
By Neoptolemus and fierce-hearted Greeks,
Shed by whose hands the blood in torrents ran
‘Neath feet of men and horses. Chariot-rails
Were dashed with blood-spray whirled up from the tyres.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.