Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 7.556–734: Neoptolemus is honoured at the feast

Athena comes down to Sigeum to watch Neoptolemus, who kills the twin sons of Meges, Celtus and Eubius, and many more. At nightfall the Argives honour him with gifts and a feast, and Agamemnon praises him as his father's image. Meanwhile the Trojans in their camp praise Eurypylus.

Lines 7.556–734 · 1492 words · click a number to copy its link
556τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα· βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς ὀρέων· οὐδʼ ἴχνεσι γαίης ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ 560εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο. Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων 565θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τʼ ἀνδράσιν εἰς ἕν ἰόντα τεύχουσιν μέγα κῦδος· ὁ δʼ ἀμφοτέροισι κέκαστο, οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι· τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων. ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης 570τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ 575κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ· ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς 580αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺς ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ 585πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται 590ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο· ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους. 595οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο· τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο 600φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι 605Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.

That desperate battle-travail Pallas saw,
And left the halls of Heaven incense-sweet,
And flew o’er mountain-crests: her hurrying feet
Touched not the earth, borne by the air divine
In form of cloud-wreaths, swifter than the wind.
She came to Troy, she stayed her feet upon
Sigeum’s windy ness, she looked forth thence
Over the ringing battle of dauntless men,
And gave the Achaeans glory. Achilles’ son
Beyond the rest was filled with valour and strength
Which win renown for men in whom they meet.
Peerless was he in both: the blood of Zeus
Gave strength; to his father’s valour was he heir;
So by those towers he smote down many a foe.
And as a fisher on the darkling sea,
To lure the fish to their destruction, takes
Within his boat the strength of fire; his breath
Kindles it to a flame, till round the boat
Glareth its splendour, and from the black sea
Dart up the fish all eager to behold
The radiance—for the last time; for the barbs
Of his three-pointed spear, as up they leap,
Slay them; his heart rejoices o’er the prey.
So that war-king Achilles’ glorious son
Slew hosts of onward-rushing foes around
That wall of stone. Well fought the Achaeans all,
Here, there, adown the ramparts: rang again
The wide strand and the ships: the battered walls
Groaned ever. Men with weary ache of toil
Fainted on either side; sinews and might
Of strong men were unstrung. But o’er the son
Of battle-stay Achilles weariness
Crept not: his battle-eager spirit aye
Was tireless; never touched by palsying fear
He fought on, as with the triumphant strength
Of an ever-flowing river: though it roll
‘Twixt blazing forests, though the madding blast
Roll stormy seas of flame, it feareth not,
For at its brink faint grows the fervent heat,
The strong flood turns its might to impotence;
So weariness nor fear could bow the knees
Of Hero Achilles’ gallant-hearted son,
Still as he fought, still cheered his comrades on.
Of myriad shafts sped at him none might touch
His flesh, but even as snowflakes on a rock
Fell vainly ever: wholly screened was he
By broad shield and strong helmet, gifts of a God.
In these exulting did the Aeacid’s son
Stride all along the wall, with ringing shouts
Cheering the dauntless Argives to the fray,
Being their mightiest far, bearing a soul
Insatiate of the awful onset-cry,
Burning with one strong purpose, to avenge
His father’s death: the Myrmidons in their king
Exulted. Roared the battle round the wall.

606Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος, ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας, εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι, 610τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο· ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω 615χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ, ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν. ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων 620μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει, μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες 625ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο, εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν 630Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ, καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι· ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν, ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος, χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε· 635κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται. ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη, ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι· 640ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον· χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι προφρονέως· ὁ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ 645ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν· ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον τηλυγέτῳ· ὁ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ· κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δʼ ἄρʼ υἱὸς ἔμοιγε 650ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει. τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ 655ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι. ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ 660ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν· ἀλλʼ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·

Two sons he slew of Meges rich in gold,
Scion of Dymas—sons of high renown,
Cunning to hurl the dart, to drive the steed
In war, and deftly cast the lance afar,
Born at one birth beside Sangarius’ banks
Of Periboea to him, Celtus one,
And Eubius the other. But not long
His boundless wealth enjoyed they, for the
Fates Span them a thread of life exceeding brief.
As on one day they saw the light, they died
On one day by the same hand. To the heart
Of one Neoptolemus sped a javelin; one
He smote down with a massy stone that crashed
Through his strong helmet, shattered all its ridge,
And dashed his brains to earth. Around them fell
Foes many, a host untold. The War-god’s work
Waxed ever mightier till the eventide,
Till failed the light celestial; then the host
Of brave Eurypylus from the ships drew back
A little: they that held those leaguered towers
Had a short breathing-space; the sons of Troy
Had respite from the deadly-echoing strife,
From that hard rampart-battle. Verily all
The Argives had beside their ships been slain,
Had not Achilles’ strong son on that day
Withstood the host of foes and their great chief
Eurypylus. Came to that young hero’s side
Phoenix the old, and marvelling gazed on one
The image of Peleides. Tides of joy
And grief swept o’er him—grief, for memories
Of that swift-footed father—joy, for sight
Of such a son. He for sheer gladness wept;
For never without tears the tribes of men
Live—nay, not mid the transports of delight.
He clasped him round as father claspeth son
Whom, after long and troublous wanderings,
The Gods bring home to gladden a father’s heart.
So kissed he Neoptolemus’ head and breast,
Clasping him round, and cried in rapture of joy:
“Hail, goodly son of that Achilles whom
I nursed a little one in mine own arms
With a glad heart. By Heaven’s high providence
Like a strong sapling waxed he in stature fast,
And daily I rejoiced to see his form
And prowess, my life’s blessing, honouring him
As though he were the son of mine old age;
For like a father did he honour me.
I was indeed his father, he my son
In spirit: thou hadst deemed us of one blood
Who were in heart one: but of nobler mould
Was he by far, in form and strength a God.
Thou art wholly like him—yea, I seem to see
Alive amid the Argives him for whom
Sharp anguish shrouds me ever. I waste away
In sorrowful age—oh that the grave had closed
On me while yet he lived! How blest to be
By loving hands of kinsmen laid to rest!
Ah child, my sorrowing heart will nevermore
Forget him! Chide me not for this my grief.
But now, help thou the Myrmidons and Greeks
In their sore strait: wreak on the foe thy wrath
For thy brave sire. It shall be thy renown
To slay this war-insatiate Telephus’ son;
For mightier art thou, and shalt prove, than he,
As was thy father than his wretched sire.”

665τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος. ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος· ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης. 670ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε νύξ, ἥ τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα ἔσσυτʼ ἀπʼ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ. Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι 675κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως· τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν ἄσπετα δῶρα διδόντες, ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει· οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας 680δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον, ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα· τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ. 685καί ῥʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν· ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο, 690ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας· τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι, 695οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ ὁ μὲν ἤδη ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι. 700ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον, ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω ἔσσεσθʼ, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.

Made answer golden-haired Achilles’ son:
“Ancient, our battle-prowess mighty Fate
And the o’ermastering War-god shall decide.”

But, as he spake, he had fain on that same day
Forth of the gates have rushed in his sire’s arms;
But night, which bringeth men release from toil,
Rose from the ocean veiled in sable pall.

With honour as of mighty Achilles’ self
Him mid the ships the glad Greeks hailed, who had won
Courage from that his eager rush to war.
With princely presents did they honour him,
With priceless gifts, whereby is wealth increased;
For some gave gold and silver, handmaids some,
Brass without weight gave these, and iron those;
Others in deep jars brought the ruddy wine:
Yea, fleetfoot steeds they gave, and battle-gear,
And raiment woven fair by women’s hands.
Glowed Neoptolemus’ heart for joy of these.
A feast they made for him amidst the tents,
And there extolled Achilles’ godlike son
With praise as of the immortal Heavenly Ones;
And joyful-voiced Agamemnon spake to him:
“Thou verily art the brave-souled Aeacid’s son,
His very image thou in stalwart might,
In beauty, stature, courage, and in soul.
Mine heart burns in me seeing thee. I trust
Thine hands and spear shall smite yon hosts of foes,
Shall smite the city of Priam world-renowned—
So like thy sire thou art! Methinks I see
Himself beside the ships, as when his shout
Of wrath for dead Patroclus shook the ranks
Of Troy. But he is with the Immortal Ones,
Yet, bending from that heaven, sends thee to-day
To save the Argives on destruction’s brink.”

Answered Achilles’ battle-eager son:
“Would I might meet him living yet, O King,
That so himself might see the son of his love
Not shaming his great father’s name. I trust
So shall it be, if the Gods grant me life.”

705ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν· λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον. ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο, δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε 710πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων ἔντεά οἱ παρέκεινθʼ· αἱ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον ὡς ζώοντος ἄνακτος· ὁ δʼ ὡς ἴδεν ἔντεα Τρώων καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος· 715ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα σμερδαλέοιο λέοντος ὑπʼ ἀγρευτῇσι δαμέντος σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δʼ αὐτοῦ ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ 720ἵππων ἠδὲ βοῶν μεγάλʼ ἄχνυται ἀμφὶ τοκῆος· ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο· καὶ δʼ αὐτὴ Βρισηίς, ὅτʼ ἔδρακεν υἷʼ Ἀχιλῆος, ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε 725ἄχνυτʼ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο. Τρῶες δʼ αὖτʼ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί, 730ὁππόσον Ἕκτορα δῖον, ὅτʼ Ἀργείους ἐδάϊζε ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν. ἀλλʼ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος, δὴ τότε Τρώιοι υἷες ἰδʼ Ἀργεῖοι μενεχάρμαι νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.

So spake he in wisdom and in modesty;
And all there marvelled at the godlike man.
But when with meat and wine their hearts were filled,
Then rose Achilles’ battle-eager son,
And from the feast passed forth unto the tent
That was his sire’s. Much armour of heroes slain
Lay there; and here and there were captive maids
Arraying that tent widowed of its lord,
As though its king lived. When that son beheld
Those Trojan arms and handmaid-thralls, he groaned,
By passionate longing for his father seized.
As when through dense oak-groves and tangled glens
Comes to the shadowed cave a lion’s whelp
Whose grim sire by the hunters hath been slain,
And looketh all around that empty den,
And seeth heaps of bones of steeds and kine
Slain theretofore, and grieveth for his sire;
Even so the heart of brave Peleides’ son
With grief was numbed. The handmaids marvelling gazed;
And fair Briseis’ self, when she beheld
Achilles’ son, was now right glad at heart,
And sorrowed now with memories of the dead.
Her soul was wildered all, as though indeed
There stood the aweless Aeacid living yet.

Meanwhile exultant Trojans camped aloof
Extolled Eurypylus the fierce and strong,
As erst they had praised Hector, when he smote
Their foes, defending Troy and all her wealth.
But when sweet sleep stole over mortal men,
Then sons of Troy and battle-biding Greeks
All slumber-heavy slept unsentinelled.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.