Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 7.431–555: Neoptolemus enters the battle

Odysseus, Diomedes and Neoptolemus leap from the ship and go to Odysseus' tent, where Neoptolemus puts on his father's arms and looks like Achilles himself. The Argives, pressed against their wall, rejoice at his coming like sailors given a fair wind. Neoptolemus and his companions beat Eurypylus' men back from the wall, and he hurls down so many Trojans that they think Achilles has returned.

Lines 7.431–555 · 1084 words · click a number to copy its link
431ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκʼ ἐῴκει πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης. 435καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος· ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο· πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο, ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο. 440ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ· αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο· δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν· 445υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός, καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει, καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν 450Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.

All as one man down from the ship they leapt;
For trembling seized on all for that grim sight—
On all save aweless Neoptolemus
Whose might was like his father’s: lust of war
Swept o’er him. To Odysseus’ tent in haste
They sped, for close it lay to where the ship
Touched land. About its walls was hung great store
Of change of armour, of wise Odysseus some,
And rescued some from gallant comrades slain.
Then did the brave man put on goodly arms;
But they in whose breasts faintlier beat their hearts
Must don the worser. Odysseus stood arrayed
In those which came with him from Ithaca:
To Diomede he gave fair battle-gear
Stripped in time past from mighty Socus slain.
But in his father’s arms Achilles’ son
Clad him and lo, he seemed Achilles’ self!
Light on his limbs and lapping close they lay—
So cunning was Hephaestus’ workmanship—
Which for another had been a giant’s arms.
The massive helmet cumbered not his brows;
Yea, the great Pelian spear-shaft burdened not
His hand, but lightly swung he up on high
The heavy and tall lance thirsting still for blood.

452Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός· 455ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα 460ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος· ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο. ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος, 465ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων βήσσῃ ἐνὶ σκιερῇ, ἑ δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης 470ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς· ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν· οἴμησεν δʼ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει 475ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν, οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο. σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι· εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους 480πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ· ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς 485ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν. ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες στρωφῶντʼ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ 490πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι, ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες· βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν· […] οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι 495Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος. αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο· 500σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν. ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ, ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι, 505μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι ἐσσυμένως, τοὶ δʼ οὔτι βιαζόμενοι βελέεσσι χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν· 510ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν μίμνον ἐν ὑσμίνῃ· τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων· ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες, οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα 515ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν· νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν· ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε, ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας 520ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.

Of many Argives which beheld him then
Might none draw nigh to him, how fain soe’er,
So fast were they in that grim grapple locked
Of the wild war that raged all down the wall.
But as when shipmen, under a desolate isle
Mid the wide sea by stress of weather bound,
Chafe, while afar from men the adverse blasts
Prison them many a day; they pace the deck
With sinking hearts, while scantier grows their store
Of food; they weary till a fair wind sings;
So joyed the Achaean host, which theretofore
Were heavy of heart, when Neoptolemus came,
Joyed in the hope of breathing-space from toil.
Then like the aweless lion’s flashed his eyes,
Which mid the mountains leaps in furious mood
To meet the hunters that draw nigh his cave,
Thinking to steal his cubs, there left alone
In a dark-shadowed glen but from a height
The beast hath spied, and on the spoilers leaps
With grim jaws terribly roaring; even so
That glorious child of Aeacus’ aweless son
Against the Trojan warriors burned in wrath.
Thither his eagle-swoop descended first
Where loudest from the plain uproared the fight,
There weakest, he divined, must be the wall,
The battlements lowest, since the surge of foes
Brake heaviest there. Charged at his side the rest
Breathing the battle-spirit. There they found
Eurypylus mighty of heart and all his men
Scaling a tower, exultant in the hope
Of tearing down the walls, of slaughtering
The Argives in one holocaust. No mind
The Gods had to accomplish their desire!
But now Odysseus, Diomede the strong,
Leonteus, and Neoptolemus, as a God
In strength and beauty, hailed their javelins down,
And thrust them from the wall. As dogs and shepherds
By shouting and hard fighting drive away
Strong lions from a steading, rushing forth
From all sides, and the brutes with glaring eyes
Pace to and fro; with savage lust for blood
Of calves and kine their jaws are slavering;
Yet must their onrush give back from the hounds
And fearless onset of the shepherd folk;
[So from these new defenders shrank the foe]
A little, far as one may hurl a stone
Exceeding great; for still Eurypylus
Suffered them not to flee far from the ships,
But cheered them on to bide the brunt, until
The ships be won, and all the Argives slain;
For Zeus with measureless might thrilled all his frame.
Then seized he a rugged stone and huge, and leapt
And hurled it full against the high-built wall.
It crashed, and terribly boomed that rampart steep
To its foundations. Terror gripped the Greeks,
As though that wall had crumbled down in dust;
Yet from the deadly conflict flinched they not,
But stood fast, like to jackals or to wolves
Bold robbers of the sheep—when mid the hills
Hunter and hound would drive them forth their caves,
Being grimly purposed there to slay their whelps.
Yet these, albeit tormented by the darts,
Flee not, but for their cubs’ sake bide and fight;
So for the ships’ sake they abode and fought,
And for their own lives. But Eurypylus
Afront of all the ships stood, taunting them:
“Coward and dastard souls! no darts of yours
Had given me pause, nor thrust back from your ships,
Had not your rampart stayed mine onset-rush.
Ye are like to dogs, that in a forest flinch
Before a lion! Skulking therewithin
Ye are fighting—nay, are shrinking back from death!
But if ye dare come forth on Trojan ground,
As once when ye were eager for the fray,
None shall from ghastly death deliver you:
Slain by mine hand ye all shall lie in dust!”

522ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε 525δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο, ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει· 530ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ· ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο 535πᾶν θʼ ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα, δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα. οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν 540κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος· αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο· αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν. 545ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ, οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον 550δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου· ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι […] τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα 555χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο.

So did he shout a prophecy unfulfilled,
Nor heard Doom’s chariot-wheels fast rolling near
Bearing swift death at Neoptolemus’ hands,
Nor saw death gleaming from his glittering spear.
Ay, and that hero paused not now from fight,
But from the ramparts smote the Trojans aye.
From that death leaping from above they quailed
In tumult round Eurypylus: deadly fear
Gripped all their hearts. As little children cower
About a father’s knees when thunder of Zeus
Crashes from cloud to cloud, when all the air
Shudders and groans, so did the sons of Troy,
With those Ceteians round their great king, cower
Ever as prince Neoptolemus hurled; for death
Rode upon all he cast, and bare his wrath
Straight rushing down upon the heads of foes.
Now in their hearts those wildered Trojans said
That once more they beheld Achilles’ self
Gigantic in his armour. Yet they hid
That horror in their breasts, lest panic fear
Should pass from them to the Ceteian host
And king Eurypylus; so on every side
They wavered ‘twixt the stress of their hard strait
And that blood-curdling dread, ‘twixt shame and fear.
As when men treading a precipitous path
Look up, and see adown the mountain-slope
A torrent rushing on them, thundering down
The rocks, and dare not meet its clamorous flood,
But hurry shuddering on, with death in sight
Holding as naught the perils of the path;
So stayed the Trojans, spite of their desire
[To flee the imminent death that waited them]
Beneath the wall. Godlike Eurypylus
Aye cheered them on to fight. He trusted still
That this new mighty foe would weary at last
With toil of slaughter; but he wearied not.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.