Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 9.210–320: Apollo and Poseidon check Neoptolemus

Neoptolemus drives against Deiphobus, who is snatched away by Apollo in a cloud, and Zeus then lifts the cloud. Neoptolemus presses the Trojans to the Scaean Gate. Apollo comes down to strike him as he struck his father, but Poseidon strengthens the Greeks, and Apollo yields.

Lines 9.210–320 · 952 words · click a number to copy its link
210ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε, φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν. 215αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἱ δʼ ἐπέτοντο ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα. οἷος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα μαῖα 220ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα· τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην ἐσθλοῦ Δηιφόβοιο· κόνις δʼ ἐπαείρετο πολλὴ ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ 225Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δʼ ἄνακτι τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·

Now at the last Achilles’ strong son marked
How fast beside Scamander’s outfall Greeks
Were perishing. Those Troyward-fleeing foes
Whom he had followed slaying, left he now,
And bade Automedon thither drive, where hosts
Were falling of the Achaeans. Straightway he
Hearkened, and scourged the steeds immortal on
To that wild fray: bearing their lord they flew
Swiftly o’er battle-highways paved with death.

As Ares chariot-borne to murderous war
Fares forth, and round his onrush quakes the ground,
While on the God’s breast clash celestial arms
Outflashing fire, so charged Achilles’ son
Against Deiphobus. Clouds of dust upsoared
About his horses’ feet. Automedon marked
The Trojan chief, and knew him. To his lord
Straightway he named that hero war-renowned:
“My king, this is Deiphobus’ array—
The man who from thy father fled in fear.
Some God or fiend with courage fills him now.”

227ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸς σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος. 230ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι. ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι, δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο 235ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται· θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος μείονα. τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν ἄλλοτε μὲν φεύγειν, ὁτὲ δʼ ἀνέρος ἄντα μάχεσθαι· 240ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθι φανείη ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω, θήγει δʼ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας· 245ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί. τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος· Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν 250φεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν, ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς. ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντʼ ἐλάφοιο ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο· 255καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν, εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας 260ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν· ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.

Naught answered Neoptolemus, save to bid
Drive on the steeds yet faster, that with speed
He might avert grim death from perishing friends.
But when to each other now full nigh they drew,
Deiphobus, despite his battle-lust,
Stayed, as a ravening fire stays when it meets
Water. He marvelled, seeing Achilles’ steeds
And that gigantic son, huge as his sire;
And his heart wavered, choosing now to flee,
And now to face that hero, man to man
As when a mountain boar from his young brood
Chases the jackals—then a lion leaps
From hidden ambush into view: the boar
Halts in his furious onset, loth to advance,
Loth to retreat, while foam his jaws about
His whetted tusks; so halted Priam’s son
Car-steeds and car, perplexed, while quivered his hands
About the lance. Shouted Achilles’ son:
“Ho, Priam’s son, why thus so mad to smite
Those weaker Argives, who have feared thy wrath
And fled thine onset? So thou deem’st thyself
Far mightiest! If thine heart be brave indeed,
Of my spear now make trial in the strife.”

On rushed he, as a lion against a stag,
Borne by the steeds and chariot of his sire.
And now full soon his lance had slain his foe,
Him and his charioteer—but Phoebus poured
A dense cloud round him from the viewless heights
Of heaven, and snatched him from the deadly fray,
And set him down in Troy, amid the rout
Of fleeing Trojans: so did Peleus’ son
Stab but the empty air; and loud he cried:
“Dog, thou hast ‘scaped my wrath! No might of thine
Saved thee, though ne’er so fain! Some God hath cast
Night’s veil o’er thee, and snatched thee from thy death.”

264ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων 265εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν· αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών. Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα· 270ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος· ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας. τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι· 275κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰσόκε Τροίης 280πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ· αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας· τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην. ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν 285θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δʼ Ἀργείων 290ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.

Then Cronos’ Son dispersed that dense dark cloud:
Mist-like it thinned and vanished into air:
Straightway the plain and all the land were seen.
Then far away about the Scaean Gate
He saw the Trojans: seeming like his sire,
He sped against them; they at his coming quailed.
As shipmen tremble when a wild wave bears
Down on their bark, wind-heaved until it swings
Broad, mountain-high above them, when the sea
Is mad with tempest; so, as on he came,
Terror clad all those Trojans as a cloak,
The while he shouted, cheering on his men:
“Hear, friends!—fill full your hearts with dauntless strength,
The strength that well beseemeth mighty men
Who thirst to win them glorious victory,
To win renown from battle’s tumult! Come,
Brave hearts, now strive we even beyond our strength
Till we smite Troy’s proud city, till we win
Our hearts’ desire! Foul shame it were to abide
Long deedless here and strengthless, womanlike!
Ere I be called war-blencher, let me die!”

Then unto Ares’ work their spirits flamed.
Down on the Trojans charged they: yea, and these
Fought with high courage, round their city now,
And now from wall and gate-towers. Never lulled
The rage of war, while Trojan hearts were hot
To hurl the foemen back, and the strong Greeks
To smite the town: grim havoc compassed all.

291καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ 295μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι· ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δʼ αἰθὴρ θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δʼ ἐβόησε σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δʼ Ἀχαιοῖς 300μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδʼ Ἐνοσίχθων ὄβριμος ἠγνοίησε· μένος δʼ ἐνέπνευσεν Ἀχαιοῖς ἤδη τειρομένοισι· μάχη δʼ ἀΐδηλος ἐτύχθη ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δʼ ἄρʼ Ἀπόλλων 305Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷʼ Ἀχιλῆος αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δʼ ἄρα θυμὸν οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες, ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτʼ ἔμελλε πείθεσθαι τεράεσσι· τὸ δʼ οὐ λάθε Κυανοχαίτην· […] 310ἠέρι θεσπεσίῃ κεκαλυμμένος· ἀμφὶ δὲ ποσσὶ νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα· τοῖον δʼ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι· ἴσχε κότον, καὶ μήτι πελώριον υἷʼ Ἀχιλῆος κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο 315γηθήσει· μέγα δʼ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφʼ Ἀχιλῆα· ἀλλʼ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς, αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν 320θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.

Then, eager for the Trojans’ help, swooped down
Out of Olympus, cloaked about with clouds,
The son of Leto. Mighty rushing winds
Bare him in golden armour clad; and gleamed
With lightning-splendour of his descent the long
Highways of air. His quiver clashed; loud rang
The welkin; earth re-echoed, as he set
His tireless feet by Xanthus. Pealed his shout
Dreadly, with courage filling them of Troy,
Scaring their foes from biding the red fray.
But of all this the mighty Shaker of Earth
Was ware: he breathed into the fainting
Greeks Fierce valour, and the fight waxed murderous
Through those Immortals’ clashing wills. Then died
Hosts numberless on either side. In wrath
Apollo thought to smite Achilles’ son
In the same place where erst he smote his sire;
But birds of boding screamed to left, to stay
His mood, and other signs from heaven were sent;
Yet was his wrath not minded to obey
Those portents. Swiftly drew Earth-shaker nigh
In mist celestial cloaked: about his feet
Quaked the dark earth as came the Sea-king on.
Then, to stay Phoebus’ hand, he cried to him:
“Refrain thy wrath: Achilles’ giant son
Slay not! Olympus’ Lord himself shall be
Wroth for his death, and bitter grief shall light
On me and all the Sea-gods, as erstwhile
For Achilles’ sake. Nay, get thee back to heights
Celestial, lest thou kindle me to wrath,
And so I cleave a sudden chasm in earth,
And Ilium and all her walls go down
To darkness. Thine own soul were vexed thereat.”

Then, overawed by the brother of his sire,
And fearing for Troy’s fate and for her folk,
To heaven went back Apollo, to the sea
Poseidon. But the sons of men fought on,
And slew; and Strife incarnate gloating watched.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.