Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 10.203–331: Philoctetes wounds Paris

Paris shoots at Philoctetes and misses, and Philoctetes shoots back, wounding him with the second arrow. Paris is told that only Oenone can heal him and goes to her on Ida. She mocks him, refuses, and drives him from her door.

Lines 10.203–331 · 1105 words · click a number to copy its link
203καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο ὀβρίμῳ Ἡρακλῆι· ὁ δʼ ὤπασε παιδὶ φορῆναι 205Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν. αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς. ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ. 210ἥκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δʼ ἰάχησεν ἰοῦ ἀπεσσυμένοιο· τὸ δʼ οὐχ ἅλιον φύγε χειρῶν· καί ῥʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν, ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον· 215οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον· ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας βουπλῆγι στιβαρῷ· ὁ δʼ ἐχάσσατο μαρνάμενός περ αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς 220ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου, ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ. τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ, δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς 225ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει· ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν· καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου 230ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.

So glorying in those arms he smote the foe.
But Paris at the last to meet him sprang
Fearlessly, bearing in his hands his bow
And deadly arrows—but his latest day
Now met himself. A flying shaft he sped
Forth from the string, which sang as leapt the dart,
Which flew not vainly: yet the very mark
It missed, for Philoctetes swerved aside
A hair-breadth, and it smote above the breast
Cleodorus war-renowned, and cleft a path
Clear through his shoulder; for he had not now
The buckler broad which wont to fence from death
Its bearer, but was falling back from fight,
Being shieldless; for Polydamas’ massy lance
Had cleft the shoulder-belt whereby his targe
Hung, and he gave back therefore, fighting still
With stubborn spear. But now the arrow of death
Fell on him, as from ambush leaping forth.
For so Fate willed, I trow, to bring dread doom
On noble-hearted Lernus’ scion, born
Of Amphiale, in Rhodes the fertile land.

But soon as Poeas’ battle-eager son
Marked him by Paris’ deadly arrow slain,
Swiftly he strained his bow, shouting aloud:
“Dog! I will give thee death, will speed thee down
To the Unseen Land, who darest to brave me!
And so shall they have rest, who travail now
For thy vile sake. Destruction shall have end
When thou art dead, the author of our bane.”

231ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς ἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ 235ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός, ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν. ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς 240ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε Ποίαντος φίλος υἱός· ὁ δʼ οὐκέτι μίμνε μάχεσθαι, ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν· ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς 245χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ ἢ χιόνος νιφάδεσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην 250Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει· ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο. αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες. 255Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα. ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·

Then to his breast he drew the plaited cord.
The great bow arched, the merciless shaft was aimed
Straight, and the terrible point a little peered
Above the bow, in that constraining grip.
Loud sang the string, as the death-hissing shaft
Leapt, and missed not: yet was not Paris’ heart
Stilled, but his spirit yet was strong in him;
For that first arrow was not winged with death:
It did but graze the fair flesh by his wrist.
Then once again the avenger drew the bow,
And the barbed shaft of Poeas’ son had plunged,
Ere he could swerve, ‘twixt flank and groin. No more
He abode the fight, but swiftly hasted back
As hastes a dog which on a lion rushed
At first, then fleeth terror-stricken back.
So he, his very heart with agony thrilled,
Fled from the war. Still clashed the grappling hosts,
Man slaying man: aye bloodier waxed the fray
As rained the blows: corpse upon corpse was flung
Confusedly, like thunder-drops, or flakes
Of snow, or hailstones, by the wintry blast
At Zeus’ behest strewn over the long hills
And forest-boughs; so by a pitiless doom
Slain, friends with foes in heaps on heaps were strown.

Sorely groaned Paris; with the torturing wound
Fainted his spirit. Leeches sought to allay
His frenzy of pain. But now drew back to Troy
The Trojans, and the Danaans to their ships
Swiftly returned, for dark night put an end
To strife, and stole from men’s limbs weariness,
Pouring upon their eyes pain-healing sleep.

260οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι, ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη 265κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον. 270ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς, λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν 275φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός. τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ· ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται, ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς 280ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα· ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ· καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν· ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ 285ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα. ἀλλʼ ἄγε, πρός τε θεῶν, οἵ τʼ οὐρανὸν ἀμφινέμονται, 290πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος, ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ, ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι 295μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί· ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε· μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ 300πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δʼ ἀποθύμια ῥέξεις, αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε 305ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.

But through the livelong night no sleep laid hold
On Paris: for his help no leech availed,
Though ne’er so willing, with his salves. His weird
Was only by Oenone’s hands to escape
Death’s doom, if so she willed. Now he obeyed
The prophecy, and he went—exceeding loth,
But grim necessity forced him thence, to face
The wife forsaken. Evil-boding fowl
Shrieked o’er his head, or darted past to left,
Still as he went. Now, as he looked at them,
His heart sank; now hope whispered, “Haply vain
Their bodings are!” but on their wings were borne
Visions of doom that blended with his pain.
Into Oenone’s presence thus he came.
Amazed her thronging handmaids looked on him
As at the Nymph’s feet that pale suppliant fell
Faint with the anguish of his wound, whose pangs
Stabbed him through brain and heart, yea, quivered through
His very bones, for that fierce venom crawled
Through all his inwards with corrupting fangs;
And his life fainted in him agony-thrilled.
As one with sickness and tormenting thirst
Consumed, lies parched, with heart quick-shuddering,
With liver seething as in flame, the soul,
Scarce conscious, fluttering at his burning lips,
Longing for life, for water longing sore;
So was his breast one fire of torturing pain.
Then in exceeding feebleness he spake:
“O reverenced wife, turn not from me in hate
For that I left thee widowed long ago!
Not of my will I did it: the strong Fates
Dragged me to Helen—oh that I had died
Ere I embraced her—in thine arms had died!
All, by the Gods I pray, the Lords of Heaven,
By all the memories of our wedded love,
Be merciful! Banish my bitter pain:
Lay on my deadly wound those healing salves
Which only can, by Fate’s decree, remove
This torment, if thou wilt. Thine heart must speak
My sentence, to be saved from death or no.
Pity me—oh, make haste to pity me!
This venom’s might is swiftly bringing death!
Heal me, while life yet lingers in my limbs!
Remember not those pangs of jealousy,
Nor leave me by a cruel doom to die
Low fallen at thy feet! This should offend
The Prayers, the Daughters of the Thunderer Zeus,
Whose anger followeth unrelenting pride
With vengeance, and the Erinnys executes
Their wrath. My queen, I sinned, in folly sinned;
Yet from death save me—oh, make haste to save!”

306ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔτι φρένας παρέπεισε κελαινάς, ἀλλά ἑ κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε· τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν 310εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω· κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα· 315αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι, οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας. σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια; πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς; 320τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν· σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος, τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν. ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε, 325ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων. ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων, νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον 330κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.

So prayed he; but her darkly-brooding heart
Was steeled, and her words mocked his agony:
“Thou comest unto me!—thou, who didst leave
Erewhile a wailing wife in a desolate home!—
Didst leave her for thy Tyndarid darling! Go,
Lie laughing in her arms for bliss! She is better
Than thy true wife—is, rumour saith, immortal!
Make haste to kneel to her but not to me!
Weep not to me, nor whimper pitiful prayers!
Oh that mine heart beat with a tigress’ strength,
That I might tear thy flesh and lap thy blood
For all the pain thy folly brought on me!
Vile wretch! where now is Love’s Queen glory-crowned?
Hath Zeus forgotten his daughter’s paramour?
Have them for thy deliverers! Get thee hence
Far from my dwelling, curse of Gods and men!
Yea, for through thee, thou miscreant, sorrow came
On deathless Gods, for sons and sons’ sons slain.
Hence from my threshold!—to thine Helen go!
Agonize day and night beside her bed:
There whimper, pierced to the heart with cruel pangs,
Until she heal thee of thy grievous pain.”

So from her doors she drave that groaning man—
Ah fool! not knowing her own doom, whose weird
Was straightway after him to tread the path
Of death! So Fate had spun her destiny-thread.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.