Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 12.346–443: Sinon and Laocoon

At dawn the Trojans see the smoke and the empty shore, and find the Horse and Sinon, whom they question and torture. Laocoon warns them and urges that the Horse be burned. Athena, angered, shakes the earth under him and torments his eyes.

Lines 12.346–443 · 819 words · click a number to copy its link
346εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη. 350οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι· καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια. Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας 355δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον. γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν· ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη· 360ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν· καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον 365πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δʼ ἔμπεδον ἠΰτε πέτρη μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δʼ ἄρʼ αὐτοῦ οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ, ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος 370ἔνδον ἐρητύεσκεν. ὁ δʼ ἐνθέμενος φρεσὶ κάρτος λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος· τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν· 375Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ· Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου 380ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον, ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης δαίμοσιν εἰναλίοις. ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου· 385οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.

But nigh the foe were they in the Horse, and now
Looked they for death, and now to smite the town;
And on their hopes and fears uprose the dawn.

Then marked the Trojans upon Hellespont’s strand
The smoke upleaping yet through air: no more
Saw they the ships which brought to them from Greece
Destruction dire. With joy to the shore they ran,
But armed them first, for fear still haunted them
Then marked they that fair-carven Horse, and stood
Marvelling round, for a mighty work was there.
A hapless-seeming man thereby they spied,
Sinon; and this one, that one questioned him
Touching the Danaans, as in a great ring
They compassed him, and with unangry words
First questioned, then with terrible threatenings.
Then tortured they that man of guileful soul
Long time unceasing. Firm as a rock abode
The unquivering limbs, the unconquerable will.
His ears, his nose, at last they shore away
In every wise tormenting him, until
He should declare the truth, whither were gone
The Danaans in their ships, what thing the Horse
Concealed within it. He had armed his mind
With resolution, and of outrage foul
Recked not; his soul endured their cruel stripes,
Yea, and the bitter torment of the fire;
For strong endurance into him Hera breathed;
And still he told them the same guileful tale:
“The Argives in their ships flee oversea
Weary of tribulation of endless war.
This horse by Calchas’ counsel fashioned they
For wise Athena, to propitiate
Her stern wrath for that guardian image stol’n
From Troy. And by Odysseus’ prompting I
Was marked for slaughter, to be sacrificed
To the sea-powers, beside the moaning waves,
To win them safe return. But their intent
I marked; and ere they spilt the drops of wine,
And sprinkled hallowed meal upon mine head,
Swiftly I fled, and, by the help of Heaven,
I flung me down, clasping the Horse’s feet;
And they, sore loth, perforce must leave me there
Dreading great Zeus’s daughter mighty-souled.”

387ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν· ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην. τῷ δʼ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δʼ ἄρʼ ἔφαντο 390ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν, πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον, ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.

In subtlety so he spake, his soul untamed
By pain; for a brave man’s part is to endure
To the uttermost. And of the Trojans some
Believed him, others for a wily knave
Held him, of whose mind was Laocoon.
Wisely he spake: “A deadly fraud is this,”
He said, “devised by the Achaean chiefs!”
And cried to all straightway to burn the Horse,
And know if aught within its timbers lurked.

395καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον, εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος. τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δʼ ἀμφέκλασε γυῖα 400ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος, σὺν δʼ ἔχεεν λασίῃσιν ὑπʼ ὀφρύσιν ὄμματα φωτός· γλῆναι δʼ ἀργαλέῃσι πεπαρμέναι ἀμφʼ ὀδύνῃσι ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δʼ ὀπωπαὶ 405τειρόμεναι ὑπένερθεν· ἄχος δʼ ἀλεγεινὸν ἵκανεν ἄχρι καὶ ἐς μήνιγγας ἰδʼ ἐγκεφάλοιο θέμεθλα· τοῦ δʼ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ ὀφθαλμοί, ὁτὲ δʼ αὖτε δυσαλθέα γλαυκιόωντες· πολλάκι δʼ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης 410εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ· μαινομένῳ δʼ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν, οὐδʼ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε δῖα θεά· λευκαὶ δʼ ἄρʼ ὑπὸ βλέφαρʼ ἔσταν ὀπωπαὶ 415αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν, καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον, δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος 420ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντʼ ἀγορεύσειν· τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δʼ ἅμα πάντες σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς 425ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατʼ ἔθηκεν, ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δʼ ἅμα πάντες εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης 430αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα· ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ 435πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο· αὐτοὶ δʼ ἐστέψαντο κάρη· μέγα δʼ ἤπυον αὐλοὶ ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δʼ Ἐνυὼ δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δʼ Ἥρη τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες 440ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.

Yea, and they had obeyed him, and had ‘scaped
Destruction; but Athena, fiercely wroth
With him, the Trojans, and their city, shook
Earth’s deep foundations ‘neath Laocoon’s feet.
Straight terror fell on him, and trembling bowed
The knees of the presumptuous: round his head
Horror of darkness poured; a sharp pang thrilled
His eyelids; swam his eyes beneath his brows;
His eyeballs, stabbed with bitter anguish, throbbed
Even from the roots, and rolled in frenzy of pain.
Clear through his brain the bitter torment pierced
Even to the filmy inner veil thereof;
Now bloodshot were his eyes, now ghastly green;
Anon with rheum they ran, as pours a stream
Down from a rugged crag, with thawing snow
Made turbid. As a man distraught he seemed:
All things he saw showed double, and he groaned
Fearfully; yet he ceased not to exhort
The men of Troy, and recked not of his pain.
Then did the Goddess strike him utterly blind.
Stared his fixed eyeballs white from pits of blood;
And all folk groaned for pity of their friend,
And dread of the Prey-giver, lest he had sinned
In folly against her, and his mind was thus
Warped to destruction yea, lest on themselves
Like judgment should be visited, to avenge
The outrage done to hapless Sinon’s flesh,
Whereby they hoped to wring the truth from him.
So led they him in friendly wise to Troy,
Pitying him at the last. Then gathered all,
And o’er that huge Horse hastily cast a rope,
And made it fast above; for under its feet
Smooth wooden rollers had Epeius laid,
That, dragged by Trojan hands, it might glide on
Into their fortress. One and all they haled
With multitudinous tug and strain, as when
Down to the sea young men sore-labouring drag
A ship; hard-crushed the stubborn rollers groan,
As, sliding with weird shrieks, the keel descends
Into the sea-surge; so that host with toil
Dragged up unto their city their own doom,
Epeius’ work. With great festoons of flowers
They hung it, and their own heads did they wreathe,
While answering each other pealed the flutes.
Grimly Enyo laughed, seeing the end
Of that dire war; Hera rejoiced on high;
Glad was Athena. When the Trojans came
Unto their city, brake they down the walls,
Their city’s coronal, that the Horse of Death
Might be led in. Troy’s daughters greeted it
With shouts of salutation; marvelling all
Gazed at the mighty work where lurked their doom.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.