Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.121–227: Menelaus and Helen; Achilles' ghost

A harper sings the story of the war at the Argives' feast before they sleep. Helen asks Menelaus to forgive her, he tells her to forget the past, and the two are reconciled. Achilles' ghost appears to Neoptolemus in a dream, advising him to be kind and honourable, and demands that Polyxeina be sacrificed at his tomb or he will raise storms against the fleet.

Lines 14.121–227 · 956 words · click a number to copy its link
121τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος […] […] οὐ γὰρ ἔτʼ αὐτοῖς δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς. 125ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν, λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας, ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας, ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξε 130Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα, ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο, Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης, ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν 135υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶτα Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο, ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα, ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου 140ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν. ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα. ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός, δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο 145παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο· χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας· τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν· ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν 150Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός· οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν, ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.

Then rose a cunning harper in their midst.
And sang the song of triumph and of peace
Re-won, and with glad hearts untouched by care
They heard; for no more fear of war had they,
But of sweet toil of law-abiding days
And blissful, fleeting hours henceforth they dreamed.
All the War’s Story in their eager ears
He sang—how leagued peoples gathering met
At hallowed Aulis—how the invincible strength
Of Peleus’ son smote fenced cities twelve
In sea-raids, how he marched o’er leagues on leagues
Of land, and spoiled eleven—all he wrought
In fight with Telephus and Eetion—
How he slew giant Cycnus—all the toil
Of war that through Achilles’ wrath befell
The Achaeans—how he dragged dead Hector round
His own Troy’s wall, and how he slew in fight
Penthesileia and Tithonus’ son:—
How Aias laid low Glaucus, lord of spears,
Then sang he how the child of Aeacus’ son
Struck down Eurypylus, and how the shafts
Of Philoctetes dealt to Paris death.
Then the song named all heroes who passed in
To ambush in the Horse of Guile, and hymned
The fall of god-descended Priam’s burg;
The feast he sang last, and peace after war;
Then many another, as they listed, sang.

But when above those feasters midnight’s stars
Hung, ceased the Danaans from the feast and wine,
And turned to sleep’s forgetfulness of care,
For that with yesterday’s war-travail all
Were wearied; wherefore they, who fain all night
Had revelled, needs must cease: how loth soe’er,
Sleep drew them thence; here, there, soft slumbered they.

But in his tent Menelaus lovingly
With bright-haired Helen spake; for on their eyes
Sleep had not fallen yet. The Cyprian Queen
Brooded above their souls, that olden love
Might be renewed, and heart-ache chased away.

154πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε· 155μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ· οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν, ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες, καί μʼ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι 160ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός· τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ λίσσομαι, ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης. 165ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος· μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ· ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων. ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ· 170ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμʼ ἄμφω δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων. ἀσπασίως δʼ ἀρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο· 175ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται ἀλλήλους περὶ πρέμνα, τὰ δʼ οὔποτε ἲς ἀνέμοιο σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.

Helen first brake the silence, and she said:
“O Menelaus, be not wroth with me!
Not of my will I left thy roof, thy bed,
But Alexander and the sons of Troy
Came upon me, and snatched away, when thou
Wast far thence. Oftentimes did I essay
By the death-noose to perish wretchedly,
Or by the bitter sword; but still they stayed
Mine hand, and still spake comfortable words
To salve my grief for thee and my sweet child.
For her sake, for the sake of olden love,
And for thine own sake, I beseech thee now,
Forget thy stern displeasure against thy wife.”

Answered her Menelaus wise of wit:
“No more remember past griefs: seal them up
Hid in thine heart. Let all be locked within
The dim dark mansion of forgetfulness.
What profits it to call ill deeds to mind?”

Glad was she then: fear flitted from her heart,
And came sweet hope that her lord’s wrath was dead.
She cast her arms around him, and their eyes
With tears were brimming as they made sweet moan;
And side by side they laid them, and their hearts
Thrilled with remembrance of old spousal joy.
And as a vine and ivy entwine their stems
Each around other, that no might of wind
Avails to sever them, so clung these twain
Twined in the passionate embrace of love.

179ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων, 180δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς. κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε· 185χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν εἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ. αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων 190ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται. τῖε δʼ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν· ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός. ἢν δʼ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων· 195κεῖνος δʼ οὔποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν, ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπʼ αἴθρην ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται 200εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος. ἀλλʼ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ, μήτʼ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκα 205μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν· ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης, ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει· τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε 210Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ μέμνηνθʼ, ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα, ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι, τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον […] 215ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα, ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκʼ ἔμοιγε 220λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου· αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται, κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω. ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ· αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται 225οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τʼ ἄνοδός τε ἀθανάτοις μακάρεσσιν· ὁ δʼ, ὁππότε μιν λίπεν ὕπνος, μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.

When came on these too sorrow-drowning sleep,
Even then above his son’s head rose and stood
Godlike Achilles’ mighty shade, in form
As when he lived, the Trojans’ bane, the joy
Of Greeks, and kissed his neck and flashing eyes
Lovingly, and spake comfortable words:
“All hail, my son! Vex not thine heart with grief
For thy dead sire; for with the Blessed Gods
Now at the feast I sit. Refrain thy soul
From sorrow, and plant my strength within thy mind.
Be foremost of the Argives ever; yield
To none in valour, but in council bow
Before thine elders: so shall all acclaim
Thy courtesy. Honour princely men and wise;
For the true man is still the true man’s friend,
Even as the vile man cleaveth to the knave.
If good thy thought be, good shall be thy deeds:
But no man shall attain to Honour’s height,
Except his heart be right within: her stem
Is hard to climb, and high in heaven spread
Her branches: only they whom strength and toil
Attend, strain up to pluck her blissful fruit,
Climbing the Tree of Honour glow-crowned.
Thou therefore follow fame, and let thy soul
Be not in sorrow afflicted overmuch,
Nor in prosperity over-glad. To friends,
To comrades, child and wife, be kindly of heart,
Remembering still that near to all men stand
The gates of doom, the mansions of the dead:
For humankind are like the flower of grass,
The blossom of spring; these fade the while those bloom:
Therefore be ever kindly with thy kind.
Now to the Argives say—to Atreus’ son
Agamemnon chiefly—if my battle-toil
Round Priam’s walls, and those sea-raids I led
Or ever I set foot on Trojan land,
Be in their hearts remembered, to my tomb
Be Priam’s daughter Polyxeina led—
Whom as my portion of the spoil I claim—
And sacrificed thereon: else shall my wrath
Against them more than for Briseis burn.
The waves of the great deep will I turmoil
To bar their way, upstirring storm on storm,
That through their own mad folly pining away
Here they may linger long, until to me
They pour drink-offerings, yearning sore for home.
But, when they have slain the maiden, I grudge not
That whoso will may bury her far from me.”

Then as a wind-breath swift he fleeted thence,
And came to the Elysian Plain, whereto
A path to heaven reacheth, for the feet
Ascending and descending of the Blest.
Then the son started up from sleep, and called
His sire to mind, and glowed the heart in him.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.