Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 13.67–167: The Argives enter Troy

The whole host reaches the walls and pours into the city. The Argives find it full of war and burning, and the streets run with blood. They break in on the Trojans at their tables, and torches show friend from foe.

Lines 13.67–167 · 792 words · click a number to copy its link
67αὐτοὶ δʼ αἶψʼ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα· 70ὣς οἵ γʼ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες. οἱ δʼ, ὡς σμερδνὰ λύκοὶ λιμῷ περιπαιφάσσοντες σταθμῷ ἐπιβρίσωσι κατʼ οὔρεα μακρὰ καὶ ὕλην εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δʼ ἐπʼ ἄλλοις 75δάμνανθʼ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ […] […] […] αἵματι καὶ νεκύεσσιν, ὀρώρει δʼ αἰνὸς ὄλεθρος, καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων· ἀλλʼ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης, δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο 80ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος. πᾶν δʼ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα καιόμενʼ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο. ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν· 85μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσα τʼ Ἐνυώ· πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν Τρώων τʼ ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων. τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δʼ ἐφύπερθε 90πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δʼ ἄρα χερσὶ δράγδην ἔγκατʼ ἔχοντες ὀϊζυρῶς ἀλάληντο ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες· πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων 95χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς· φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή. 100πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν ἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσιν 105ὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν· ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι, αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν 110θρῴσκουσαι· τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς, ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρην οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο 115παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δʼ ἀλεγεινῶς ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο 120δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη ὤπασεν. οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός· ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἱ δʼ ἐπέχυντο 125πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν. οἱ δʼ ὡς ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτος εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος μυρίοι ἐκτείνοντο· λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ 130οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν, ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον, οὐδʼ εἴ τις μαλʼ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες. ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ 135ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος, […] νηδύα πλησάμενοι πολυχανδέα πάντʼ ἐπιόντες αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες 140πῶϋ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·

But when the whole host reached the walls of Troy,
Into the city of Priam, breathing rage
Of fight, with reckless battle-lust they poured;
And all that fortress found they full of war
And slaughter, palaces, temples, horribly
Blazing on all sides; glowed their hearts with joy.
In deadly mood then charged they on the foe.
Ares and fell Enyo maddened there:
Blood ran in torrents, drenched was all the earth,
As Trojans and their alien helpers died.
Here were men lying quelled by bitter death
All up and down the city in their blood;
Others on them were falling, gasping forth
Their life’s strength; others, clutching in their hands
Their bowels that looked through hideous gashes forth,
Wandered in wretched plight around their homes:
Others, whose feet, while yet asleep they lay,
Had been hewn off, with groans unutterable
Crawled mid the corpses. Some, who had rushed to fight,
Lay now in dust, with hands and heads hewn off.
Some were there, through whose backs, even as they fled,
The spear had passed, clear through to the breast, and some
Whose waists the lance had pierced, impaling them
Where sharpest stings the anguish-laden steel.
And all about the city dolorous howls
Of dogs uprose, and miserable moans
Of strong men stricken to death; and every home
With awful cries was echoing. Rang the shrieks
Of women, like to screams of cranes, which see
An eagle stooping on them from the sky,
Which have no courage to resist, but scream
Long terror-shrieks in dread of Zeus’s bird;
So here, so there the Trojan women wailed,
Some starting from their sleep, some to the ground
Leaping: they thought not in that agony
Of robe and zone; in naught but tunics clad
Distraught they wandered: others found nor veil
Nor cloak to cast about them, but, as came
Onward their foes, they stood with beating hearts
Trembling, as lettered by despair, essaying,
All-hapless, with their hands alone to hide
Their nakedness. And some in frenzy of woe:
Their tresses tore, and beat their breasts, and screamed.
Others against that stormy torrent of foes
Recklessly rushed, insensible of fear,
Through mad desire to aid the perishing,
Husbands or children; for despair had given
High courage. Shrieks had startled from their sleep
Soft little babes whose hearts had never known
Trouble—and there one with another lay
Gasping their lives out! Some there were whose dreams
Changed to a sudden vision of doom. All round
The fell Fates gloated horribly o’er the slain.
And even as swine be slaughtered in the court
Of a rich king who makes his folk a feast,
So without number were they slain. The wine
Left in the mixing-bowls was blent with blood
Gruesomely. No man bare a sword unstained
With murder of defenceless folk of Troy,
Though he were but a weakling in fair fight.
And as by wolves or jackals sheep are torn,
What time the furnace-breath of midnoon-heat
Darts down, and all the flock beneath the shade
Are crowded, and the shepherd is not there,
But to the homestead bears afar their milk;
And the fierce brutes leap on them, tear their throats,
Gorge to the full their ravenous maws, and then
Lap the dark blood, and linger still to slay
All in mere lust of slaughter, and provide
An evil banquet for that shepherd-lord;
So through the city of Priam Danaans slew
One after other in that last fight of all.
No Trojan there was woundless, all men’s limbs
With blood in torrents spilt were darkly dashed.

141ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα· οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἅμα πάντων γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ. 145οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις, ἀλλʼ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις, οἱ δʼ ἔτι καιομένοισιν ἐπʼ ἐσχαρεῶνι τυπέντες δαλοῖς, οἱ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον, οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο 150Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ· ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν· 155καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος 160ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι, δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ. 165αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.

Nor seetheless were the Danaans in the fray:
With beakers some were smitten, with tables some,
Thrust in the eyes of some were burning brands
Snatched from the hearth; some died transfixed with spits
Yet left within the hot flesh of the swine
Whereon the red breath of the Fire-god beat;
Others struck down by bills and axes keen
Gasped in their blood: from some men’s hands were shorn
The fingers, who, in wild hope to escape
The imminent death, had clutched the blades of swords.
And here in that dark tumult one had hurled
A stone, and crushed the crown of a friend’s head.
Like wild beasts trapped and stabbed within a fold
On a lone steading, frenziedly they fought,
Mad with despair-enkindled rage, beneath
That night of horror. Hot with battle-lust
Here, there, the fighters rushed and hurried through
The palace of Priam. Many an Argive fell
Spear-slain; for whatso Trojan in his halls
Might seize a sword, might lift a spear in hand,
Slew foes—ay, heavy though he were with wine.

Upflashed a glare unearthly through the town,
For many an Argive bare in hand a torch
To know in that dim battle friends from foes.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.