Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 12.117–213: Epeius builds the Wooden Horse

Epeius tells the Argives his dream, and Ida's pines are cut and hauled to the Hellespont, where in three days he builds the Wooden Horse and Athena makes it a marvel. While Zeus is away at the Ocean, the gods take sides and fight beside the Xanthus until he returns in anger. Themis warns them to stop fighting for the sake of mortals.

Lines 12.117–213 · 835 words · click a number to copy its link
117Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ εὶς ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη, δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός, 120ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν· οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο. καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι ἀνέρας· οἱ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην, 125τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναι δεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε· πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο. 130καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ· 135οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν, ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα 140νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν, οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα, 145οἷς ἐπικίνυται ἵππος· ἀέξετο δʼ ἱερὸν ἔργον ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς Αργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς 150καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τʼ ἐῴκει.

When rose the dawn, and thrust back kindly night
To Erebus, and through the firmament streamed
Glad glory, then Epeius told his dream
To eager Argives—all he saw and heard;
And hearkening joyed they with exceeding joy.
Straightway to tall-tressed Ida’s leafy glades
The sons of Atreus sent swift messengers.
These laid the axe unto the forest-pines,
And hewed the great trees: to their smiting rang
The echoing glens. On those far-stretching hills
All bare of undergrowth the high peaks rose:
Open their glades were, not, as in time past,
Haunted of beasts: there dry the tree-trunks rose
Wooing the winds. Even these the Achaeans hewed
With axes, and in haste they bare them down
From those shagged mountain heights to Hellespont’s shores.
Strained with a strenuous spirit at the work
Young men and mules; and all the people toiled
Each at his task obeying Epeius’s hest.
For with the keen steel some were hewing beams,
Some measuring planks, and some with axes lopped
Branches away from trunks as yet unsawn:
Each wrought his several work. Epeius first
Fashioned the feet of that great Horse of Wood:
The belly next he shaped, and over this
Moulded the back and the great loins behind,
The throat in front, and ridged the towering neck
With waving mane: the crested head he wrought,
The streaming tail, the ears, the lucent eyes—
All that of lifelike horses have. So grew
Like a live thing that more than human work,
For a God gave to a man that wondrous craft.
And in three days, by Pallas’s decree,
Finished was all. Rejoiced thereat the host
Of Argos, marvelling how the wood expressed
Mettle, and speed of foot—yea, seemed to neigh.
Godlike Epeius then uplifted hands
To Pallas, and for that huge Horse he prayed:
“Hear, great-souled Goddess: bless thine Horse and me!”
He spake: Athena rich in counsel heard,
And made his work a marvel to all men
Which saw, or heard its fame in days to be.

151καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας· κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον. ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη, 155καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο. ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα, 160δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ 165ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ. τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον. καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον 170ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο, ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη 175χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν. σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε, μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον· 180Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ. ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν 185αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης 190οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε, τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν 195χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος. ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ 200ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα· πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων. τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν· οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο· 205τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι· ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα 210εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.

But while the Danaans o’er Epeius’ work
Joyed, and their routed foes within the walls
Tarried, and shrank from death and pitiless doom,
Then, when imperious Zeus far from the Gods
Had gone to Ocean’s streams and Tethys’ caves,
Strife rose between the Immortals: heart with heart
Was set at variance. Riding on the blasts
Of winds, from heaven to earth they swooped: the air
Crashed round them. Lighting down by Xanthus’ stream
Arrayed they stood against each other, these
For the Achaeans, for the Trojans those;
And all their souls were thrilled with lust of war:
There gathered too the Lords of the wide Sea.
These in their wrath were eager to destroy
The Horse of Guile and all the ships, and those
Fair Ilium. But all-contriving Fate
Held them therefrom, and turned their hearts to strife
Against each other. Ares to the fray
Rose first, and on Athena rushed. Thereat
Fell each on other: clashed around their limbs
The golden arms celestial as they charged.
Round them the wide sea thundered, the dark earth
Quaked ‘neath immortal feet. Rang from them all
Far-pealing battle-shouts; that awful cry
Rolled up to the broad-arching heaven, and down
Even to Hades’ fathomless abyss:
Trembled the Titans there in depths of gloom.
Ida’s long ridges sighed, sobbed clamorous streams
Of ever-flowing rivers, groaned ravines
Far-furrowed, Argive ships, and Priam’s towers.
Yet men feared not, for naught they knew of all
That strife, by Heaven’s decree. Then her high peaks
The Gods’ hands wrenched from Ida’s crest, and hurled
Against each other: but like crumbling sands
Shivered they fell round those invincible limbs,
Shattered to small dust. But the mind of Zeus,
At the utmost verge of earth, was ware of all:
Straight left he Ocean’s stream, and to wide heaven
Ascended, charioted upon the winds,
The East, the North, the West-wind, and the South:
For Iris rainbow-plumed led ‘neath the yoke
Of his eternal ear that stormy team,
The ear which Time the immortal framed for him
Of adamant with never-wearying hands.
So came he to Olympus’ giant ridge.
His wrath shook all the firmament, as crashed
From east to west his thunders; lightnings gleamed,
As thick and fast his thunderbolts poured to earth,
And flamed the limitless welkin. Terror fell
Upon the hearts of those Immortals: quaked
The limbs of all—ay, deathless though they were!
Then Themis, trembling for them, swift as thought
Leapt down through clouds, and came with speed to them—
For in the strife she only had no part
And stood between the fighters, and she cried:
“Forbear the conflict! O, when Zeus is wroth,
It ill beseems that everlasting Gods
Should fight for men’s sake, creatures of a day:
Else shall ye be all suddenly destroyed;
For Zeus will tear up all the hills, and hurl
Upon you: sons nor daughters will he spare,
But bury ‘neath one ruin of shattered earth
All. No escape shall ye find thence to light,
In horror of darkness prisoned evermore.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.